1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

80

τυράννου τὰ σκηνοπήγια γυναῖκάς τε καὶ παῖδας τόν τε κόσμον τὸν χρύσεον τήν τε βασίλειον παρασκευήν. τὰ μὲν οὖν τιμιώτερα τῷ Χοσρόῃ παρείχοντο, ὁ δὲ ἐπὶ τοῖς σκύλοις 5.11.2 μέγα φρονῶν πρὸς τὸ σοβαρώτατον προσεχώρησεν. ἡλίου δὲ κλίναντος ὁρῶσι ῾Ρωμαῖοι τοὺς ἐπὶ τῶν ἐλεφάντων ἱδρυμένους βαρβάρους ἀκροβολιζομένους καὶ τῷ τόξῳ χρωμένους. διὰ τοῦτο τούτους περιστοιχίσαντες δευτέρας μάχης κρατοῦσι τά 5.11.3 τε θηρία ζωγρήσαντες τῷ Χοσρόῃ παρείχοντο. τοῦ πολέμου τοίνυν τοιοῦτό τι πέρας ἀπενεγκαμένου, ἐς τὸν ἑαυτῶν χάρακα ῾Ρωμαῖοι ἐπανέζευξαν, ἤδη που τῆς νυκτὸς ἀνισχούσης αὐτοῖς. τῇ δὲ ὑστεραίᾳ ἐξ ἑωθινοῦ ἡ ῾Ρωμαϊκὴ πληθὺς συναθροί5.11.4 ζεται καὶ τῶν τεθνηκότων σκυλεύει τὰ σώματα. μεγάλων τοίνυν αὐτοῖς γεγονότων κτημάτων, ἐς τὴν βασίλειον τοῦ Χοσρόου χωροῦσι σκηνήν. οἱ δὲ τοῦ ῾Ρωμαϊκοῦ στρατοῦ κατ' ἴχνους τοῦ Βαράμου χιλιάδας ἐπεστράτευσαν δέκα κεχειροτονηκότες ταξιάρχας αὐτοῖς τὸν τῶν Χαλκιδέων ταγμάτων ἡγούμενον· Βεσταμίῳ δὲ τὴν βάρβαρον ξυμμαχίαν ἐδίδοσαν. 5.11.5 τριταῖοι τοίνυν ἐναυλισθέντες Χοσρόης τε καὶ ῾Ρωμαῖοι ἀνὰ τὸν πολέμιον χῶρον ἀπηλλάσσοντο τῇ τετάρτῃ, ὀδωδότων τῶν τεθνεώτων αὐτοῖς, καὶ τὸ πνῖγος τῆς κακοσμίας φέρειν οὐκ ἔχοντες. παραγίνονται γοῦν ἄγχιστα πόλεως τοῦ Κανζάκου. 5.11.6 βασιλεὺς δὲ Χοσρόης ἐπὶ τοῖς συνενεχθεῖσιν αὐτῷ καταγαυριώμενος ἐπινίκια εἱστία ῾Ρωμαίους. αὐτὸς δὲ διέτριβεν ἀνὰ τὴν στιβάδα καταψαλλόμενός τε καὶ καταυλούμενος, ὡς ἔθος 5.11.7 Πέρσαις καθέστηκε παιωνίζουσιν. δεκάτην δὲ τῷ χώρῳ προσδιατρίψας ἡμέραν, ἐπείπερ συνεῖδε Μαρῖνόν τε καὶ Βεστάμιον ὡς αὐτὸν παλινδρομήσαντας ἐκ τῆς τοῦ Βαρὰμ διώξεως, τήν τε τῶν ἐχθρῶν ἀποφοίτησιν ἐπισημοτάτην ἐγνώρισεν, τοὺς μὲν ῾Ρωμαίους ἐσέλκει πρὸς τὰ οἴκοι, αὐτὸς δὲ τὴν Περσικὴν φάλαγγα συναθροίσας τῇ Βαβυλῶνι προσομιλεῖ ἄξιον οὐδὲν περὶ τοὺς συμμεμαχηκότας ῾Ρωμαίους 5.11.8 ἐπιδειξάμενος. οἱ μὲν οὖν τῶν ῾Ρωμαίων στρατηγοὶ ἐπιμύθιον τοῖς λόγοις τῷ βαρβάρῳ ἐξῄεσαν, μὴ ἀμνημονεῖν τῆς γεγονυίας αὐτῷ ὑπὸ τῶν ῾Ρωμαίων φιλοφροσύνης τε καὶ σωτηρίας. [ἐξῄτει] τοίνυν τούτους που αὐτῷ τοὺς λόγους 5.11. ἐναποθέμενοι ἐπανῄεσαν οἴκαδε οἱ ῾Ρωμαῖοι. ὁ δὲ Χοσρόης δεδοικὼς μή που δολοφονία τις ὑποσταίη αὐτῷ ὑπὸ τῶν ἐγχωρίων, ἐδεῖτο Μαυρικίου τοῦ αὐτοκράτορος ἐς τὴν τοῦ σώματος φρουρὰν χιλίους ἐκ τοῦ ὁπλιτικοῦ παραπέμπεσθαι. 5.12.1 Λόγος δὲ ὡς ἡμᾶς ἐξεφοίτησε πρὸς τῇ ῾Ιερᾷ πόλει τὸ τηνικαῦτα καιροῦ Γολινδοὺχ γενομένην, <κατὰ> τὴν Χοσρόου πρὸς τὰ βασίλεια κάθοδον. ἀλλὰ τίς καὶ πόθεν, κατὰ τὴν ποίησιν, λελέχθω τὸ γύναιον· μὴ γὰρ οὖν ἀφελώμεθα τὴν περὶ ταύτης διήγησιν μεγίστοις σεμνολογήμασιν 5.12.2 οὖσαν κατάκοσμον. τίκτεται μὲν οὖν αὕτη ἐπὶ τῆς Βαβυλωνίας, μάγοι δὲ τὸ γένος αὐτῆς· πατὴρ δὲ τῶν ἐπιφανῶν σατραπευόντων ἐφορολογεῖτο τὸ Περσικόν. ἐπεὶ δὲ ἀκμὴ ἐπέστη αὐτῇ, ὥρα λάμπουσα ἐς γάμον, ἀνδρὶ τῶν ἐπισήμων 5.12.3 ἐκδίδωσιν. συνεστιωμένη δέ ποτε τῷ ἀνδρὶ ἔδοξεν ἐξαπιναίως γεγονέναι πάρετος, εἶτα ἀκίνητος διαμένειν τῷ σώματι, καὶ τὰς αἰσθήσεις πολλῷ ὕστερον ἐπανήκειν πως ἐς αὐτήν. ἐπεὶ δὲ οἱ θεαταὶ τοῦ πάθους, εἴγε καὶ πάθος δεῖ τήνδε τὴν θείαν ἀποφαίνεσθαι ἔκστασιν, διεπυνθάνοντο τί ἂν εἴη 5.12.4 τὸ συμβεβηκὸς τῇ νεάνιδι, ἔλεξε τάδε. "μεγάλας που ἐν οὔδει τεθέαμαι ἐναποκειμένας ποινάς, μεγάλων τε ἀγαθῶν πρεσβευομένην τρυφὴν τοῖς τὸν μέγιστον προσκυνοῦσι θεόν, ὃν δὴ Χριστιανοὶ θρησκεύοντες καθεστήκασι Πέρσαις ὑπό5.12.5 θεσις γέλωτος." ὁ μὲν οὖν ἐκείνης γαμέτης ἐξεμυκτήριξε τοῦ γυναίου τὰ ῥήματα, ὅτε δέ που ἑδραίαν αὐτῆς τὴν διάνοιαν πρὸς τὴν τῆς θρησκείας μετάθεσιν κατενόησεν, σωφρονίζειν ἐδόκει ῥαπίζων· ἠπείλει δὲ καὶ θάνατον εἶναι ζημίαν αὐτῇ, ὡς θέμις Πέρσαις ποιεῖν τοῖς τὰ μάγων ἀθετή5.12.6 σασι δόγματα. ἡ μὲν οὖν τῷ θείῳ ἔρωτι πτερωθεῖσα τὸν νοῦν, τὰ ὦτά που καταβύουσα, ταῖς αὔραις διαχεῖσθαι τοὺς λόγους παρείχετο. γίνεται τοίνυν