1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

31

τοῖς βαρβάροις ἀπέδοτο. ἥλω γὰρ καὶ πρόχειρον θήραμα τοῖς προθέουσι τῶν πολεμίων ἐγίνετο· οὐ 2.12. γὰρ τὰ νῶτα διὰ φυλακῆς εἶχεν ὁ δείλαιος. μετ' ὀλίγον δ' ὁ Χαγάνος καὶ τὴν λοιπὴν τοῦ πλήθους ἀπόμοιραν τῇ Θρᾴκῃ προσέχεε διὰ πλείστων τε τόπων τὴν εἴσβασιν ἐπεποίητο, σκαιόθεν δ' οἱ ἀμφὶ τὸν Κομεντίολον ἐστρατοπεδεύοντο. διά τοι τοῦτο ἀποκρύπτονται οἱ ῾Ρωμαῖοι πρὸς ταῖς ὕλαις τοῦ Αἵμου, τό τε πολέμιον παρῄει εἰς πλείστας ἀνὰ τὴν Θρᾴκην 2.12.10 διασπείρεσθαι μοίρας. τρίτῃ δ' ἡμέρᾳ ὁ Κομεντίολος τοὺς λοχαγοὺς καὶ χιλιάρχους τούς τε ἐπιεικεστάτους τοῦ συντάγματος ἐπὶ τὸ ἑαυτοῦ συνήλιζε σκηνοπήγιον καὶ συνεκοινοῦτο 2.12.11 ὅ τι καὶ μέλλοι ἂν δράσειν. τῇ δ' ὑστεραίᾳ τούς τε ἱππεῖς καὶ τὸ πεζικὸν συναθροίσας ἐκκλησίαν τε ἀγείρας παρενεγύα τῷ συλλόγῳ μὴ τὰ νῶτα τοῖς βαρβάροις παρέχεσθαι δεύτερά τε πάντα τῆς ἀρετῆς διατίθεσθαι. 2.13.1 τονθορύζων δέ τις τῶν χιλιάρχων ἐς μέσον ἔστη ἀπερικαλύπτως τε τοῦ στρατηγοῦ τὰς ὑποθήκας διέχεεν, εἰς τοὐπίσω δ' ἀναρρεῖν ἔφασκε συνοίσειν αὐτῇ τε τῇ στρατιᾷ καὶ τῷ στρατηγῷ, τοῖσδε τοῖς λόγοις χρησάμενος. 2.13.2 "῎Ανδρες τεχνῖται τὸν πόλεμον, τολμηταὶ τὰς ψυχάς, ἀλλ' ὅτε καιρὸς συμμαχεῖ καὶ τύχη τίς ἐστι τοῖς ἡμετέροις ἐπίρροπος. ἄνδρες, παρ' οἷς κοινὸς μὲν ὁ κίνδυνος, ἡ δὲ 2.13.3 σωτηρία ἁπάντων ἀμέριστος. ὁπόσον ἡ δειλία κακίζεται, ἐπὶ τοσοῦτον ἔχει ψόγον τὸ θράσος ἀντίθετον. ὄκνος δὲ φρονήσεως ὅρος ἀκρότατος, ὅταν οὐκ αἰσχύνην τὴν εὐβουλίαν, 2.13.4 ἀλλ' εὐσχημοσύνην τὴν σωφροσύνην ποιήσηται. ἀλλὰ πρίν τι τῶν ἐμῶν ῥημάτων ἐκ τῆς ἑαυτῶν μητρὸς τῆς καρδίας προκύψαν καὶ τοῖς ὠσὶ τοῖς ὑμετέροις μαιεύσησθε, τοῦ στρατηγοῦ τὴν ἀξιοπιστίαν μικρὸν ἀποπέμψασθε, μή πως τῶν βουλευτῶν τὴν ἀκοὴν διαβύσητε, καὶ προφθάσῃ ὥσπερ θύρᾳ τινὶ κεκλεισμένῃ τῇ ἐγκοπῇ τὸν φθεγγόμενον, καὶ 2.13.5 τοὺς ἡμετέρους πρὶν εἰσοικίσησθε ἀποβάλησθε λόγους. ἀξιοπιστία γὰρ αὐτοδυνατόν τι χρῆμα, καὶ τὴν ἰσχὺν οὐκ ἐπίκτητον ἔχει, ἀλλ' οἷα πηδάλιον τὸ βούλημα κέκτηται, ὅποι 2.13.6 καὶ θέλει τοὺς ἀκούοντας οἰακίζουσα. ἀντιτείνειν, ἄνδρες, ὁ στρατηγὸς τῷ πολεμίῳ παρεγγυᾷ, καὶ ἀντιπρώρους πλεῖν τοὺς ὀλίγους τοῖς πλείοσιν ἐγκελεύεται, καὶ ταῦτα καὶ Κάστου 2.13.7 διολωλότος. ὑμεῖς δέ μοι καὶ μάρτυρες, ὡς μὴ πάντες ἀγαθοὶ παρατάττεσθαι, εἰ μή γε λυπῶ μικρόν τι διαγυμνώσας ὑμῖν τὴν ἀλήθειαν. παρ' ἐμοὶ γὰρ ἐπίπλαστος ἔπαινος ἀληθοῦς ἀτιμότερος ψόγου, ἐπεὶ μηδὲ δουλεύει τοῖς ἐγκωμίοις τὰ 2.13.8 πράγματα. ἢ οὐχὶ τὸν χάρακα ὁ στρατηγὸς ἔναγχος τοῖς ἀπομάχοις περιφρουρεῖν διετάξατο; ἄνδρες δ' οὗτοι τετρακισχίλιοι, ὡς μικροῦ δεῖν τὸ λεῖπον τοῖς συμπλεκομένοις ἰσάζεσθαι καὶ τοῖς ἀγωνισταῖς τὸ ἀπόμαχον, τό τε ὑγιὲς 2.13. ἐφάμιλλον εἶναι τῷ σκάζοντι. σιωπήσομαι δὲ καὶ ὅσην τῆς ψυχῆς εὐρωστίαν διώλεσε τὰ πρὸ μικροῦ δυστυχήματα, ὅπως τε πλείστην ἐπίκουρον ῥοπὴν ἀπέκειρε τὸ πολέμιον. καὶ εἰ μὴ σφάλλομαι, μείζονα τῆς πρὸ μικροῦ συμβάσης εὐκλείας 2.13.10 τὰ τῆς ὑπογύου συμφορᾶς ἀποτεύγματα. ἀνεῖλε Κάστος τῶν βαρβάρων πολλοὺς καὶ τὴν λείαν ὡς αὑτὸν ἀνελάμβανεν· ἀλλ' ἀνθεῖλε ταύτην τῇ ὑστεραίᾳ ὁ βάρβαρος. νῦν δὲ καὶ δυσφημότατον ἐπιμύθιον λέξω· κἀκεῖνον συνέλαβε τούς τε στρατιώτας ἐζώγρησε καὶ θρίαμβον ἔνδοξον ἀνεδήσατο. καὶ 2.13.11 λαθεῖν ἐν ἄλσει κρυπτόμενον τὸν Κάστον οὐκ ἦν. καίτοι τὸν Χαγάνον λιμναζομένη νῆσος ἐκάλυπτεν, καὶ οὐκ ἐξεῖπε Μαρτίνῳ τὸν ἐμφωλεύοντα, ἀλλ' οἷα μυστήριόν τι ἀπόρ2.13.12 ρητον τοὺς ἀμυήτους ἀπέκρυπτεν. ἤδη δὲ καὶ βασιλέα τὰ μικρά πως ἐκεῖνα ψυχαγωγοῦσιν ἀνδραγαθήματα, κοὐκ ἂν ἐπίθετον ἡμῖν σύμμαχον προσχέῃ βοήθειαν μήπω τῶν νεωτέρων 2.13.13 ἀτυχημάτων αἰσθόμενος. οἶδα δ' ὅτι καὶ τὸ πολέμιον προμηθέστερον ἀπεργάσονται οἱ ἔναγχος αὐτὸ περιστροβήσαντες θόρυβοι, καὶ πολλὴν λοιπὸν τὴν προφυλακτικὴν 2.13.14 ἀσυλίαν ἀσκήσειε διὰ τὸ μικρὸν ἐκεῖνο δυστύχημα. ἀποχρώντως ὑπὲρ τοῦ συνοίσοντος, ἄνδρες, διείλεγμαι. ἐμοὶ δὲ τύχη