1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

117

χαλεπώτατος τύραννος. ἡ δὲ ἀξίωσις ἦν οἴκαδε τὴν δύναμιν 8.6.10 ἀναζεύξασαν τῇ τοῦ χειμῶνος ὥρᾳ ἐγκαρτερεῖν. ὁ δὲ αὐτοκράτωρ ἐπώχλει δι' ἐπιστολέως τὸν Πέτρον τὸν ποταμὸν διαπεραιωσάμενον τὰς δυνάμεις τῆς τῶν βαρβάρων γῆς ἐπιβῆναι, τάς τε τῶν στρατοπέδων ἀποτροφὰς αὐτόθεν τοὺς ῾Ρωμαίους ἀρύσασθαι, ἐγκοπήν τε δημοσίων σιτήσεων ἐντεῦθεν τῷ πρυτανείῳ παρέχεσθαι. 8.7.1 ὁ μὲν οὖν στρατηγὸς τοὺς πρέσβεις εἰσκαλεσάμενος κατεπήγγελτο τῇ ἐσαύριον ὡς αὐτοὺς ἀφικνεῖσθαι λύσιν τε τῆς δυσφορίας παρέχεσθαι. μεταστειλάμενος τοιγαροῦν τὸν Γούδουϊν ἔφη πρὸς αὐτὸν τὰ τῶν ἠθυμηκότων 8.7.2 προσρήματα. "ἀμφίκρημνά μοι <τὰ> τῶν κινδύνων καθέστηκεν· δυσδιεξόδευτον τὸ τοῦ βασιλέως καθέστηκε πρόσταγμα. καὶ τὸ ἀντιτείνειν ἀδύνατον, καὶ τὸ [μὴ] πειθαρχεῖν χαλεπώτερον. οὐδὲν ὠδίνει καλὸν τρόπος φιλάργυρος· ἀκρόπολις 8.7.3 τῶν κακῶν ἡ φιλαργυρία καθέστηκεν. ὑπὸ τοῦ τοιούτου πάθους ὁ αὐτοκράτωρ νοσηλευόμενος τάχα ἂν πότε θυμὸν ὀλέσῃ, ἵνα καί τινι ἔπει τῆς ῾Ομηρικῆς τραγῳδίας καρυκεύσω τὸν λόγον. αὕτη ἡ ἡμέρα πολλῶν κακῶν ἄρξει ῾Ρωμαίοις. 8.7.4 οἶδα καὶ πείθομαι." ἐπίδακρυς τοίνυν ὁ Πέτρος γενόμενος ἐγκοπήν τε τῷ λόγῳ διὰ τὸ δάκρυον ποιησάμενος γίγνεται πλησίον τοῦ χάρακος. τῇ οὖν ὑστεραίᾳ ἀθροίζει τοὺς ταξιάρχους τῆς πάσης δυνάμεως τό τε τοῦ βασιλέως αὐτοῖς παρε8.7.5 δήλωσε γράμμα. οἱ δὲ ἡγεμόνες τῶν ὁπλιτικῶν συνταγμάτων ἔφησαν τῷ στρατηγῷ μὴ ἐθέλειν τὸ μάχιμον ἐς τὸ ἀντιπέρας τὰς διαβάσεις ποιήσασθαι, τὰς αἰτίας ἐν ἐκθέσεως μοίρᾳ 8.7.6 ποιούμενοι. ἐπεὶ δὲ ὁ Πέτρος ἀντιπρώρους τοῖς ὄχλοις ἐποιεῖτο τοὺς λόγους, λαῖλαψ μεγίστη θυμοῦ τοῖς στρατοπέδοις ἐνέσκηψεν. διὰ τοῦτο αἱ δυνάμεις τοῦ χάρακος ἀποκλίνασαι καταμόνας ἐκκλησίαν συνήθροισαν. τοῦτο οἱ ἡγεμόνες τοῦ ὁπλιτικοῦ θεασάμενοι ἀποκλίνουσιν εἰς φυγὴν καὶ 8.7.7 πρὸς Πέτρον τὸν στρατηγὸν παραγίνονται. ἑτέραν δὲ καὶ τῇ ἐς ὕστερον ἐκκλησίαν πεποιηκότα τὰ πλήθη ἔξαρχον τὸν ἑκατόνταρχον Φωκᾶν προεστήσαντο, ἐπὶ ἀσπίδος τε εἰς ὕψος ἐξάραντες εὐφήμουν ἐκτόπως τὴν ἀναγόρευσιν. τούτων ὁ Πέτρος ἀκηκοὼς εἰς ἀπόδρασιν τὰς φροντίδας μετέθηκε κατάδηλά τε τὰ συμβεβηκότα ἐπεποίητο Μαυρικίῳ τῷ αὐτοκράτορι. 8.7.8 ῾Ο μὲν οὖν Μαυρίκιος τὸν ἀπαίσιον ἄγγελον εἰσκαλεσάμενος εἰς τὰ βασίλεια ἐν παραβύστῳ τῶν ἐπηκολουθηκότων ἐποιεῖτο τὰς πεύσεις. εἶτα ταῖς μερίμναις ἐσφάδαζεν, ἀμηχανία δὲ αὐτῷ περιέρρει πολλή. ὅμως ὑποκρύπτει τῶν ἀκουσμάτων τὴν ἄφιξιν ἱππικούς τε ἀγῶνας συνετέλει συχνοὺς ἀποπροσποιήσει τινὶ ὥσπερ ἐξουθενῶν τὰ τῶν νεωτερισάντων μελετήματα, τοῖς τε δήμοις ἐδήλου διὰ κηρύκων παρὰ τὸ στάδιον 8.7. ὑπὸ ἀλόγου ἀκοσμίας στρατιωτῶν μὴ ταράττεσθαι. οἱ μὲν οὖν τοῦ κυαναυγοῦς χρώματος ἐρασταὶ μετ' ᾠδῆς ἀνεβόων πρὸς τὸν αὐτοκράτορα ταῦτα (καὶ αὐτῆς γὰρ τῆς ἐπὶ λέξεως συνθήκης ποιησώμεθα μνήμην). "ὁ θεός, αὐτοκράτωρ, ὁ κελεύσας σε βασιλεύειν, ὑποτάξει σοι πάντα πολεμοῦντα τὴν βασιλείαν. εἰ δὲ ῾Ρωμαῖός ἐστιν, εὐεργέτα, <ὁ> ἀγνωμονῶν σε, εἰς δουλείαν σου τοῦτον ὑποτάξει χωρὶς αἱμά8.7.10 των." τετάρτη δὲ ἡμέρα, καὶ τοὺς δημάρχους ὁ αὐτοκράτωρ εἰσκαλεσάμενος πρὸς τὰ βασίλεια, οὓς διοικητὰς τῶν δήμων εἴωθε τὸ πλῆθος ἀποκαλεῖν, (ὀνόματα δὲ τούτοις Σέργιος καὶ Κοσμᾶς) ἐπυνθάνετο τῶν δημοτευόντων ἐπὶ λεπτοῦ τὸν 8.7.11 ἀριθμόν. ὁ μὲν οὖν Σέργιος ἐν χάρτῃ τὴν σύνταξιν τῶν ἐραστῶν τοῦ χλοάζοντος ἐνεχάραξε χρώματος, πεντακοσίους πρὸς τοῖς χιλίοις τυγχάνοντας, ὁ δὲ Κοσμᾶς τοὺς τῆς ἀντιθέτου αἱρέσεως ἑκατοντάδας ἐννέα συντέταχεν· εἰς δύο γὰρ χρωμάτων ἐφέσεις τὰ τῶν ῾Ρωμαίων καταπέπτωκε πλήθη. ἐντεῦθεν μέγιστα κακὰ τῷ βίῳ εἰσήρρησεν· κατὰ μικρὸν γὰρ τῆς λυσσώδους ταύτης αὐξανομένης μανίας τὰ ῾Ρωμαίων διώλοντο πράγματα. 8.8.1 ῾Ο μὲν οὖν αὐτοκράτωρ ἥκειν ἀκούσας τὸν τύραννον πρέσβεις ἐξέπεμψεν ὑπομαραίνειν ὥσπερ τὰ τῆς συμφορᾶς ἐγχειρῶν. ὁ δὲ τύραννος ἐπὶ τούτοις ὑψαυχενίζεται καὶ ἐπὶ τῷ νεωτερισμῷ καταμαίνεται