1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

93

θείᾳ φροντίδι τινὶ ὁ τὸν φόνον ἐπὶ τὴν ᾿Αγχίαλον ποιησάμενος, ὅτε τῆς ἐλάφου πολλῶν περὶ τὸν αὐτοκράτορα δίωξις ἐγεγόνει· (οὐκ ἀπὸ δὲ τρόπου καὶ τὴν αἰτίαν διεξελθεῖν τῆς δραστικῆς προνοίας, τῆς περὶ τὴν οἰκουμένην διατρεχούσης ὁσημέραι ἀκαμάτῳ τε ὀφθαλμῷ ἐπισκοπούσης τὰ τῇδε τάς τε ἀντιδόσεις τῶν βεβιωμένων πρὸς τοῖς ἀνθρώποις πρυτανευούσης ἀεί.) ἥλω τῷ 6.10.5 δικτύῳ τῆς δίκης ὁ τοῦ φόνου πατήρ. μετὰ χρόνον γὰρ ἐπὶ τὸ βασίλειον ἄστυ γενόμενος τὰ τῆς χρυσῆς ζώνης ἐπίσημα χρυσουργῷ τεχνίτῃ τινὶ διαχωνεῦσαι παρείχετο. ὁ μὲν οὖν τεχνίτης τὰ μέλη τῆς ζώνης κατανοήσας λίαν ἐπίδοξα τό τε σχῆμα τῆς ἀφηλώσεως βίαιον τήν τε τοῦ προσώπου ποιότητα βάρβαρον κλοπὴν δρασθῆναί τινα ὑπὸ τοῦ ἀνδρὸς ὑπειλήφει. 6.10.6 παραπεμψάμενος τοίνυν ἐκ τοῦ λεγομένου πραίτωρος τῶν δήμων ἄνδρας ἑπτὰ παρεδίδου τῷ δικαστηρίῳ τὸν βάρβαρον. οἱ μὲν οὖν ὑψαυχενιζόμενον καὶ λίαν καταστασιάζοντα ἐν τῷ οἴκῳ τῶν ἐγκλημάτων τὸν βάρβαρον διεκόμιζον ἑρμηνέα τε προστησάμενοι κατεπυνθάνοντο πόθεν αὐτῷ ζώνης περι6.10.7 βλέπτου καὶ λίαν μεγαλοπρεποῦς ὕπεστι λείψανα. ὁ μὲν οὖν φονευτὴς (Γήπαις δὲ οὗτος ἄρα ἐτύγχανεν ὤν) λίαν σοφιστικῶς τὴν ἀπολογίαν παρείχετο· ἃ δὲ εἶπεν, ταῦτα ἐκεῖνά ἐστιν. τοῦ Λαγοβάρδου ἔθνους ᾿Αλβοῦϊς τὴν ἡγεμονίαν 6.10.8 ἐκέκτητο. οὗτος εἰς ἔρωτα καταπίπτει νεάνιδός τινος· ἡ δὲ νεᾶνις θυγάτριον ἐτύγχανεν ὂν Κονιμούνδου, τοῦ τῶν Γηπαίδων ἡγεμονεύοντος. ἐπεὶ δὲ τοῖς λόγοις πείθειν οὐχ οἷός τε ἦν, βίᾳ πρὸς τὴν πρᾶξιν ἐχώρησεν. ἐνέδραν τοιγαροῦν συστησάμενος ἀδοκήτως τε ἐπιθέμενος ἀφαρπάζει τὴν παρθένον ὁ ἐραστής. ἐντεῦθεν ὁ πόλεμος λαμβάνει τὰ 6.10. σπέρματα. οἱ μὲν οὖν Λαγόβαρδοι κατὰ τὸν πόλεμον ἐπροτέρησαν. διά τοι τοῦτο ὁ Κονιμοῦνδος πρέσβεις ἀπέστειλε πρὸς τὸν νεώτερον ᾿Ιουστῖνον τὸν αὐτοκράτορα συμμαχεῖν αὐτῷ ποτνιώμενος. ὅπως δὲ τῷ αὐτοκράτορι αἰδέσιμα τὰ περὶ τὴν πρεσβείαν προσγένοιτο, δῶρα ὁ ἠδικημένος μεγαλο6.10.10 πρεπῶς ἐπεπόμφει παρὰ τὸν Καίσαρα. ὁ δὲ αὐτοκράτωρ τὸ φιλότιμον θαυμάσας τοῦ ἱκετεύσαντος πρὸς ἔλεον ἐπικλίνεται, ἐπιστολήν τε συντάξας προστάττει Βαδουαρίῳ στρατηγῷ τὰς περὶ τὴν Σκυθίαν καὶ Μυσίαν δυνάμεις ἀθροίσαντι βοηθεῖν 6.10.11 Κονιμούνδῳ. ἠγγέλθη τοίνυν ταῦτα τῷ ᾿Αλβοῦϊ, καὶ τὰς ῾Ρωμαίων ὀρρωδήσας δυνάμεις συνθήκαις ἠξίου καὶ δώροις λαμπροῖς πρὸς τὸν ἠδικημένον ὡς ἔπος εἰπεῖν διαλύσασθαι, ἐξῄτει τε καὶ τὴν ἐπιγαμβρίαν γαμηλίοις νόμοις ποιήσασθαι. 6.10.12 ὁ δὲ Κονιμοῦνδος τὸ δριμὺ μὴ φέρων τῆς ὕβρεως πολέμοις ἠξίου τὰς ὕβρεις τῶν ἐκβάσεων γίνεσθαι. γεγονυίας τοίνυν τῆς παρατάξεως, νικῶσι ῾Ρωμαῖοι, καὶ κύριοι τῶν σκύλων οἱ νενικηκότες καθίστανται. "ἐντεῦθεν" φησὶν "ἡ τῆς λαμπρᾶς 6.10.13 ταύτης ζώνης ἐπίκτησις." εἶτα ἀνακρίνεται ὑπὸ τῆς περιπόλου τάξεως τοῦ δικαστηρίου, "καὶ τίς οὗτος, ὃς τὴν ἐπιφανῆ ταύτην περιέκειτο ζώνην;" ὁ μὲν οὖν ἐπισυνάπτει πλάσμα τῷ πλάσματι καί φησιν "υἱὸς ἐκ παλλακῆς τοῦ λεγομένου τῶν Λογγιβάρδων ῥηγὸς ἐτύγχανεν ὤν, ὃς τὴν ἐπιφανῆ ζώνην περιεβάλλετο. τοῦτον ἀνελὼν καὶ λαφυραγωγήσας τὸν τεθνεῶτα μισθὸν τῶν κινδύνων ἀνειλόμην τὴν 6.10.14 ζώνην." οὕτω μὲν οὖν ὁ βάρβαρος λίαν σοφιστικεύει δεινῶς καὶ γίνεται πιθανὸς τῷ διηγήματι, καὶ τέως μικρὸν ἀποκρύπτει τὸν φόνον. ἀνέθη τοιγαροῦν τοῦ ἐγκλήματος. ἐπεὶ δὲ ἀφέθη, εἷς τις ἀνὴρ τῶν παρεστηκότων τῷ πραίτωρι συνετῶς ἀνακρίνει τοὺς λόγους καὶ πυθέσθαι διεγχειρεῖ τὸν 6.10.15 χρόνον τῶν ἱστορηθέντων ὑπὸ τοῦ Γήπαιδος. διά τοι τοῦτο οἱ τοῦ δικαστηρίου ἐπιφθάνουσι δρόμῳ τὸν βάρβαρον καὶ ἐπανήκειν αὖθις εἰς τὸ δικαστήριον ἀναγκάζουσιν. εἰσεληλυθότος γοῦν τοῦ βαρβάρου, ἠρώτα ὁ ἡγεμὼν τὸν χρόνον τῶν 6.10.16 ἀφηγηθέντων αὐτῷ. ἐπεὶ τοίνυν πρεσβυτέρων πραγμάτων ἔκθεσις ἦν, τριάκοντά τε ἔτεσι προτερεύειν τὴν ἱστορίαν διέγνωστο τοῦτον δὲ τῶν διηγηθέντων πεφυκέναι νεώτερον, πρὸς στρεβλώσεις ὁ προεστὼς τοῦ δικαστηρίου τὸν βάρβαρον 6.10.17