1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

49

ἀριστεῦσι πέφυκε φοβερόν. τούτοις οἷα μὲν χόρτος ἐστὶν ὁ σίδηρος, αἱ δὲ τῶν βελῶν ἀλγηδόνες ὄρεξις ὑπεκκαίουσα μειζόνων κινδύνων ἐφάπτεσθαι. οὐκοῦν ἀνιστόρητα τὰ νῶτα τοῖς πολεμίοις φρουρήσατε· ἀμυήτους αὐτοὺς τῶν μεταφρένων 3.13.10 ἐνδείξασθε. πηγὰς θριάμβων οἶδα τὰ τραύματα. δουλαγωγοῦσιν αἱ διαφυγαί, καὶ οὐ σώζουσιν· οὐκ οἶδε γὰρ κακίας ὑπόθεσις σωτηρίας σώζειν ὑπόσχεσιν. ἀποδύσασθε πρὸ τῶν θωράκων τὰ σώματα, πρὸ τῶν ἀσπίδων τὸ ζῆν. τοῖς ὅλοις μάχεσθε μέλεσιν· μηδὲν ἔστω μέλος τῶν κινδύνων ἀμέτοχον. 3.13.11 τῇ συννεύσει τῶν ὅπλων τειχίσατε τὴν παράταξιν, τῇ συμμίξει 3.13.11 τῶν ἵππων τὰς φάλαγγας χαρακώσατε, τῷ συμφώνῳ τῆς στάσεως στεγανῶν λίθων δίκην οἰκοδομίας ἑαυτοὺς περιφράξατε. μὴ ἐξαλλέσθω τῆς παλάμης τὰ δόρατα· βάλλετε τῶν 3.13.12 βελῶν μὴ στερούμενοι. οὐκ ἔστι Πέρσαις φύσις ἀθάνατος· οὐκ ἔστι τύχη Μήδοις ἀκίνητος. οὐκ εἰσὶ βαρβάροις χεῖρες ἀκάματοι· οὐ πλεονεκτοῦσι Πάρθοι τοῖς μέλεσιν. οὐ διδύμους ἔχουσι τὰς ψυχάς· οὐκ ἀδαμάντινα τούτοις τὰ σώματα. μυοῦνται καὶ Πέρσαι θανάτου μυστήρια. ἐν τούτῳ δίκαιός ἐστιν ὁ πόλεμος· οὐ γὰρ ἀθανάτους κατὰ θνητῶν ἐπεστρά3.13.13 τευσεν. οἱ ῾Ρωμαῖοι τὴν δίκην ἐμισθώσαντο σύμμαχον τὴν εἰρήνην καὶ αὖθις ἐπιζητήσαντες. τὸ Μηδικὸν ἀντίθετον ἑαυτῷ τὸ δίκαιον ἐπεστράτευσεν· ἀεὶ γάρ που τὸ εἰρηναῖον βδελύττεται καὶ οἷα θεὸν ἐπιδέξιον γεραίρει τὸ φιλοπόλεμον. 3.13.14 οὐκ ἔστιν ἡμῖν ἐψευσμένη θρησκεία, οὐ νόθους θεοὺς ἡγεμόνας προεστησάμεθα. οὐκ ἔστιν ἡμῖν θεὸς μαστιζόμενος· 3.13.15 οὐ γὰρ ἵππον χειροτονοῦμεν εἰς λάτρευμα. οὐ προσκυνοῦμεν θεὸν πρὸς τέφραν μετατιθέμενον, σήμερον φλεγόμενον καὶ μετ' ὀλίγον μηδὲ φαινόμενον. οὐ καπνὸς καὶ ὕλη τὴν θεολογίαν συνίστησιν, ὁ δὲ μαρασμὸς τὴν ψευδωνυμίαν διήλεγξεν. 3.13.16 κομᾷ ταῖς εὐθυμίαις ὁ βάρβαρος· ἀλλ' οὐκ οἶδεν εὐπραγία μένειν ἐφ' ἑαυτῆς ἀδίκων βωμῶν ἐπιβαίνουσα. καὶ τὸ μὴ δίκαιον πολλάκις κρατύνεται, ἀλλὰ καὶ πρὸς φθορὰν μετατίθεται. χωρεῖτε τοιγαροῦν ἀξίως τῆς ὑμετέρας προσηγορίας πρὸς πόλεμον, ἵνα μὴ μετὰ τῶν πραγμάτων ζημιωθῶμεν 3.13.17 καὶ τὰ ὀνόματα. μὴ προδῶμεν τὰς συμμάχους ἀσπίδας, ἀλλ' ὥσπερ ἐρωμένας τινὰς ὡρικὰς ταύτας περιπτυξώμεθα, καὶ οἷα πατρίδων συνεκδήμων τινῶν τούτων ὑπερμαχήσωμεν. λακωνίσατε συμπλεκόμενοι· ἅπας ἔστω Κυνέγειρος, εἰ καὶ μὴ νηὸς ἐπιβέβηκεν. οὐδὲν τοῦ διαδρᾶναι καθέστηκε θηλυκώτερον, οὐδὲ τοῦ ἁλῶναι πέφυκεν ἀπευκτότερον. οὐκοῦν ἢ τεθνάναι προσήκει ἢ νικηφόρους τὰς ἐλπίδας τεκταίνεσθαι. 3.13.18 ἐνοπτρίσασθε τὰς νεοφύτους ἐπιστρατείας τοῦ Καίσαρος. οὐδὲν ἀπόλεκτον τοῖς ἀθροίσμασιν ἐγκατέσπαρται, ἀκηλίδωτός ἐστιν ἡ ἔκταξις· οὕτω γὰρ ηὐδόκησε τὸ τοῦ βασιλέως φιλό3.13.1 τιμον. χειρουργήσω τοίνυν ὁ δημηγόρος ἐγὼ πρῶτος τὸν πόλεμον, τὰς πάντων χεῖρας τῇ προθυμίᾳ μισθώσομαι παθεῖν τὸ μὴ παθεῖν αἰσχυνόμενος. προκόπτει δέ μοι τῶν ῥημάτων ἡ ἔφεσις, καὶ ἡ πρᾶξις τῆς θεωρίας γίνεται πρόδρομος· οἶδε γὰρ ζέσις ψυχῆς καὶ τοῖς τῆς φύσεως θεσμοῖς ἀντι3.13. τάττεσθαι. σήμερον ὑμᾶς στρατολογοῦσιν ἄγγελοι καὶ τὰς τῶν τεθνεώτων ψυχὰς ἀναγράφονται, οὐ μισθὸν ἰσοστάσιον αὐταῖς παρεχόμενοι, ἀλλ' εἰς τὸ ἀπειροπλάσιον ὑπερβαίνοντα 3.13.21 τῇ ὁλκῇ τοῦ δωρήματος. μηδεὶς φιλήδονος τὴν ψυχὴν δόρυ κινείτω, μηδεὶς φίλος τρυφῆς ὀργίων μετεχέτω πολέμου· μηδεὶς μέγα φρονῶν ἐπὶ κτήμασι κοινωνείτω τοῦ ἐγχειρήματος. ἐραστὰς κινδύνων ζητεῖ τὸ μεταίχμιον. ἄγε δή, πέρας τοῖς λόγοις ἐπιθήσωμεν ἔργοις, καὶ πρὸς παράταξιν τὴν θεωρίαν μετοχετεύσωμεν." 3.14.1 Τῶν τοιούτων τοίνυν κατηχηθέντων ταῖς δυνάμεσι λόγων, ὀργῶσιν αἱ φάλαγγες πρὸς παράταξιν καὶ πάντα παθεῖν ἀσμενίζουσι καὶ προκινδυνεύειν τῆς ἀρετῆς παροτρύνονται· συνδιετίθεντο γὰρ τὰς ψυχὰς ταῖς τοῦ στρατηγοῦ 3.14.2 παραινέσεσιν. τοῦ δὲ Μηδικοῦ ἀκηκοότος τῆς τῶν ῾Ρωμαίων ἀλκῆς τὴν προαίρεσιν, εὐθετίζεται πρὸς τὸν πόλεμον καὶ κοσμεῖται μὲν ἵππος καπφαλάροις