1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

87

6.3.7 τούτους ὁ τοῦ ἔθνους δυνάστης (ὄνομα δὲ Θεοδώριχος αὐτῷ) ἐς βασιλέα ἐξέπεμπεν ἠξίου τε συνθήκαις φορολογίας τῷ ῾Ρωμαϊκῷ συμμαχῆσαι καὶ δώροις ἀνελέσθαι πρὸς τὸν Χαγάνον 6.3.8 τὸν πόλεμον. ὁ μὲν οὖν αὐτοκράτωρ τοὺς πρέσβεις φιλοφρονησάμενος δώροις ἀπόμισθον τὴν ξυμμαχίαν ἐκέλευσε Φράγγοις παρέχεσθαι, ἀργυρολογεῖσθαι τὸ ῾Ρωμαϊκὸν ὑπὸ τῶν βαρβάρων οὐκ ἀνεχόμενος. 6.3. ῾Ο δὲ Χαγάνος ἐπενθήκας λαμβάνειν τὰς συνθήκας ἐξῄτει τὸν Καίσαρα. ἐπεὶ δὲ ὁ αὐτοκράτωρ τοῖς λόγοις τοῦ βαρβάρου ὤτων οὐκ ἐδίδου βαλβῖδα, ἀντελάμβανε παραυτίκα τὸν πόλεμον. καὶ οὖν ὁ Χαγάνος τοῖς Σκλαυηνοῖς προστάττει ἀκατίων πλήθη τεκταίνεσθαι, ὅπως πρὸς διάβασιν σχοίη τὸν ῎Ιστρον πειθήνιον. 6.4.1 οἱ μὲν τῆς Σιγγηδόνος οἰκήτορες ἀθρόαις ἐφόδοις τισὶ τῶν Σκλαυηνῶν τοὺς πόνους ληΐζονται καὶ 6.4.2 πυρὶ παρεδίδοσαν τὰ πρὸς ναυτιλίαν τούτων ἐπίχειρα. διά τοι τοῦτο πολιορκοῦσι τὴν Σιγγηδόνα οἱ βάρβαροι, ἡ δὲ πόλις ἐς τοὔσχατον ἀφικομένη κακοῦ ἰσχνὰς ἐπεφέρετο σωτη6.4.3 ρίας ἐλπίδας. ἑβδόμη δὲ ἡμέρα, καὶ ὁ Χαγάνος τοῖς βαρβάροις προσέταττε τῆς πολιορκίας ἀπέχεσθαι γενέσθαι τε ὡς αὐτόν. ἐπεὶ δὲ τὸ βάρβαρον τούτων αὐτήκοον γέγονεν, ἀπολιμπάνει τὸ πόλισμα χρυσῶν δαρεικῶν χιλιάδας ἀπενεγκά6.4.4 μενον δύο τράπεζάν τε χρυσόπαστον καὶ στολήν. καὶ οὖν ὁ Χαγάνος παρασάγγας ποιησάμενος πέντε στρατοπεδεύεται ἀνὰ τὸ Σίρμιον πλήθη τε Σκλαυηνῶν ξυλουργεῖν παρεσκεύαζεν, ὅπως 6.4.5 τὸν ποταμὸν τὸν λεγόμενον Σάον ναυτιλλόμενος διανήξηται. ὁ μὲν οὖν πρὸς τὴν ἐπιστρατείαν ἠπείγετο, οἱ δὲ σύνδρομον τῷ προστάγματι τὴν ναυτιλίαν παρείχοντο· τοιαῦτα γὰρ οἶδε τῶν ταττομένων ὁ φόβος ταξιαρχῶν ἀπεργάζεσθαι. ἐπακτρίδων γοῦν ἄρτι που τῷ βαρβάρῳ γενομένων τε καὶ προκειμένων, 6.4.6 τὸν ἀγχίθυρον ποταμὸν διαπεραιοῦται τὸ βάρβαρον. ὁ μὲν οὖν Χαγάνος δυνάμεως συντάξας ἀποδασμὸν προθέειν ἐκέλευε καὶ φοβερὰν τὴν ἐντυχίαν τῆς ἐπιστασίας ῾Ρωμαίοις παρέχεσθαι. 6.4.7 πέμπτη δὲ ἡμέρα, καὶ τῇ Βονωνίᾳ προσομιλεῖ. ὁ δὲ αὐτοκράτωρ στρατηγὸν χειροτονεῖ τῆς Εὐρώπης τὸν Πρίσκον αὐτοσχεδίῳ δυνάμει συμφράξας αὐτόν. ὁ μὲν οὖν Πρίσκος ὑποστράτηγον Σαλβιανὸν ποιησάμενος χιλίοις τε καθοπλίσας ἱππεῦσιν ἐκέλευε προκατασχεῖν τῶν ἐχυρωμάτων τὸ ἄσυλον. 6.4.8 ὁ μὲν οὖν τῆς Προκλιανῆς τὰς διαβάσεις ἀγκαλισάμενος, χάρακα θέμενος ἐναυλίζεται, πεμπταῖός τε περαιτέρω τῶν ἐχυρωμάτων γενόμενος συντυγχάνει τοῖς προθέουσι τῶν βαρβάρων. διαγνοὺς τοιγαροῦν οὐκ ἀξιόμαχον ἐπιφέρεσθαι δύναμιν πρὸς παράταξιν πρὸς τὴν τῶν ἐχυρωμάτων αὖθις ἀσφάλειαν 6.4. τὴν καταφυγὴν ἐποιήσατο. οἱ δὲ βάρβαροι προσβαλόντες ταῖς διαβάσεσιν ἐς τὸ πρόσω χωρεῖν τὴν ἐγκοπὴν ἀπελάμβανον, τῆς ἀντιθέτου θυραυλούσης τῶν ῾Ρωμαίων δυνάμεως κωλύμην παρεχομένης τοῖς τῶν βαρβάρων κινήμασιν. καὶ γοῦν ἐντεῦθεν περιίσταται ῾Ρωμαίοις τε καὶ βαρβάροις ἐς τὸ καρτερὸν συμπλοκή. 6.4.10 διημερεύσας τοίνυν ὁ πόλεμος, καὶ πολλῶν ὑπὸ τῶν βαρβάρων ἀναιρεθέντων, τὴν κρείττονα ὁ τοῦ ῾Ρωμαϊκοῦ ὑποστράτηγος ῥοπὴν ἀπελάμβανεν. πρώτη τε φυλακὴ τῆς νυκτός, καὶ ὡς τὸν Χαγάνον τὸ βάρβαρον γίνεται ἀφηγεῖταί τε τῶν 6.4.11 συγκυρησάντων τὴν ἔκβασιν. ἐξ ἑωθινοῦ τοιγαροῦν χιλιάσιν ὀκτὼ τὸν Σαμοὺρ ὁ Χαγάνος συμφράξας ἀπέστελλεν. ῾Ρωμαῖοι δὲ τὴν ἐπιγεγονυῖαν πληθὺν μὴ θαυμάσαντες ἀπρὶξ τῆς παρατάξεως εἴχοντο. ἡττηθέντων δὲ τῶν βαρβάρων, ἀνα6.4.12 λαβὼν ὁ Χαγάνος τὰς δυνάμεις ἐχώρει πρὸς πόλεμον. ὁ δὲ Σαλβιανὸς καταπλαγεὶς τὴν ψυχὴν ἐπὶ τῷ πλήθει τῶν ἀπείρων δυνάμεων, δευτέρᾳ φυλακῇ τῆς νυκτὸς τὰς διαβάσεις ἀπολιπὼν ὡς τὸν Πρίσκον ἐπάνεισιν. 6.5.1 ὁ δὲ Χαγάνος ἡμέρας τρεῖς ἀνὰ τὸν χῶρον τὸν πρὸ τῶν ἐχυρωμάτων ἐνδιατρίψας τεταρταῖος διέγνω τὸ ῾Ρωμαϊκὸν ἀποδρᾶσαν. πέμπτῃ δὲ ἡμέρᾳ ὑπὸ πρώτην ἕω τῆς πορείας ἀπήρχετο καὶ διαπεραιοῦται τὰς δυσχωρίας τῶν διαβάσεων. γίνεται γοῦν ἡμέρᾳ 6.5.2 τρίτῃ εἰς τὸ λεγόμενον Σαβουλέντε Κανάλιν. εἶτα τῇ ᾿Αγχιάλῳ