1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

83

βασιλέως ἅμα τοῖς γράμμασιν ἐν τῇ ἱερᾷ περιέθετο τραπέζῃ. 5.15.1 ῾Ο δὲ Βαρὰμ μὴ χειρωθεὶς ὑπὸ Χοσρόου ἐξαίσιον ὑπεκρούσατο κίνδυνον. τοιγάρτοι τῶν Περσῶν βασιλεὺς πάντας τοὺς κεκοινωνηκότας τῇ τυραννίδι ὀλέθρῳ παρέδοτο, αὐτόν τε Βινδόην τοῖς τοῦ Τίγριδος ἐγκάτοις κατέθετο ὡς 5.15.2 οἷα δὴ κατὰ βασιλέως χεῖρας ἐκτείναντα. αἱ δὲ σπονδαὶ ῾Ρωμαίων τε καὶ Περσῶν ἐν ἴσῃ μοίρᾳ προέρχονται. καὶ οὕτω δῆτα ἐνδόξως ὁ μέγας τε καὶ Περσικὸς ἐκεῖνος ῾Ρωμαίοις κατεπέπαυτο πόλεμος. 5.15.3 Οὐκ ἂν δὲ περιόψομαι καὶ ὅσα λέγεται Χοσρόην <τὴν> περὶ τοὺς ἀστέρας τῶν Χαλδαίων ἐξησκημένον πολυάσχολον 5.15.2 οἷα δὴ κατὰ βασιλέως χεῖρας ἐκτείναντα. αἱ δὲ σπονδαὶ ῾Ρωμαίων τε καὶ Περσῶν ἐν ἴσῃ μοίρᾳ προέρχονται. καὶ οὕτω δῆτα ἐνδόξως ὁ μέγας τε καὶ Περσικὸς ἐκεῖνος ῾Ρωμαίοις κατεπέπαυτο πόλεμος. 5.15.3 Οὐκ ἂν δὲ περιόψομαι καὶ ὅσα λέγεται Χοσρόην <τὴν> περὶ τοὺς ἀστέρας τῶν Χαλδαίων ἐξησκημένον πολυάσχολον ματαιότητα προαναγορεῦσαι κατὰ τὴν τοῦ πολέμου ἀκμήν. 5.15.4 τοῦ γὰρ στρατηγοῦ ᾿Ιωάννου τῆς τῶν ᾿Αρμενίων δυνάμεως εὐδοκίμου <ἀποσκώψαντος εἰς> αὐτὸν ἀκοσμίας ἕνεκα, καὶ ὡς οὐ δεῖ βασιλέα σκαιὸν πεφυκέναι τοὺς τρόπους τάς τε τῆς ψυχῆς ὁρμὰς ὑπεῖναι ἀλλόκοτον, φασὶ πρὸς τὸν στρατη5.15.5 γὸν λέξαι τὸν βάρβαρον· "εἰ μή περ ὑπὸ τοῦ καιροῦ ἐτυραννούμεθα, οὐκ ἂν ἐθάρρησας, στρατηγέ, τὸν μέγαν ἐν ἀνθρώποις βασιλέα βάλλειν τοῖς σκώμμασιν. ἐπεὶ δὲ τοῖς παροῦσι μέγα φρονεῖς, ἀκούσῃ τί δῆτα τοῖς θεοῖς ἐς ὕστερον μεμελέ5.15.6 τηται. ἀντικαταρρεύσει, εὖ ἴσθι, ἐς τοὺς ῾Ρωμαίους ὑμᾶς δεινά. ἕξεται δὲ τὸ Βαβυλώνιον φῦλον τῆς ῾Ρωμαϊκῆς πολιτείας κρατοῦν τριττὴν κυκλοφορικὴν ἑβδομάδα ἐτῶν. μετὰ δὲ τοῦτο πεμπταίαν ἑβδομάδα ἐνιαυτῶν ῾Ρωμαῖοι Πέρσας 5.15.7 δουλαγωγήσητε. τούτων δὴ διηνυσμένων, τὴν ἀνέσπερον ἡμέραν ἐνδημεῖν τοῖς ἀνθρώποις καὶ τὴν προσδοκωμένην λῆξιν ἐπιβαίνειν τοῦ κράτους, ὅτε τὰ τῆς φθορᾶς παραδίδοται λύσει καὶ τὰ τῆς κρείττονος διαγωγῆς πολιτεύεται." 5.15.8 οὐ μετὰ πολὺ δὲ καὶ ὁ Πρόβος τῆς Χαλκηδονέων πόλεως τὴν ἀρχιερατικὴν φροντίδα περιεβάλετο, καὶ ἤκουσέ που παρὰ 5.15. Χοσρόου παράδοξα. τοῦ γὰρ αὐτοκράτορος Μαυρικίου τοῦτον ἐς Κτησιφῶντα πρὸς Χοσρόην ἐπαποστείλαντος, ἐν σταθηρᾷ μεσημβρίᾳ τινὶ μετάκλητον εἰς τὰ ἀνάκτορα τοῦτον εἰσποιησάμενος, ἱδρῶτι περιρρεόμενος τῆς θεομήτορος εἰκόνα 5.15.10 ἠξίου παρὰ τοῦ ἱερέως θεάσασθαι. ἐπιφερόμενος οὖν ὁ ἱερεὺς τὸ ταύτης ἴνδαλμα ἐν πυκτίῳ ἐδίδου ἐς θέαν ἐλθεῖν τῷ Περσῶν βασιλεῖ. ὁ δὲ προσκυνήσας τὸν πίνακα ἔφασκε παρεστάναι αὐτῷ τὸ τούτου ἀρχέτυπον φῆσαί τε πρὸς αὐτὸν τὰς ᾿Αλεξάνδρου νίκας αὐτῷ τοῦ Μακεδόνος χαρίσασθαι· καίτοι ἤδη που ἀπολαβόντος Χοσρόου τὴν ἐς τὰ βασίλεια κάθοδον τῶν τε τυράννων ἐπικεκρατηκότος ῥύμῃ τε καὶ 5.15.11 δυνάμει τοῦ αὐτοκράτορος. διεξῄει <δὲ> ὁ Πρόβος καὶ περὶ τὴν Νινευί τινά που λείψανα τῆς ἐπὶ τῆς Βαβυλῶνος ἐγχειρηθείσης τοῖς ἀνθρώποις πυργοποιΐας ὑπεῖναι, τήν τε πλίνθευσιν, καθὰ τῷ ἱεροφάντῃ Μωσῇ διηγόρευται, εἶναι λίαν ἐπιμελῶς ἐξοπτηθεῖσαν πυρί. 5.15.12 ᾿Αλλ' ἐπεὶ τοῦ Περσικοῦ πολέμου τῇ συνθήκῃ τῆς ἀφηγήσεως ὡς οἷόν τε ἦν ἀπετερματίσαμεν τὴν ὑπόθεσιν, πρὸς τὰ τῇ Εὐρώπῃ πραχθέντα χωρείτω αὖθις ὁ κάλαμος τὰς βίβλους ναυτιλλόμενος μέλανι, ὅπως ἐπὶ τὸν λιμένα τοῦ σκοποῦ καθορμιζόμενος καὶ τὰς ἐπιφανεῖς τῶν πράξεων φόρτον φερόμενος τὰ τῶν ἀξιαφηγήτων ἀκουσμάτων πληρώσειεν. 5.16.1 ῎Αρτι γε ἄρα που τοῖς περὶ τὴν ἕω γελώσης ἡμέρας τοῖς πράγμασιν, καὶ τὴν πρόοδον οὐκ ἐκ κλίνης βαρβαρικῆς μυθικῶς ποιουμένης ῾Ομηρικώτερον, ῥοδοδάκτυλός τε ἀπανηναμένης ἀκούειν, ἐπεὶ τὸ ξίφος τοῖς αἵμασιν αὐτοῖς οὐ φοινίσσεται, τὰς δυνάμεις ὁ αὐτοκράτωρ ἐς τὴν Εὐρώπην ὡς τάχιστα μετεβίβαζεν ἐπί τε τὴν ᾿Αγχίαλον τὴν ἐκδημίαν παρασκευάζεται· διεγνώκει γὰρ τὸ ᾿Αβαρικὸν αὖθις ἐθέλειν 5.16.2 φοιτᾶν. προσδοκίμου τοιγαροῦν τοῦ βαρβαρικοῦ τυγχάνοντος, ἐς παρασκευὴν συνετέτακτο.