1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

69

Χοσρόης καὶ τὸν παρόντα καιρὸν κολακείαις ἀποπριάμενος ἔκδοτον Κομεντιόλῳ Σίτταν καθίστησιν. δευτέρᾳ δ' ἡμέρᾳ ὁ στρατηγὸς ἐπ' ὄψεσι τοῦ ὁπλιτικοῦ αἰκισάμενος τοῦτον τῷ πυρὶ παρεδίδου κατανθρακεύσας τε ταῖς φλοξὶ δίκην τῶν ἡμαρτημένων τὸν Σίτταν 4.15.17 εἰσέπραττεν. ὁ μὲν οὖν ∆ομετιανὸς ἱεροπρεπῶς ἐς τὰ περὶ τὴν ἀνάληψιν τοῦ ἄστεος διεπονεῖτο ὡς ἐνῆν ἐς τὰ μάλιστα, τούς τε συνομοσαμένους τοῖς βαρβάροις ῾Ρωμαίους ἐς τὴν 4.15.18 τοῦ ἄστεος ἅλωσιν Κομεντιόλῳ παρεδίδου τῷ στρατηγῷ. τούτων τοίνυν ἀξίας ὑποσχομένων δίκας τῶν κατὰ τῆς πατρίδος διαπεπραγμένων αὐτοῖς, ὁ ἱερεὺς τῆς σωτηρίας τὴν ἑορτὴν ἐγκαινίζων τῆς πόλεως πανήγυρίν τε τοῖς καλλινίκοις συστησάμενος μάρτυσιν ἐπὶ τῶν βημάτων τῶν ὑψηλῶν τῆς ἐκκλησίας γενόμενος, παιωνίζων ᾆσμα καινὸν τῷ Χριστῷ ἐπινίκιον τοῖς ὠσὶ τοῦ κατεκκλησιασθέντος λαοῦ τάδε που διηγόρευεν. 4.16.1 "Οὐκ ἐν πολέμοις μόνον καὶ συμπλοκαῖς καὶ ἐκτάξεσι ταῖς σάλπιγξιν ὁ ∆αβὶδ ἀλαλάζει, ἀλλὰ καὶ ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς τῷ ἐπὶ πάντων σαλπίζει θεῷ. πρέπει γὰρ καὶ πολεμικοῖς ὀργάνοις ὑμνεῖσθαι θεόν· ἀρχιστράτηγος γὰρ οὗτος ἐκτάξεως κραταιός τε καὶ δυνατὸς ἐν πολέμοις πρεσβεύεται. καὶ ἐξ ὧν ἡ εὐδόκησις πέφυκεν, ἔδει που πάντως προελθεῖν 4.16.2 καὶ τὴν αἴνεσιν. δεῦτε, καὶ ἡμεῖς ταῖς νοηταῖς ἀλαλάξωμεν σάλπιγξιν, ταῖς διανοίαις φημί, οὐ κερατίναις, ὡς ᾿Ιουδαίοις νενομοθέτηται· οὐ γὰρ ἀλόγων μέλεσι διὰ τὸ παχὺ τῆς 4.16.3 διανοίας γεραίρειν ἡμεῖς θεὸν προσετάχθημεν. συστησώμεθα γοῦν ἑορτὴν μὴ ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου καὶ μόνον [διήκουσαν], ἀλλὰ μέχρι τῆς ἄνω ἱεραρχίας αὐτοῦ τοῦ θεοῦ, ἧς ἀρχιερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ ὁ ἐκ δεξιῶν τῆς μεγαλωσύνης καθήμενος καὶ ἔστι καὶ ὀνομάζεται. 4.16.4 τῷ ὄντι γὰρ ἐν βραχίονι κράτος ἐποίησεν, ὄρη ταπεινώσας φρυάγματος, καθελὼν ἀπὸ θρόνων δυνάστας, καὶ πάλιν στηλιτεύων ἐπὶ τῆς Βαβυλωνίας τὰ μεγαλεῖα τοῦ πνεύματος. 4.16.5 δουλαγωγοῦνται γὰρ λέοντες, καὶ δράκοντες ἀποπνίγονται, καὶ Βὴλ καὶ Μίθρας ἀνδραποδίζονται, καὶ μαλθακεύεται πῦρ μήτε μαρτύρων ἐσθῆτος τυραννῆσαι δυνάμενον, ὑπὸ 4.16.6 νάφθας καὶ πίττης ἀφθόνως καταρδευόμενον. πάλιν δεξιὰ κυρίου ἐποίησε δύναμιν ἐπάρσεως καταδιαιτῶσα Χαλδαϊκῆς, οὐκ ἐν τοίχῳ, ἀλλ' ἐν οὐρανῷ τὴν προαγόρευσιν γράφουσα. καὶ διαιρεῖται Βαβυλώνια σκῆπτρα, καὶ ὑβριστὴς καταβάλλεται θρόνος, καὶ πάροινος βασιλεία συστέλλεται, καὶ τιμᾶται 4.16.7 πάλιν τὸ ταπεινούμενον, καὶ κρατύνεται τὸ νικώμενον. πάλιν τὴν στεῖραν πόλιν διὰ τὸν πόλεμον ὡς μητέρα δι' εὐτεκνίαν εὐφραινομένην ἔστι θεάσασθαι. μηδεὶς ἀμπεχέσθω τῆς βασι4.16.8 λικῆς ταύτης πανηγύρεως ἀναξίαν ἐσθῆτα. πάντες τῇ καθαρότητι τοῦ βίου λευχειμονήσωμεν, ἵνα μὴ ἀναξίως τῆς εὐωχίας τῇ ψυχῇ περιβαλόντες στόλισμα ἀνάξιοι φανῶμεν τῆς μεταλήψεως καὶ τὰ ἀκόλουθα κατακριθῶμεν τῆς ἀποτεύξεως· 4.16. ἐγκαινίζου, ἐγκαινίζου, πόλις ἀγαλλιάσεως· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπί σε ἀνατέταλκεν. τάδε μοι λέγει τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὴν ἐπαγγελίαν ἀσπάζομαι, καὶ ἡ νῦν ὑπὲρ τὴν προτέραν φαιδρότητα δόξα καθέστηκεν. 4.16.10 σὺ γὰρ δήμους μαρτύρων ἐν τοῖς ἔμπροσθεν καὶ πρεσβυτέροις χρόνοις ἐκέκτησο πᾶσαν ἀτραπὸν καὶ λεωφόρον τῶν σῶν 4.16.11 λαγόνων ἐπικυμαίνοντας. ἐπιφανεστέρα σοι τῆς ἁλώσεως ἡ ἀνάζευξις· ἣν γὰρ ἔκλεψε δόλος, νῦν φόβος ἀπέδοτο, καὶ ἣν βασιλέως βαρβάρου πανουργία κακῶς ἀπεσύλησεν, νῦν 4.16.12 ἐπιφανεστάτη δουλαγωγία καλῶς ἀντιδίδωσιν. ταύτην οἰκέτης ἐσταλμένος ὑμῖν, ὦ μάρτυρες, προσηγάγετο συμμάχους ἑλέσθαι θηρώμενος, οὓς ἀντιθέως τὸ πρότερον οὐκ ἐπρέσβευεν, ἐξ ἀποτεύξεως διδαχθεὶς τὴν εὐσέβειαν, ἐπεὶ καὶ Φαραὼ ὁ πάλαι μαστιζόμενος ἢ νουθετούμενος θεὸν σέβειν ἠνείχετο. 4.16.13 ταύτην ὑμῖν ἀνατίθησιν, μάρτυρες, Βαβυλώνιος τύραννός τε καὶ ἔπηλυς, ὁ τῆς ἑαυτοῦ βασιλείας δραπέτης, ὁ νῦν ῾Ρωμαίοις ἀντὶ πολεμίου πειθήνιος· τοσαῦτα