1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

7

ἐπαναστρέφειν ὡς αὐτὸν προσέταξε τῷ παιδί. ληʹ. ᾿Αναίρεσις τῶν παίδων τοῦ βασιλέως καὶ ἀποσφαγὴ Μαυρικίου τοῦ αὐτοκράτορος. λθʹ. Περὶ τῆς διαθήκης Μαυρικίου τοῦ αὐτοκράτορος. μʹ. ῞Οπως τῶν βασιλέων τὰ σώματα τοῖς τῆς θαλάττης παρεδίδοντο κύμασιν. μαʹ. ᾿Επιτάφιος εἰς Μαυρίκιον τὸν αὐτοκράτορα. μβʹ. ῞Οπως ἀντιδόσεις τῶν πεπραγμένων δεινῶν αἱ ῾Ρωμαίων δυνάμεις ὑπὸ τῆς θείας προνοίας ἐλάμβανον. μγʹ. ᾿Αναίρεσις Θεοδοσίου τοῦ παιδὸς τοῦ αὐτοκράτορος καὶ Πέτρου καὶ Κομεντιόλου καὶ Κωνσταντίνου. μδʹ. Περὶ τῆς γεγονυίας πλάνης, ὡς Θεοδόσιος, ὁ υἱὸς τοῦ αὐτοκράτορος, τὸν φόνον διέφυγεν. μεʹ. Περὶ τῆς δαιμονιώδους προαγορεύσεως τῆς γεγονυίας κατὰ τὴν ᾿Αλεξάνδρειαν. μϛʹ. Περὶ τῶν γεγονότων παραδόξων ὑπὸ Εὐφημίας τῆς μάρτυρος. μζʹ. ῞Οπως ὁ τύραννος Κωνσταντίναν, τὴν τοῦ βασιλέως ὁμόζυγον, ἅμα ταῖς θυγατράσιν ἐν ἰδιωτικῇ οἰκίᾳ ἐνέκλεισεν. μηʹ. Πρεσβεία τοῦ τυράννου πρὸς Χοσρόην, τὸν Περσῶν βασιλέα. μθʹ. Περὶ τῶν συμβεβηκότων Γερμανῷ τῷ στρατηγῷ. νʹ. ᾿Αναίρεσις ᾿Αλεξάνδρου τοῦ συννεωτερίσαντος τῷ τυράννῳ Φωκᾷ.

ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Αʹ 1.π.τ

[ΠΡΟΟΙΜΙΟΝ]

1.π.1 ῎Εδει μὴ μόνον τοῖς ἐκ φύσεως ἀγαθοῖς ἀλλὰ καὶ οἰκείοις εὑρήμασι κατακοσμεῖσθαι τὸν ἄνθρωπον. ἔνεστι γὰρ λόγος αὐτῷ, χρῆμά τι θεῖον καὶ ἀξιάγαστον. τούτῳ καὶ θεὸν αἰδεῖσθαι καὶ σέβειν μεμάθηκε καὶ τὰ τῆς οἰκείας ἐνοπτρίζεσθαι φύσεως, καὶ τῆς ἑαυτοῦ διαπλάσεως τὴν σύν1.π.2 ταξιν οὐκ ἠγνόησεν. τοιγάρτοι λόγῳ καὶ πρὸς ἑαυτοὺς συννεύουσιν ἄνθρωποι ἐκ τῆς ἔξω περιωπῆς ἐπ' αὐτὸν τὸν νοῦν εἰσκυκλήσαντες, τά τε περὶ τῆς σφῶν αὐτῶν δημιουργίας 1.π.3 ἀνελίττουσιν ὄργια. πολλὰ μὲν οὖν οὗτος ἀγαθὰ τοῖς ἀνθρώποις δεδώρηται καὶ συνέριθός ἐστι τῆς φύσεως ἄριστος. 1.π.4 ἃ γὰρ ἐκείνη διέλειπε λόγος τετελεσιούργηκε βέλτιστα, ἃ μὲν ἐς θέαν ἐγκαλλωπίσας, ἃ δ' ἐς γεῦσιν ἡδύνας, ἔνια πρὸς ἁφὴν τονώσας ἢ μαλακίσας, ἄλλα πρὸς ἀκοὴν μουσουργήσας, τῇ τῆς ἀπηχήσεως ἴυγγι κατακηλῶν τὴν ψυχὴν καὶ πρὸς 1.π.5 τὸ ἄκουσμα μεθελκόμενος. ἢ οὐχὶ καὶ τεχνῶν οὗτος σοφιστὴς πιθανώτατος; ἐξ ἐρίου μὲν εὐήτριον ἱστουργήσας χιτώνιον, ἐκ δὲ ξύλων γεωργοῖς μὲν τεκταινόμενος ἐχέτλην, πλωτῆρσί τε κώπην, τῷ τε στρατιώτῃ πέλτην καὶ γέρρον κινδύνων 1.π.6 πολεμικῶν ἀμυντήρια. ἀξιολογώτατόν τε πάντων, τὸ τῆς 1.π.6 ἱστορίας διέθετο πολυπειρότατον ἀκοῇ μὲν ἥδυσμα, τῇ δὲ ψυχῇ παιδευτήριον· οὐδὲν γὰρ ταῖς φιλοπευθέσι ψυχαῖς 1.π.7 ἔνεστιν ἱστορίας ἐπαγωγότερον. ἱκανὸν δέ τῳ τεκμηριῶσαι ῾Ομηρικῆς τι δέλτου διήγημα. ἐπὶ τὴν ᾿Αλκινόου τοῦ βασιλέως αὐλὴν ὁ τοῦ Λαέρτου παῖς ἔναγχος ἐκ τοῦ θαλαττίου κλύδωνος ἐπὶ τὴν ἤπειρον ἐκβρασθεὶς ἐξενίζετο, καὶ πολλὴ ἀμφὶ τὸν 1.π.8 ᾿Οδυσσέα φιλοφροσύνη περιεκέχυτο. πρόχειρον γὰρ ἦν γυμνῷ καὶ τετρυχωμένῳ τὸ σῶμα συμφορᾷ ναυαγίας ἐσθῆτα λαμπρὰν ἐμπορπήσασθαι, ὑπῆν δ' αὐτῷ καὶ κοινὸν τῆς βασιλέως τραπέζης ἀξίωμα. καὶ οὖν τῷ ἐπήλυδι παρείχετο καὶ γλώττης 1.π. ἐλευθερία καὶ διηγημάτων ἐκθέσεως ἄδεια. τοὺς δὲ Φαίακας οὕτω τὰ τῆς ἱστορίας ἐνηύφραινεν ὡς χαίρειν εἰπόντας τῷ πότῳ θέατρον εἶναι δοκεῖν τὸ συμπόσιον καὶ διανιστᾶν τὰ ὦτα καὶ κεχηνέναι θεωμένους τὸν ἄνδρα καὶ τῷ μήκει 1.π.10 μηδαμῶς τῆς διηγήσεως ἀποκναίεσθαι. καίτοι τὰ πολλὰ τῶν ἀφηγημάτων κατηφεῖς εἶχε τὰς ὄψεις· μεγίστων γὰρ κινδύνων ἐμπειρία περιέρρει τῇ συνουσίᾳ. λίχνον γὰρ ἀκοὴ καὶ 1.π.11 ἀκόρεστον, ἑστιωμένη λόγον παράδοξον. ἔνθεν ἄρα καὶ τοὺς ποιητὰς ἐπὶ