1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

70

γὰρ ὑμεῖς τοῖς 4.16.14 ἀνθεστηκόσιν ἐπαλαμήσασθε. ἐξέστη ὁ τύραννος ἐπὶ τούτοις, ἔμφοβος καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. ἐπετίμησε γὰρ τοῖς ἔθνεσιν ὁ ὢν ἀπ' ἀρχῆς, καὶ τῆς δεξιᾶς αὐτοῦ ἡ ἀλλοίωσις αὕτη. ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτῆς, καὶ τὸ κατάντημα μέχρι τῶν περάτων τῆς γῆς, καὶ ἐθεασάμεθα τὴν δόξαν 4.16.15 αὐτῆς πλήρη χάριτος καὶ δυνάμεως. οἱ γείτονες ποταμοὶ προφητικῶς χεῖρας κροτείτωσαν, φερωνύμως νῦν ὁ Εὐφράτης ἐπὶ τοῖς μεγαλείοις εὐφραινέσθω τοῦ κτίσαντος, ὁ Τίγρις μεταβαλέτω τὸ θηριῶδες πρὸς τὸ φιλάνθρωπον· ἡ κραιπάλη 4.16.16 γὰρ τῶν φόνων αὐτῷ καταλέλυται. ᾄσωμεν ᾠδὴν τῷ κυρίῳ σωτήριον, ᾄσωμεν αὐτῷ μετὰ τῶν μαρτύρων ἐπινίκιον ὕμνον. ἀναγγείλωμεν ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος τὴν δόξαν αὐτοῦ σκιρτῶντες τῷ πνεύματι· οὐ γὰρ θρῆνον ᾿Ιουδαϊκὸν κατεκρίθημεν ἢ αἰσχύνην αἰχμαλωσίας ὑπὸ τῶν λαφυραγωγησάντων 4.16.17 ὀνειδιζόμεθα. προτάξωμεν ἡγεμόνα τῆς εὐφροσύνης τὸν κύριον, ἵνα μὴ τῆς ἄνω ῾Ιερουσαλὴμ ἐπιλαθώμεθα καὶ ἡ γλῶσσα ἡμῶν κολληθείη τῷ λάρυγγι ὡς κακῶς μὴ μεγαληγοροῦσα τοῦ θεοῦ τὰ παράδοξα. νῦν ἡ θυγάτηρ Βαβυλῶνος κατὰ τὸ γεγραμμένον ὄντως ταλαίπωρος, ἡ τῶν ἀγερώχων ἐπιβαίνουσα σκήπτρων, καὶ μακαρίζεται βασιλέως εὐσέβεια οὐκ ἐπάγουσα ταύτῃ τὸν ἰσοστάσιον ὄλεθρον ἢ ἀντεπιφέρουσα 4.16.18 τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν ἡμῖν. τελειοῦται γὰρ αὕτη διαθήκη δευτέρα μὴ ἀντιταλαντεύειν τῷ κακῷ τὴν ἀντίδοσιν εἰσηγουμένη τῷ νοητῷ ᾿Ισραήλ, καὶ βασιλεὺς οὐκ ἀποδοκιμάζεται σήμερον οἰκτείρων πολέμιον, οὔτε Σαμουὴλ ἐπὶ τούτῳ 4.16.1 διαπληκτίζεται παντοκράτορι κυρίῳ ζηλῶν. ὁ γὰρ ᾿Ιησοῦς ὁ Χριστός, ὁ παλαιὸς ἡμερῶν καὶ πρεσβύτερος, εὐσεβέστερον θυσίας οἶδε τὸν ἔλεον, καὶ τὴν πατρῴαν βασιλείαν κατακληροδοτεῖ τοῖς οἰκτείρμοσιν, καὶ φιλανθρωπίας ἔχων ὑπόθεσιν καὶ δούλου λαμβάνει μορφήν, καὶ τοῖς ἀνθρώποις συναναστρέφεται, καὶ τὴν φάτνην γνωρίζει, καὶ προσίεται σπάργανα, καὶ φεύγει τυραννοῦσαν τὴν μάχαιραν, καὶ τῇ 4.16. Αἰγύπτῳ προσομιλεῖ, εἶτα τὴν Ναζαρὲτ κατοικεῖ, καὶ Γαλιλαῖος κηρύττεται, καὶ σοφίᾳ προκόπτει, καὶ φθόνῳ κακίζεται, καὶ ὑπὸ Σαδδουκαίων πειράζεται, καὶ μετὰ τῶν ἁμαρτωλῶν συναυλίζεται, καὶ πρὸς πάθος ἐκδίδοται, καὶ σταυρὸν καταδέχεται, καὶ μετὰ τῶν ἀνόμων λογίζεται, καὶ τάφον ἀσπάζεται, καὶ μεταφοιτᾷ πρὸς ἀνάστασιν, καὶ πάντα παθὼν κατησμένισεν, ἓν μόνον ἡμῶν ἀπολαύων, ὃ καὶ σωζόμεθα. 4.16.21 ᾄσωμεν τῷ κυρίῳ, οὐκ ἐξόδιον ᾆσμα· ἐπιβατήριος γὰρ ἡ πανήγυρις, καὶ πόλις καὶ ναὸς ἐγκαινίζεται, καὶ νόμος ἀνακαινίζεται πάτριος, καὶ ῥώννυται πίστις ἀκίβδηλος, καὶ τὸν ἐγκαινίζοντα βλέπω Χριστὸν ἐν μέσῳ τῆς ἐκκλησίας τῶν τροπαίων τὰ σύμβολα ἐπὶ τῶν ὤμων περιφερόμενον. ὁ δὲ θρίαμβος ὁ σταυρός, δι' οὗ ξενηλατεῖται τὸ βάρβαρον, τὸ 4.16.22 δὲ ῾Ρωμαϊκὸν εἰσοικίζεται. ᾄσωμεν τῷ κυρίῳ καὶ ὕμνον ἐξόδιον· ἐξοικίζεται γὰρ τοῦ ἄστεος ὥσπερ ὗς ἐκ δρυμοῦ τὸ Βαβυλώνιον φῦλον τὸ καταπατεῖν τὰ ἅγια τοῖς ποσὶν ἐγχειροῦν καὶ τοὺς μαργαρίτας τῆς πίστεως τοῖς ὄνυξιν ὑποθραύειν 4.16.23 καταμαινόμενον. μιμησώμεθα τοὺς ἐπὶ τῆς Βαβυλωνίας δοξολογήσαντας καὶ τῆς ἐκείνων χοροστασίας θιασῶται γενώμεθα· ἀνενέργητον γὰρ καὶ νῦν τῶν Χαλδαίων τὸ πῦρ καταφλέξαι τῶν μαρτύρων τὸ πόλισμα. εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ τὰ πεδία χαιρέτωσαν· κατεβλήθη 4.16.24 γὰρ ἔθνη τὰ φιλοπόλεμα. διέγνωσαν προφητικῶς ὅτι ἄνθρωποι καθεστήκασιν, καὶ τῆς ἑαυτῶν συντάξεως νῦν τὴν φύσιν οὐκ ἠγνοήκασιν, καὶ ἃ μαθεῖν οὐκ ἐνῆν εὐπραγήσαντας, 4.16.25 τεταλαιπωρημένους διδαχθέντας ἔστι θεάσασθαι. ταῦτα ὑπὸ τῆς χαρᾶς ὑμῖν σχεδιάσαντες ὕμνον ὑμῖν ἀπαρασκεύαστον προστεθείκαμεν, τράπεζαν ἀγγέλων, συμπόσιον ἁπλοϊκὸν καὶ ἀποίκιλον· φιλεῖ γὰρ τὸ θεῖον καὶ τοῖς ἀσυντάκτοις γεραίρεσθαι καὶ τὰ μὴ μεγαλοπρεπῆ τῆς δορυφορίας προσίεσθαι ἐν καινίσει καρδίας οὐκ ἐν ὄγκῳ δωρήματος ἐξετάζον τῆς εὐχαρι4.16.26 στίας τὴν πρόοδον. τὸν πατέρα