1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

110

καὶ ψυχράν, ἔτι δὲ καὶ κισηρώδη τὴν φύσιν, ῥαγάδας τε μεγάλας καὶ διηνεκεῖς ἔχειν, καὶ διὰ τούτων εἰς ἑαυτὴν ἀναλαμβάνειν πλῆθος ὑγρότητος, καὶ κατὰ μὲν τὴν χειμερίαν ὥραν τοῦτο συνέχειν ἐν ἑαυτῇ, θερινῶν δὲ ἀπαρχομένων τροπῶν ὥσπερ ἱδρῶτάς τινας ἐξ αὐτῆς πανταχόθεν ὑπεῖναι, καὶ διὰ τοῦτο 7.17.22 πληροῦν τὸν ποταμόν. ὁ μὲν οὖν ῎Εφορος δῆλός ἐστι μὴ μόνον <οὐ> τεθεαμένος τὴν Αἴγυπτον, ἀλλὰ μηδὲ παρὰ τῶν ἰδόντων τὰ κατὰ τὴν χώραν ταύτην ἐπιμελῶς πεπυσμένος. 7.17.23 πρῶτον μὲν γάρ, εἴπερ ἐξ αὐτῆς τῆς Αἰγύπτου ὁ Νεῖλος τὴν αὔξησιν ἀπελάμβανεν, οὐκ ἂν ἐν τοῖς ἀνωτέρω μέρεσιν ἐπληροῦτο, διὰ πετρώδους καὶ στερεᾶς χώρας φερόμενος· νῦν δὲ πλείω τῶν ἑξακισχιλίων σταδίων διὰ τῆς Αἰθιοπίας διαρρέων ἔχει τὴν αὔξησιν πρὶν ἢ ψαύσῃ τῆς Αἰγύπτου. 7.17.24 ἔπειτα εἰ μὲν τὸ ῥεῦμα τοῦ Νείλου ταπεινότερον ἦν τῶν κατὰ τὴν ποταμόχωστον γῆν ἀραιωμάτων, ἐπιπολαίους ἂν εἶναι τὰς ῥαγάδας συνέβαινεν, καθ' ἃς ἀδύνατον ἦν διαβαίνειν τοσοῦτον πλῆθος ὑδάτων· εἰ δὲ ὑψηλότερον τόπον ἐπεῖχεν ὁ ποταμὸς τῶν ἀραιωμάτων, ἀδύνατον ἦν ἐκ τῶν ταπεινοτέρων κοιλωμάτων εἰς τὴν ὑψηλοτέραν ἐπιφάνειαν 7.17.25 τὴν τῶν ὑδάτων σύρρευσιν γίνεσθαι. καθόλου δὲ τίς ἂν δυνατὸν ἡγήσοιτο τοὺς ἐκ τῶν κατὰ τὴν γῆν ἀραιωμάτων ἱδρῶτας τοσαύτην αὔξησιν τῷ ποταμῷ εἰσποιεῖν, ὥστε ὑπ' αὐτοῦ σχεδὸν πᾶσαν τὴν Αἴγυπτον ἐπικλύζεσθαι; ἀφίημι γὰρ καὶ τὸ ψεῦδος τῆς τε ποταμοχώστου γῆς καὶ τῶν ἐν τοῖς ἀραιώμασι τηκομένων ὑδάτων, ἐπιφανῶν ὄντων τῶν ἐν 7.17.26 τούτοις ἐλέγχων. ὁ μὲν γὰρ Μαίανδρος ποταμὸς κατὰ τὴν ᾿Ασίαν πολλὴν χώραν πεποίηκε ποταμόχωστον· καίπερ τῶν συμβαινόντων περὶ τὴν ἀναπλήρωσιν τοῦ Νείλου τὸ σύνολον 7.17.27 οὐδὲν θεωρεῖς γινόμενον. ἀλλὰ καὶ περὶ τὴν ᾿Ακαρνανίαν ὁ καλούμενος ᾿Αχελῷος ποταμὸς περί τε τὴν Βοιωτίαν ὁ Κηφισὸς ἐκ τῶν Φωκέων οὐκ ὀλίγην χώραν προσέχωσαν, ἐφ' ὧν ἀμφοτέρων ἐλέγχεται φανερῶς τοῦ ᾿Εφόρου τὸ ψεῦδος. 7.17.28 καὶ ταῦτα μὲν πρὸς τὸν ῎Εφορον· τῶν δὲ ἐν Μέμφιδι φιλοσόφων τινὲς ἐπεχείρησαν αἰτίαν φέρειν τῆς πληρώσεως ταύτην. φασὶ διαιρεῖσθαι εἰς τρία τὴν γῆν, καὶ ἓν μὲν ὑπεῖναι τὸ κατὰ τὴν ἡμετέραν οἰκουμένην (δέον γὰρ οὕτως εἰπεῖν), ἕτερον δὲ τὸ τούτοις τοῖς τόποις ἀντιπεπονθὸς ταῖς ὥραις, τὸ δὲ τρίτον μεταξὺ κεῖσθαι τούτων, ὑπάρχειν δὲ καὶ διὰ 7.17.2 καῦμα λίαν ἀοίκητον. εἰ μὲν οὖν ὁ Νεῖλος ἐποιεῖτο τὰς ἀναβάσεις κατὰ τὸν τοῦ χειμῶνος καιρόν, δῆλον ὑπῆρχεν ὡς ἐπὶ τῆς καθ' ἡμᾶς ζώνης λαμβάνει τὴν σύρρευσιν, διὰ τὸ περὶ τούτους τοὺς καιροὺς μάλιστα γίνεσθαι παρ' ἡμῖν 7.17.30 τὰς ἐπομβρίας. ἐπεὶ δὲ τοὐναντίον περὶ τὸ θέρος πληροῦται, πιθανὸν εἶναι κατὰ τοὺς ἀντικειμένους τόπους γεννᾶσθαι τοὺς χειμῶνας, καὶ τὸ πλεονάζον τῶν κατ' ἐκείνους τοὺς τόπους ὑδάτων εἰς τὴν καθ' ἡμᾶς γίνεσθαι οἰκουμένην. διὸ καὶ πρὸς τὰς πηγὰς τοῦ Νείλου μηδένα δύνασθαι παρελθεῖν, ὡς ἂν ἐκ τῆς ἐναντίας ζώνης διὰ τῆς ἀοικήτου 7.17.31 φερομένου τοῦ ποταμοῦ. μαρτυρεῖν δὲ τούτοις καὶ τὴν ὑπερβολὴν τῆς γλυκύτητος τοῦ κατὰ τὸν Νεῖλον ὕδατος· διὰ γὰρ τῆς κεκαυμένης αὐτὸν ῥέοντά φασι λίαν καθέψεσθαι καὶ διὰ τοῦτο γλυκύτατον εἶναι πάντων τῶν ποταμῶν, ἅτε δὴ φύσει τοῦ πυρώδους ἅπαν τὸ ὑγρὸν ἀπογλυκαίνοντος. 7.17.32 ἡμεῖς δὲ καὶ πρὸς τοῦτο λέξομεν. ἀδύνατον γὰρ εἶναί φαμεν ποταμὸν ἐκ τῆς ἀντικειμένης οἰκουμένης εἰς τὴν ἡμετέραν ἀναφέρεσθαι γῆν, καὶ μάλιστα εἴ τις ὑπόθοιτο σφαιροειδῆ 7.17.33 τὴν γῆν πεφυκέναι. πῶς γὰρ μόνος ὁ Νεῖλος ἐξ ἐκείνης φέρεται τῆς οἰκουμένης πρὸς τοὺς τόπους τοὺς καθ' ἡμᾶς; εἰκὸς γὰρ εἶναι καὶ ἑτέρους ποταμούς, καθάπερ καὶ παρ' 7.17.34 ἡμῖν. ἀλλὰ καὶ ἡ περὶ τῆς τοῦ ποταμοῦ τούτου γλυκύτητος αἰτία παντελῶς ἄλογος καὶ ἀναπόδεικτος πάντῃ καθέστηκεν. εἰ γὰρ καθεψόμενος ὑπὸ τῶν καυμάτων ὁ ποταμὸς ἐγλυκαίνετο, πολύγονος οὐκ ἂν ὑπῆρχέ ποτε, οὐδὲ ποικίλας ἰχθύων καὶ θηρίων ἰδέας ἐκέκτητο· πᾶν γὰρ ὕδωρ ἀπὸ τῆς πυρώ7.17.35 δους οὐσίας ἀλλοιωθὲν ἀλλότριόν ἐστι