1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

50

τε καὶ τοῖς θώραξιν, σιδηροφορεῖται δὲ καὶ τὸ μάχιμον, ἐπιβάντες τε τῶν ἵππων συμπεφραγμένῃ τάξει τινὶ ἐπῄεσαν ἠρέμα ῾Ρωμαίοις μετὰ 3.14.3 σοβαροῦ του βαδίσματος. τοίνυν καὶ τοῦ ῾Ρωμαϊκοῦ φραξαμένου ἤρθη τὰ σημεῖα. ἀτὰρ περιλαλοῦσιν αἱ σάλπιγγες, ἐς ὕψος ἡ κόνις ἐχόρευεν, ὁ δὲ θρῦλος διεχεῖτο πελαγίζων τὸν χῶρον καὶ τῷ ψόφῳ κυμαίνων τοῦ χρεμετίσματος τῇ τε δονήσει τῶν ὅπλων περιρρεόμενος ἅπασαν εἰκότως φωνὴν 3.14.4 μετέβαλλε πρὸς τὸ ἄναρθρον. τὸ μὲν οὖν βάρβαρον ἐπὶ μήκους διατείνει τὴν τάξιν φαντασίαν ἀπείρου πλήθους ἐντεῦθεν οἰόμενον ταῖς ἀντιπαλαμωμέναις ποιεῖσθαι δυνάμεσιν· 3.14.5 τὸ δὲ ῾Ρωμαϊκὸν βαθεῖαν τὴν σύνταξιν ποιησάμενον πυκνότητι βρίθουσαν, ὡς μονονουχὶ εἶναι δοκεῖν στερεμνίαν καὶ ἀντίτυπον σιδήρῳ πατταλευθεῖσαν καὶ ἀντιχαλκευομένην ἑστάναι παράταξιν δίκην ἀνδριάντων ἀκινήτως ἐχόντων καὶ μόνον τοῖς σχήμασι δοκούντων πολέμων ὀρέγεσθαι, κατέπληττέ τε τῇ θέᾳ τὸ βάρβαρον, ὡς ὑποσαίνεσθαι διὰ τὴν ὄψιν ἐντεῦθεν τὰς τῶν Μήδων ψυχὰς πρὸς τὰ μαλθακώτερα τῆς 3.14.6 ἀνανδρίας κινήματα. οἱ μὲν οὖν Βαβυλώνιοι κατὰ τῶν ῾Ρωμαϊκῶν ἀθροισμάτων ἐπετοξάζοντο, ὡς τὰς ἡλιακὰς ἀποκρύπτειν ἀκτῖνας τῇ ἐκπομπῇ τῶν βελῶν, καὶ τῇ ῥαγδαίᾳ τῶν δονάκων ἐκχύσει τέγος ὑπόπτερον ἐν τῷ ὑπὲρ κεφαλῆς ἠέρι κατεστορέσθαι δοκεῖν τῇ πτήσει τῶν ἀκοντίων σχεδιαζό3.14.7 μενον. ῾Ρωμαῖοι δὲ πρὸς τὴν κατασυστάδην συμπλοκὴν ἐνεχείρησαν δόρασί τε καὶ ξίφεσι τὸ βάρβαρον ἀμυνόμενοι, τῆς ἐπιφορᾶς τῶν βελῶν τὴν ἐπιβολὴν διατέμνοντες, ἐντεῦθέν τε ἐκλύτους τῶν σοφισμάτων τοὺς ἀντικαθεστῶτας διατι3.14.8 θέμενοι προτερεύουσιν εἰς τὸν πόλεμον. τοιγαροῦν ἀξιολογωτάτης ῾Ρωμαίοις τε καὶ Πάρθοις γενομένης τῆς μάχης, τῆς τε Περσικῆς παραλυθείσης ἐκτάξεως διὰ τὸ μὴ πρὸς βάθος συνεστάναι τὸ στῖφος, οὐραγούσης τε δυνάμεως διηπορημένης τῆς Βαβυλωνίας παρασκευῆς, τοῦ ἀντερείδοντος μὴ ὑπόντος, εἶτα ἐπιβριθούσης τῆς ἀντιθέτου δυνάμεως, πρὸς ὄλεθρον 3.14. εἶδε τὸ βάρβαρον ἀποκλίνει τε πρὸς φυγήν. καὶ μυοῦνται μὲν Πέρσαι τὰ τῶν ἐναντίων ἐλπίδων, παιδεύονται δὲ τῷ 3.14.10 παραδείγματι μὴ μέγα φρονεῖν ἐπὶ τοῖς ἀδικήμασιν. οἱ μὲν οὖν Βαβυλώνιοι ᾗ ποδῶν εἶχον ἀπεδίδρασκον ἡττηθέντες, ῾Ρωμαῖοι δ' ἐχόμενοι τῆς ἐπιθέσεως τῶν κακῶν τοῖς Πάρθοις πεῖραν ἐδίδοσαν. οὐ μὴν ἀλλὰ πρὸς ἐπὶ τούτοις καὶ τὸν Περσικὸν ληΐζονται χάρακα τά τε σκηνοπήγια τοῦτο βασιλέως προενομεύσαντο καὶ πᾶσαν τὴν ἀποσκευὴν λαφυραγωγοῦνται λαμπρῶς· τῶν τε ἐλεφάντων κρατήσαντες ἅμα τοῖς σκύλοις 3.14.11 τοῖς Περσικοῖς παραπέμπουσι πρὸς τὸν Καίσαρα. ἐπεὶ δ' ἡττήθη ὁ τῶν Περσῶν βασιλεὺς καὶ τὴν ἀνάζευξιν οἴκαδε ἐπονείδιστον ἐπεποίητο, ἐπὶ τὴν Μελιτηνὴν γεγονὼς ἐνεπίμπρα τὴν ὥραν τοῦ ἄστεος, ἄφρακτον οὖσαν εὑρὼν ἠρεμίας τε πάσης κατάκομον, Εὐφράτην τε διαβὰς διὰ τῆς ᾿Αρζανηνῆς τὴν ἀναχώρησιν ἐποιήσατο νόμῳ τὴν αἰσχύνην στηλιτεύσας τοῦ ἀτυχήματος· θεσμοθετεῖ γὰρ μὴ τὰς ἐπὶ πόλεμον ἐξόδους προσήκειν ἐς τὸ λοιπὸν βασιλέα Περσῶν ἐμπορεύεσθαι. 3.15.1 Οὕτω μὲν οὖν τῷ νόμῳ θριαμβεύσας ὁ τῶν Περσῶν βασιλεὺς τὸ ἀπαίσιον διηπορεῖτο ὅ τι καὶ πράξειεν. τὸ δὲ ῾Ρωμαϊκὸν ταῖς Περσικαῖς συνεπετίθετο συμφοραῖς καὶ πρὸς τὰ ἐνδόμυχα τῆς Βαβυλωνίας ἐχώρησεν, κεραΐζεταί τε καὶ περιτέμνεται πάντα τὰ ἐν ποσίν, καὶ τὰ ἐντυγχάνοντα 3.15.2 τῆς διαφθορᾶς ἐγίνετο παρανάλωμα. τῆς τοίνυν ῾Υρκανικῆς θαλάττης ἐπιβάται γενόμενοι πλεῖστά τε δράσαντες καὶ χειρουργήσαντες τοῖς Πάρθοις ἀπαίσια εἰς τὴν ἑαυτῶν οὐκ ἀνέζευξαν· χειμῶνος γὰρ ὥρα τοῖς πράγμασι συνεκύρησεν, καὶ τὰ τῶν ἀτυχημάτων τῇ Περσίδι κατελιπαίνετο. ἦρος δ' ἐνδημήσαντος ἐπανῆκον ῾Ρωμαῖοι ἐπιφερόμενοι καὶ τὴν ἀνδρα3.15.3 γαθίαν συνέκδημον. οἱ μὲν οὖν Μῆδοι τὰ συμβεβηκότα φέρειν οὐκ ἔχοντες εἰς τὸν βασιλέα τὸν σφῶν αὐτῶν γυμνῇ τῇ κεφαλῇ ἐβλασφήμουν ἀσχάλλοντες. παρελύπει γὰρ αὐτοὺς ἐς τὰ μάλιστα ἡ τοῦ πολέμου