1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

75

τινὶ ἐς συμπλοκὴν ἐξοιστρούμενοι· 5.5.2 οἶδε γὰρ καὶ λόγων ἀλκὴ θανάτου καταφρονεῖν. τοίνυν ἀπάραντες ἐντεῦθεν εἰς τὸ πρόσω ἐχώρουν. ἡ δὲ φρουρὰ τῷ Χοσρόῃ ὑπὸ τοῦ ῾Ρωμαϊκοῦ συνετέτακτο· οὐ γὰρ ἡ ἐπι5.5.3 χώριος τούτῳ ἀσφάλεια τὸ πιστὸν ἀνελάμβανεν. ὁ μὲν οὖν ∆ομετιανὸς ἐς τὴν ῾Ρωμαίων πολιτείαν ἐπάνεισι κυρώσας Ναρ-σῆν στρατηγὸν τοῦ πολεμικοῦ· τὸ δὲ στρατόπεδον πλησίον 5.5.4 Μύγδονος ποταμοῦ χάρακα διεγράψατο. ὁ δὲ Σαράμης προηγεῖτο τῆς στρατείας τούς τε ἐπισιτισμοὺς ἐρανιζόμενος εἰς ὅσον ἀποχρῆν τράπεζαν τῷ συμμαχικῷ παρεσκεύαζεν. τρίτῃ δὲ ἡμέρᾳ ἐς τὸν Τίγριν αὐτὸν τὸ ῾Ρωμαϊκὸν παραγίγνεται, καὶ τέως <τῆς> ἐς τὸ πρόσω φορᾶς ἀνεκόπτετο τὰς 5.5.5 ἐπὶ τῆς ᾿Αρμενίας ῾Ρωμαϊκὰς δυνάμεις ἀπεκδεχόμενον. ὁ δὲ Χοσρόης χιλίους ἐκ τῆς περὶ αὐτὸν φρουρᾶς κοσμίως ἐκτάξας διαπεραιοῦσθαι αὐτοῖς τὸν ποταμὸν ἐγκελεύεται, καὶ ὅπως 5.5.6 ἔχει δυνάμεως ἡ ἀντικαθεστῶσα ἀνιχνεύεσθαι δύναμις. οἱ μὲν οὖν τὸν ποταμὸν διανηξάμενοι πρὸς τῷ Ζαβᾷ γίνονται ποταμῷ· ἀκηκοότες τε Βρυζάκιον οὐ πόρρω στρατοπεδεύεσθαι, ὃν ἐπὶ διασκοπῇ ὁ Βαρὰμ ἀπεστέλλετο τῆς ῾Ρωμαϊκῆς ἐπιφοιτήσεως σὺν δυνάμει πολλῇ, χωροῦσιν ἐς αὐτόν, καὶ ἀθρόως περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐπιστάντες, τοῦ πολέμου κρατήσαντες ἐζώγρησαν τὸν Βρυζάκιον, ὦτα τε καὶ ῥῖνα τῇ 5.5.7 κοπίδι κατατεμόμενοι ἐς βασιλέα Χοσρόην ἐξέπεμπον. ὁ δὲ Χοσρόης ἐπιδεξίου τῆς ἐπιβολῆς αὐτῷ γενομένης εἰς μέγα ἤρθη χαρᾶς· διεγνωκώς τε τὴν τῶν ἐναντίων διάνοιαν παραθήγει τὸν τῆς ῾Ρωμαϊκῆς δυνάμεως ἔξαρχον μὴ διαχεῖν τὸν 5.5.8 καιρὸν παρεχόμενον αὐτοῖς δυσμαχωτάτην ἐπίτευξιν. διά τοι τοῦτο διαπορθμεύονται τὸν ῥοῦν αἱ δυνάμεις καὶ τῷ ∆ιναβαδών, οὕτω καλουμένῳ χώρῳ, τάφρῳ περιστοιχίζονται, ἔνθα δὴ Χοσρόης ῾Ρωμαίων τε καὶ Μήδων τοὺς ἡγεμόνας εἱστία. ἤδη δὲ τοῦ δείπνου μεσοῦντος, ὁ Βρυζάκιος δέσμιος ἐς μέσον 5.5. παράγεται, ῥῖνα καὶ ὦτα ἀνάπηρος. ὅτε δὲ παιγνίων τοῖς δαιτυμόσι παρανάλωμα γέγονεν, ἐπιδείπνιον ὁ βασιλεὺς θέαν τοῖς δαιταλεῦσιν ὥσπερ ἀξιόλογον χαριζόμενος, τοῖς ὑπασπισταῖς τοῖς περὶ αὐτὸν ἀσήμῳ προστάξας θεσπίσματι τῷ σχήματι τῆς χειρὸς θανάτῳ τοῦτον ἐκδίδωσιν· οὐ γὰρ εὐωχουμένοις θέμις τοῖς Πέρσαις διαλαλεῖν. οἱ μὲν οὖν ἐκκεντήσαντες 5.5.10 τὸν Βρυζάκιον ἀνεῖλον, ὡς προσετάχθησαν. ἀναμεμιγμένου τοίνυν τοῦ δείπνου καὶ αἵμασιν, ἀκροτελεύτιον ἡδονὴν τοῖς ἐγκλίτοις ὁ Χοσρόης παρείχετο· μύροις γὰρ αὐτοὺς κατομβρίσας ἀναδήσας τε στεφάνοις τοῖς ἄνθεσιν ἐπινίκιον πίνειν ἐκέλευεν. 5.5.11 οἱ μὲν οὖν τότε ἱλαρυνθέντες ἐπὶ τῇ πανδαισίᾳ εἰς τὰς ἑαυ5.5.11 τῶν σκηνὰς ἀπῄεσαν ταῦτα δὴ διηγούμενοι ὅσαπερ αὐτοῖς ἑστιωμένοις ἀπήντησεν· καὶ ἦν Βρυζάκιος τῶν τοῦ λόγου μελῶν τὸ ἐπίσημον. 5.6.1 Τῇ δὲ ἐσαύριον βασιλεὺς Χοσρόης τό τε συμμαχικὸν τὸν Ζαβᾶν ποταμὸν διεπεραιώσατο. Μεβόδης δὲ ὁ Πέρσης ὁ ἐς τὸ Σιγγάρων σταλεὶς τῇ Βαβυλωνίᾳ προσέβαλλεν, καὶ ἄγχιστα τῶν βασιλείων γενόμενος πόλεων τῷ ἐφεστηκότι τοῦ βασιλικοῦ πρυτανείου ἐξέπεμπεν ἄγγελον, μεγάλην ἐπισιτισμοῦ παρασκευὴν αὐτὸν ἀπεργάσασθαι, χρημάτων τε ἐπιδόσεις ἱκανὰς καταθεῖναι, πλήθη πολλὰ συμμαχικῶν αὐτῷ συρρευσάντων δυνάμεων, εἶναί τε θάνατον τῆς ῥαθυμίας 5.6.2 ζημίαν. ὁ μὲν οὖν τοῦ πρυτανείου τὴν φροντίδα περιβαλόμενος ἐπιδεικνύει τοῦ Μεβόδου τὰ γράμματα τῷ ἐπιστατεῖν τῶν βασιλικῶν θησαυρῶν ἐς τὰ βασίλεια ὑπὸ τοῦ Βαρὰμ 5.6.3 καταλειφθέντι. ὁ δὲ καταπλαγεὶς τὴν ψυχήν, μεσούσης νυκτὸς τὸ περὶ αὐτὸν στρατιωτικὸν συναγείρας εἰς τὴν 5.6.4 Κτησιφῶντα χωρεῖ, καταλιπὼν τὴν Σελεύκειαν. λέγεται δὲ τὴν Σελεύκειαν τὸν ἐπίκλην Νικάτορα Σέλευκον μέσον τοῖν δυοῖν ποταμοῖν οἰκοδομήσασθαι, ὧν ὁ μὲν Τίγρις ἐπὶ τὴν Περσικὴν θάλατταν ἔκχυτός ἐστιν ὅλῳ τῷ ῥεύματι, ὁ δὲ Εὐφράτης περὶ τουτονὶ τὸν χῶρον γινόμενος διατέμνεται τρίχα τό τε οἰκεῖον ὄνομα ἀποβάλλει καὶ διαφόροις προση5.6.5 γορίαις ὀνομάζεται. τούτου ἡ μὲν μία ἀπόρροια διώρυξι