1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

105

τούτῳ τῷ χρόνῳ ὁ παρὰ τοῖς ᾿Αβάροις Χαγάνος τιμώμενος τὰ περὶ ἑαυτὸν συλλεξάμενος πλήθη περὶ τὴν Θρᾳκικὴν Μυσίαν χωρεῖ, εἶτα Τομέᾳ τῇ πόλει ἐφίσταται. τούτων ὁ Πρίσκος πυθόμενος ἐπηρεαζομένῃ τῇ 7.13.2 πόλει προσομιλεῖ. ῾Ρωμαῖοι τοιγαροῦν καὶ οἱ βάρβαροι εἰς τὰ περὶ Τομέαν τὴν πόλιν στρατοπεδεύοντες ὥρας ἐπιγινομένης χειμῶνος οὐδαμῶς τὸν χάρακα διελύσαντο. τοῦ δὲ 7.13.3 ἦρος ἀνίσχοντος λιμὸς τοῖς ῾Ρωμαίοις ἐνέσκηψεν. μελλούσης δὲ ἐπιβήσεσθαι τῆς μεγάλης τῶν Χριστιανῶν ἑορτῆς, καὶ πάθος ὁμοῦ καὶ ἀνάστασιν τοῦ σωτῆρος ἑορτάζειν θεοῦ, τοῦ τε λιμοῦ τοὺς ῾Ρωμαίους καταπιέζοντος, παραδόξῳ προνοίᾳ τινὶ ὁ Χαγάνος πρὸς τοὺς ῾Ρωμαίους πρεσβεύεται. ἡ δὲ 7.13.4 ἀξίωσις ἦν λύσιν τῷ λιμῷ ἐπιθεῖναι. ὁ μὲν οὖν Πρίσκος ἐπὶ τῷ καινοπρεπεῖ τῆς ἀξιώσεως διηπόρει τε καὶ ἠπίστει· ἐπεὶ δὲ πίστεις ῾Ρωμαῖοί τε καὶ βάρβαροι ἔδοσαν καὶ ἀντελάμβανον, πενθημέρους σπονδὰς συστησάμενοι τὴν ἀφοβίαν ἐπραγματεύοντο. ἁμάξας τοιγαροῦν ὁ Χαγάνος ἐπισιτισμῶν 7.13.5 λιμώττουσι τοῖς ῾Ρωμαίοις παρείχετο. διὰ τοῦτο μέχρι τῶν χρόνων τῶν καθ' ἡμᾶς τῶν παραδοξολογουμένων τὰ τῆς βαρβαρικῆς φιλανθρωπίας ταύτης καθέστηκεν. τετάρτη δὲ ἡμέρα, καὶ τῆς ῾Ρωμαϊκῆς δυνάμεως εὐθενούσης τοῖς πρὸς τὸ ζῆν ἀναγκαιοτάτοις τῷ βίῳ, ὁ Χαγάνος πρέσβεις ἐξέπεμπεν 7.13.6 ᾿Ινδικὰς ὑπὸ τοῦ Πρίσκου λαβεῖν ἀξιῶν καρυκείας. ὁ μὲν οὖν στρατηγὸς τοῦ βαρβάρου τὴν ἀξίωσιν ἐθεράπευε πέπερί τε ἐξέπεμψε καὶ φύλλον ᾿Ινδικὸν κασίαν τε καὶ τὸν λεγόμενον κόστον. ὁ δὲ βάρβαρος τὰς ῾Ρωμαϊκὰς ἀπολαβὼν δωρεάς, καταρωματισάμενος ἥσθη λίαν περιχαρῶς. γίνεται τοίνυν ἀπόμαχος μέχρις ὅτου ῾Ρωμαίοις ἡ δημοτελὴς ἐκείνη καὶ 7.13.7 μεγάλη πανήγυρις ἐπεπέραστο. συνηυλίζοντο τοιγαροῦν τὰ ἀντίθετα, καὶ οὐκ ἦν δέος ἐν ἑκατέραις δυνάμεσιν. οὐκοῦν ἀποτερματιζούσης τῆς ἑορτῆς ἀγγέλους ὁ Χαγάνος ἐξέπεμψε διακρίνεσθαι ἀπ' ἀλλήλων ἀξιῶν τὰς δυνάμεις. οὕτω μὲν οὖν διαχωρίζεται ἀπὸ τῶν ῾Ρωμαίων ὁ βάρβαρος. 7.13.8 ῾Εκταῖος δὲ ὁ Χαγάνος, ἐπεὶ ἠκηκόει Κομεντίολον δυνάμεις ἀναλαβόμενον μέλλειν τῇ Νικοπόλει προσομιλεῖν, τὸ ὁπλιτικὸν συλλεξάμενος κατὰ Κομεντιόλου στρατοπεδεύεται. Κομεντίολος δὲ ἥκειν τὸν Χαγάνον ἀκούσας ἐπὶ τὴν Μυσίαν 7.13. χωρεῖ ἐπί τε Ζικίδιβα τὰς σκηνὰς συνεπήξατο. ἑβδομαῖος δὲ εἰς ᾿Ιατρὸν ἀφικνεῖται τὴν πόλιν. ὁ δὲ βάρβαρος εἴκοσι παρασάγγας ἀφεστήκει ῾Ρωμαίων. νυκτὸς δὲ μεσούσης ἐν ἀπορρήτῳ πρὸς τὸν Χαγάνον ὁ τῶν ῾Ρωμαίων στρατηγὸς ἐξέπεμψεν ἄγγελον. εἶτα τὸ ῾Ρωμαϊκὸν προσέταξεν ἐξοπλίσασθαι, ὡς ἐκ τοῦ παρήκοντος τὸν λόγον ποιούμενος· οὐ 7.13.10 γὰρ ἔφησε ῾Ρωμαίοις ἐξ ἑωθινοῦ ποιήσασθαι παράταξιν. οἱ μὲν οὖν ῾Ρωμαῖοι οὐ πολέμου χάριν ὑποτοπήσαντες ὁπλοφορεῖν προστάξαι τούτοις τὸν στρατηγόν, τοῖς σιδηρείοις χιτῶσι τὰ περιστέρνια φράττουσιν· ἐδόκει γὰρ αὐτοῖς ἐξέτασιν 7.13.11 τοῦ ὁπλιτικοῦ ποιήσασθαι ἐθέλειν τὸν στρατηγόν. τὰς ἀκτῖνας τοίνυν ἡλίου περιβαλόντος τῇ γῇ, ὁρῶσιν οἱ ῾Ρωμαῖοι μετ' εὐκοσμίας συντεταγμένον τὸν βάρβαρον, τήν τε ἔκταξιν κατ' αὐτῶν συντόνως ποιούμενον. αἱ μὲν οὖν δυνάμεις αἱ περὶ τὸν Κομεντίολον ἐβλασφήμουν εἰς τὸν πολέμαρχον αἴτιον αὐτὸν τῆς ἀπαρασκευάστου ταύτης ἀκοσμίας καταιτιώμεναι. θρύλου τοιγαροῦν γεγονότος μεγίστου, μένει ὁ βάρβαρος ἀπὸ σημείων δύο τῆς ῾Ρωμαίων πληθύος. 7.14.1 ῾Ρωμαῖοι τοιγαροῦν θεασάμενοι ἀναβολὴν τῆς ἐπιβολῆς τοὺς βαρβάρους λαμβάνοντας σιδηροφοροῦσιν ἅπαντες λίαν ὁπλιτικῶς, καὶ ἦν αὐτοῖς 7.14.2 τὸ κακῶς παροφθὲν πρὸς διόρθωσιν εὔκαιρον. ὁ γὰρ Κομεντίολος τὰς τάξεις ἐτάραττεν, ποτὲ μὲν ἀπὸ τῆς μέσης φάλαγγος τὰς δυνάμεις μετατιθέμενος ἐπὶ τὸ εὐώνυμον κέρας, ποτὲ δὲ τοὺς ἀπὸ τῶν εὐωνύμων δυνάμεων ἐπὶ τὴν δεξιὰν μεταβάλλων σοφία. τῇ τοίνυν ἀλλοπροσάλλῳ μεταθέσει τῶν 7.14.3 τάξεων πολλῆς αἴτιοις γίνεται ἀκοσμίας. ἐντεῦθεν τάραχος ταῖς τάξεσι συνεκύρησεν. καὶ οὖν ὁ στρατηγὸς τῷ δεξιῷ τῆς παρατάξεως κέρατι ἐν παραβύστῳ ἐδήλου τὴν ἀποσκευὴν