1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

89

φωνῇ διαγνοὺς ὑπὸ τῶν λόγων ἀλωπεκίζεται, καὶ περιδεὴς γεγονώς, συνθήκας πρὸς τὸν Πρίσκον διαθέμενος ἐπ' ὀλιγίστῳ χρυσίῳ ἐς τὴν ἑαυτοῦ ὡς τάχιστα ἐπανέζευξεν. ἡ γὰρ τῆς φενάκης ἰσχὺς λίαν ἐγκρατῶς ἀπεβουκόλει τὸν βάρβαρον. 6.6.1 ῾Ο μὲν οὖν στρατηγὸς μετοπώρου ἀρχομένου διαλύσας τὸν χάρακα ἐς Βυζάντιον ἧκεν, ῾Ρωμαῖοι δ' ἀπόμαχοι εἰς 6.6.2 τὴν Θρᾴκην ἐχέοντο ἀνὰ τὰς κώμας διατρεφόμενοι. ἦρος δὲ ἀρχομένου ὁ στρατηγὸς ὑπὸ τοῦ βασιλέως παρὰ τὸν ῎Ιστρον ἐπέμπετο, ὅπως τὰ τῶν Σκλαυηνῶν γένη διανήξασθαι τὸν ποταμὸν κωλυόμενα ἀφοβίαν ἄκοντα τῇ Θρᾴκῃ παράσχοιντο· ἔφασκε γὰρ ὁ αὐτοκράτωρ τῷ Πρίσκῳ, οὐκ ἂν ἠρεμοίη τὸ βάρβαρον, εἰ μὴ τὸν ῎Ιστρον ἐς τὰ μάλιστα τὸ ῾Ρωμαϊκὸν 6.6.3 περιφρουρήσοιτο. ὁ μὲν οὖν Πρίσκος τῆς ἱππικῆς δυνάμεως τὰς ἡνίας ἐλάμβανεν, Γέντζων δὲ τῆς πεζικῆς πληθύος ἐπιστατεῖν ὑπὸ τοῦ βασιλέως προστάττεται. τῇδε περὶ τὴν 6.6.4 ῾Ηράκλειαν ἦρος μεσοῦντος τὸ ῾Ρωμαϊκὸν συναγείρεται. ἑβδο-μαῖος δὲ ὁ στρατηγὸς τὴν τάφρον μεταφοιτᾶν ἐγκελεύεται, βάσανόν τε τοῦ συμμαχικοῦ ποιησάμενος καὶ τὰς δυνάμεις διαριθμησάμενος, τὰς ἐγκυκλίους τῶν χρημάτων αὐτοῖς δια6.6.5 νομὰς ἐποιήσατο. ἀπάρας γοῦν ἐντεῦθεν καὶ τέσσαρας ποιησάμενος χάρακας ἐπὶ τὰ ∆ριζίπερα γίνεται. πέντε δὲ πρὸς ταῖς δέκα ἐνδιατρίψας ἡμέραις τῷ χώρῳ εἴκοσι χάραξι πρὸς τὴν 6.6.6 ∆ορόστολον παραγίνεται. ὁ μὲν οὖν Χαγάνος ἀκοῇ τὴν ῾Ρωμαϊκὴν ἐπιστρατείαν διέγνωκε κἀντεῦθεν πρέσβεις ὡς τὸν Πρίσκον ἐξέπεμπεν. ἀφικομένων γοῦν τῶν πρέσβεων ὡς τὸν Πρίσκον, ὁ Κὸχ (βάρβαρος δὲ οὗτος) τῶνδε τῆς πρεσβείας 6.6.7 [ῥημάτων] ἀπήρξατο. "τί τοῦτο, θεοί; οἷς τὸ δεισιδαιμονεῖν ἐστιν ἁρμόδιον, ἄρτι που τὸ δυσσεβεῖν καθέστηκε πρόχειρον. εἰρήνην τὸ ῾Ρωμαϊκὸν παρελύσατο, συνθήκης θεσμὸς κιβδηλεύεται, ἅλες ὁμολογίας ἠθέτηνται, πίστεως αἰδὼς κατηνάλωται, 6.6.8 ὁ μεσίτης ὅρκος ἀπόλωλεν. ῎Ιστρος ὁρᾷ πολεμίαν ὄψιν καὶ χάρακα καὶ σιδηροφοροῦντα τὸν Πρίσκον τὸν πρὸ μικροῦ τὴν εἰρήνην ᾿Αβάροις τε καὶ ῾Ρωμαίοις νυμφαγωγήσαντα. ἀδικεῖς, ὦ Καῖσαρ, ἀνοσίως κλέπτων τὸν πόλεμον. οὐκ ἔστι βασιλικὸν τὸ ἐγχείρημα, οὐκ ἐξουσίας ἔτι τὸ φρόνημα, τὸ 6.6. βούλευμα λῃστρικόν, τὸ δρᾶμα δημοκατάρατον. ἢ τῆς στεφάνης κατάθου τὸ κόσμιον, ἢ μὴ τῆς ἐξουσίας τὴν εὐσχημοσύνην διάφθειρε. ὑμεῖς τοῖς βαρβάροις ἐπολιτεύσατε τὴν φαυλότητα. τὸ παρασπονδεῖν οὐκ ἐγνώκαμεν, εἰ μὴ διδασκάλους ὑμᾶς τοῦ ψεύδους εὑρήκαμεν. οὓς ὁ πόλεμος ἠρεμοῦντας οὐκ ἔγνωκεν, οὐδὲ τὸ τῆς εἰρήνης ἀπομάχους τεθέα6.6.10 ται ὄμμα. πολεμῶν ἀδικεῖς, σπενδόμενος ἀνιᾷ. καὶ πότε σοι πίστις ὑπολιμπάνεται τοῦ στέργειν τὴν ἡσυχίαν ἀπόλεμον; τὴν χθές, στρατηγέ, φιλανθρωπίαν αἰδέσθητι. φίλους ἐσομένους ὑμᾶς, οὐ πολεμίους ἐσώσαμεν. ὢ φιλανθρωπίας 6.6.11 ὠδινούσης λύπην καὶ κίνδυνον! οἱ σωτηρίαν παρ' ἡμῶν ἀρυσάμενοι νῦν τὴν ἀντίθετον ἀμοιβὴν ταλαντεύονται. καὶ πολεμούμεθα σὺν θεοῖς· πολιορκεῖται γὰρ ὅρκων ἀκρόπολις, καὶ τυραννεῖται τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος, καὶ δόλος παρρησιάζεται, καὶ τὸ ψεῦδος ἡγεμονίαν πιστεύεται, καὶ τὰ 6.6.12 τῆς ἐπηρείας ἀναφανδὸν ἐστρατεύσατο. εἰ μὲν οὖν, στρατηγέ, γνωσιμαχήσεις αἰδούμενος, μέχρι τῆς αἰσχύνης τὴν ζημίαν ἀποίσῃ· εἰ δὲ μή, τὴν ἀντίδοσιν ἕξεις διδάσκαλον μετὰ τῶν 6.6.13 ἀτυχημάτων τὸν μετάμελον ἀντεπάγουσαν." τούτων τοίνυν διαπερατωθέντων τῶν λόγων, καὶ τῆς δυνάμεως βαρυνομένης ὑπὸ τῆς διαλέξεως, ἐδίδου τῷ θράσει τὴν συγγνώμην ὁ 6.6.14 Πρίσκος καὶ βαρβάροις λόγοις συγχώρησιν. οὐκοῦν ἀνθυποφορὰν τῇ προπετείᾳ μὴ παρασχόμενος κατὰ τῶν Σκλαυηνῶν ἔφησεν ἄρασθαι πόλεμον· μὴ γὰρ οὖν ταῖς ᾿Αβαρικαῖς συνθήκαις τε καὶ σπονδαῖς καὶ τὸν Γετικὸν καταλύσασθαι πόλεμον. 6.7.1 δωδεκάτη δὲ ἡμέρα, καὶ ναῦς ὁ στρατηγὸς συμπηξάμενος τὸν ποταμὸν διενήξατο, ἀκηκοώς τε τὸν ᾿Αρδάγαστον ποιησάμενον τὰ τῶν Σκλαυηνῶν πλήθη ἀπόδημα, ὅπως λείας 6.7.2 ἐπικυρήσειεν, μεσούσης νυκτὸς τὴν ἔφοδον ἐμπορεύεται. ὁ μὲν οὖν ᾿Αρδάγαστος ταῖς ὄψεσι τῶν ὀνειράτων χαίρειν εἰπὼν τῇ τε τοῦ θρύλου ἐπιτάσει