1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

119

Γερμανὸν ἐκεῖνον μεταγαγεῖν. 8..1 τούτων δὴ πραττομένων, οἱ ῾Ρωμαῖοι τῆς ὁδοιπορίας ἐχόμενοι ἐς Βυζάντιον τὰς ὁρμὰς ἐπιτείνουσιν. ὁ δὲ Γερμανὸς ὁπλίταις συμπεφραγμένος ἀπρὶξ εἴχετο τοῦ ἱεροῦ. ὁ δὲ αὐτοκράτωρ πλῆθος τῶν σωματοφυλάκων ἐξέπεμψεν ὑπεξάγειν τοῦ ναοῦ τὸν Γερμανὸν ὀρεγόμενος. ἐντεῦθεν θυμὸς μέγας 8..2 τῇ πόλει ἐνέσκηψεν. πείθεται τοίνυν ὁ Γερμανὸς τοῦ τεμένους ὑπεξελθεῖν. τὸ τοίνυν πλῆθος τῆς πόλεως ἀθροισθὲν περὶ τὰ προαύλια γίνεται τοῦ ἱεροῦ, καί τις ἀνήρ (᾿Ανδρέας ὄνομα αὐτῷ) τῶν περὶ τὰς ἱερὰς ἀπασχολουμένων λιτὰς μεγίστῃ φωνῇ κέκραγεν· "παλινδρόμει πρὸς τὸ ἱερόν, Γερμανέ· τὴν σεαυτοῦ σῶζε ψυχήν· θάνατός σοι τὸ ἐπαγόμενον." 8..3 <καὶ> πείθει τὸν Γερμανὸν μεταφοιτῆσαι πάλιν πρὸς τὰ ἐνδόμυχα τοῦ ναοῦ. τὰ δὲ πλήθη συρρεύσαντα ἐβλασφήμουν εἰς τὸν αὐτοκράτορα καὶ μεγίσταις ὕβρεσι τὸν Μαυρίκιον ἔβαλλον τῷ τε τῶν Μαρκιανιστῶν καταλόγῳ συνέταττον· αἵρεσις δὲ αὕτη μετά τινος μωρᾶς εὐλαβείας εὐήθης τε καὶ 8..4 καταγέλαστος. σφριγῶντος τοιγαροῦν τοῦ ταράχου, οἱ τὰ τείχη διαφρουροῦντες δημόται τούτων ἀκηκοότες, τῇ φρουρᾷ 8..5 χαίρειν εἰπόντες ἀναμίγνυνται τῷ λαῷ τῷ στασιάζοντι. πανταχοῦ τοιγαροῦν τῇ πόλει περικυμαίνοντος τοῦ κακοῦ, ἀλογίστῳ ὁρμῇ καταμανῶς τὰ πλήθη τὴν οἰκίαν Κωνσταντίνου τοῦ 8..6 λεγομένου Λαρδῦ τῷ παμφάγῳ πυρὶ καταφλέγουσιν. ἀνὴρ δὲ οὗτος ἐτύγχανεν ὢν τῶν ἐς συγκλήτου βουλὴν ἐπιφανέστατος, τήν τε τῶν πατρικίων ἀξίαν περιεβέβλητο οὗτος, καὶ τὴν ἡγεμονίαν τῶν φόρων τῆς ἑῴας πρό τινος καιροῦ ὑπὸ τοῦ αὐτοκράτορος ἀπειλήφει, ὃν ἔπαρχον πραιτωρίων εἰώθασιν ὀνομάζειν ῾Ρωμαῖοι. τοῦτον ὁ Μαυρίκιος ἐν τοῖς 8..7 προτερεύουσι τῶν ἀρχόντων ἐκέκτητο. τοιγαροῦν μεσούσης νυκτὸς τὴν βασίλειον στολὴν ἀποδυσάμενος ὁ Μαυρίκιος καὶ ἰδιώτου ἐσθῆτα περιβαλόμενος τήν τε ὑπηρέτιν ὁλκάδα παραστησάμενος (δρόμωνα δὲ ταύτην εἰώθασι τὰ πλήθη ἀποκαλεῖν) καὶ χρήματα ἐς αὐτὴν ἐμβαλὼν ἅμα τῷ γυναίῳ καὶ τοῖς παισὶν ἐπ' αὐτῆς ἐπιβαίνει, τόν τε Κωνσταντῖνον ἀναλαβὼν 8..8 πρὸς ἀπόδρασιν εἶδεν. τὰ δὲ πλήθη ἐπὶ τὴν τυραννίδα κατολισθήσαντα κατεπαννυχίζοντο τοῖς κακοῖς καὶ ἐς τὸν Μαυρίκιον ἐρραψῴδουν μεθ' ὕβρεως ᾄσματα. ἐπέσκωπτόν τε καὶ τὸν ἱεράρχην τὸ τηνικαῦτα καιροῦ, ὃν πατριάρχην 8.. σύνηθες ῾Ρωμαίοις ἀποκαλεῖν· Κυριακὸς ὄνομα αὐτῷ. τῷ ὄντι γὰρ τὸ πλῆθος ἀπαίδευτον καὶ πρὸς τὸ χεῖρον ταῖς τροπαῖς ἐμμανές, δυσνουθέτητόν τε καὶ τοῦ συνοίσοντος λίαν ἀμύητον. λαίλαπος τοιγαροῦν γεγονυίας μεγίστης, ἐξαισίου τε νότου προσπνεύσαντος, μόλις ὁ Μαυρίκιος διασώζεται ἐπὶ τὸν νεὼν Αὐτονόμου τοῦ μάρτυρος, ὡς ἀπὸ σταδίων ἑκατὸν καὶ πεντήκοντα τῆς πόλεως Κωνσταντίνου τοῦ αὐτο8..10 κράτορος. ἐπιγίνονται δὲ αὐτῷ νόσοι ἀρθρίτιδες. ταύτης δὲ τῆς νόσου εὐθένεια καθέστηκε δυστυχὴς τοῖς τὸ βασίλειον ἄστυ κατοικοῦσι διὰ παντός· τὰς δὲ αἰτίας οὐ δίειμι, ἵνα 8..11 μὴ τὴν ἱστορίαν παραμορφώσωμαι. τότε Μαυρίκιος ἐξαποστέλλει τὸν Θεοδόσιον ὡς τὸν Χοσρόην γενέσθαι καὶ περὶ συμμαχίας καθικετεῦσαι τὸν βάρβαρον ἀναμιμνήσκειν τε καὶ ὅσα περ αὐτῷ δυστυχήσαντι Μαυρίκιος διελύσατο, ἀξιοῦν τε ἀμοιβαίαν τὴν χάριν ἀντιταλαντεύεσθαι, ὅλης ὁμοῦ τῆς 8..12 οἰκίας ἐν μεγίστῳ καταπεπτωκυίας κινδύνῳ. ὑπεδείκνυε δὲ καὶ τὸν δακτύλιον ὁ Μαυρίκιος παρενεγύα τε μηδαμῶς ποιήσασθαι τὴν ἀνάζευξιν, εἰ μή πού γε αὖθις θεάσοιτο τὸν δακτύλιον. οὕτω μὲν οὖν ὁ Θεοδόσιος ἐπὶ τὴν Νίκαιαν γίνεται. ἀλλὰ καὶ συνέκδημος γίνεται αὐτῷ Κωνσταντῖνος, ὃν τὰ πλήθη Λαρδῦν κατωνόμαζον. 8..13 Κατὰ ταύτην τὴν νύκτα ἀνὴρ δημότης ἐπίσημος (῾Εβδομίτης δὲ ἦν αὐτῷ τὸ ἐπώνυμον) καὶ ἕτεροι τοῦ χλοάζοντος χρώματος ἐρασταὶ τὰς πύλας τοῦ τείχους ἀναπετάσαντες πρὸς 8..14 τὸν τύραννον παραγίνονται. ὁ δὲ Γερμανὸς ἐς βασιλείας καταπεπτωκὼς ἔρωτα, καὶ Θεόδωρον (σιλεντιαρίου δὲ οὗτος στρατεύματι ἐκεκόσμητο) πρὸς τὸν Σέργιον