1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

103

φιλοτίμως ἀσκοῦσιν 7..12 οἱ βάρβαροι. ἵνα δὲ μὴ ἔξω τῆς νύσσης τὴν ἱστορίαν παροδηγήσωμεν, μέχρι τούτων περὶ τῶν Σκυθῶν τῶν πρὸς τῇ Βακτριανῇ καὶ Σογδοανῇ καὶ τῷ Μέλανι ποταμῷ. 7.10.1 ∆εκάτη δὲ ἡμέρα (πρὸς γὰρ τὰ περὶ Πρίσκον παλινδρομήσομεν), καὶ ἄγγελοι εἰς τὸ τοῦ στρατηγοῦ σκηνοπήγιον γίνονται. ἠκηκόει τοίνυν ὁ Πρίσκος τὰ τείχη καταβαλεῖν τῆς Σιγγηδόνος τὸν βάρβαρον, καταναγκάζειν τε τοὺς λαοὺς τὰ οἴκοι καταλιπόντας εἰς τὴν πολεμίαν τὰς ἀποικίας ποιήσα7.10.2 σθαι. καὶ οὖν ὁ Πρίσκος μηδὲν τῇ ἀναβολῇ ἀναθείς, τὸν ποταμὸν ναυτιλλόμενος εἰς Σιγγὰν τὴν νῆσον ἐλλιμενίζεται· αὕτη δὲ ἐπὶ τὸ ῥεῖθρον τοῦ ῎Ιστρου ἔχει τὴν ἵδρυσιν, ἀπῴκισται δὲ 7.10.3 Σιγγηδόνος τῆς πόλεως σημεῖα τριάκοντα. ὁ μὲν οὖν Πρίσκος τῇ νήσῳ τὰς δυνάμεις περιβαλών, ταχυναυτούσας ὁλκάδας παραστησάμενος, ἃς δρόμωνας εἴωθεν ὀνομάζειν τὸ πλῆθος, ἐπὶ τὰ Κωνσταντίολα παραγίνεται. ἐν τούτοις δῆτα τοῖς χώροις ἐντετυχηκὼς τῷ Χαγάνῳ εἰς λόγους γίνεται περὶ τῆς 7.10.4 Σιγγηδόνος ὁ στρατηγὸς πρὸς τὸν βάρβαρον. καὶ δῆτα ὁ βάρβαρος ἐπὶ τῆς ὄχθης τοῦ ποταμοῦ ἐφιζάνων τὰς ἀποκρίσεις παρείχετο, ὁ δὲ Πρίσκος ἐπιβεβηκὼς τῆς ὁλκάδος τῆς ἐντεύξεως εἴχετο. φασὶ τοιγαροῦν τῆς διαλέξεως τὸν 7.10.5 Χαγάνον ἀπάρξασθαι, εἰπεῖν δὲ τῷ Πρίσκῳ· "τί ὑμῖν, ὦ ῾Ρωμαῖοι, καὶ τῇ γῇ τῇ ἐμῇ; τί περαιτέρω τοῦ πρέποντος πόδας ἐκτείνετε; ξένος ὁ ῎Ιστρος ὑμῖν, τὸ ῥόθιον τούτου πολέμιον. ὅπλοις ἐκτησάμεθα τοῦτον· τῷ δόρατι τοῦτον ἐδουλωσάμεθα. ἄπαγε τῆς ἀτοπίας, ὦ Πρίσκε. μὴ διαλύσῃς ἡσυχίαν δώροις ὑμῖν πραγματευθεῖσαν πολλοῖς. αἰδέσθητι τὰς σπονδάς, δυσωπήθητι τὴν τῶν ὅρκων ἀσφάλειαν. 7.10.6 ἡγείσθω εὐβουλία τῆς ἐγχειρήσεως, τὸ συνοῖσον τῆς ἐπιβολῆς τῶν πραγμάτων μὴ μετὰ τὸ παθεῖν βουλευσώμεθα. πρὸ τῆς ἐπιβολῆς ἡ βουλή. ἀδικεῖς τῇ προπετείᾳ τὰ πράγματα. τὸν κακῶς βουλευσάμενον πρῶτον ἡ ἐγχείρησις ἔβλαψεν. 7.10.7 κλέπτεις τὸν πόλεμον, στρατηγέ. εἰρήνην ἐνόθευσας καὶ παράταξιν, ὡς φίλος σπενδόμενος καὶ ὡς ἐχθρὸς συμπλεκόμενος. ἢ θάτερον τοίνυν ἀπόλειπε, ἢ τὴν ἠρεμίαν μὴ 7.10.8 τάραττε." ἔφησε δὲ καὶ ταῦτα ὁ βάρβαρος ἐπὶ λέξεως· "κρίναι ὁ θεὸς ἀναμέσον Χαγάνου καὶ ἀναμέσον Μαυρικίου τοῦ αὐτοκράτορος. ἡ παρὰ τοῦ θεοῦ ποτε ἐκζητήσοι ἀντίδοσις." 7.11.1 λόγος δὲ Πρίσκον ἐν ἀντιθέσεως μοίρᾳ ταῦτα προσειπεῖν τῷ Χαγάνῳ· "ἀδικεῖς Σιγγηδόνα τὴν πόλιν, ὦ ἄνθρωπε. τί τὰ τείχη καθελὼν πρὸς ἀποικίας αὐτὴν δυστυχεῖς ἐπιτείνεις; τυραννῶν ὡς ἀδικούμενος ἐγκαλεῖς. βιαζό7.11.2 μενος ἐπηρεάζεσθαι ὑπὸ ῾Ρωμαίων περιθρυλεῖς. ἔασον ἠρεμεῖν λαὸν δυστυχήσαντα. ἀπόσχου πόλεως, ᾗ συμφορῶν περικυμαίνουσι κλύδωνες. ἐλέησον τὴν πολλάκις ὑπὸ σοῦ πορθηθεῖσαν. ἐπίθες τῇ πλεονεξίᾳ καὶ ὅρους· ποίησον αὐτῇ καὶ μεταίχμιον. δίδαξον αὐτὴν φιλοσοφῆσαι τὸ μέτρον· μέχρι τινὸς σταθήσεσθαι πρόσταξον. οἶμαι πολλοὺς κόσμους αὐτῇ 7.11.3 μὴ ἐξαρκεῖν πρὸς τὴν ἔφεσιν. ἀόριστον βούλημα οὐ λαμβάνει κράτος ἀσάλευτον. οὐδὲν ἀκόρεστον πάγιον. τὸ μὴ μέτρῳ ταλαντευόμενον οὐδὲ σφετερίζεσθαι πέφυκεν. ἀνεπίκτητόν 7.11.4 ἐστι τὸ ἄπειρον. καταστασιάζεται τὸ ἀσύμβατον. ἐπίθου κρηπῖδα τῷ ἔρωτι, μεθόδευσον τῷ κόρῳ τὸ ἄσχετον. ἄπληστος ὀφθαλμὸς ἀεί τι καινὸν νοσηλεύεται. ἀντιμετρεῖται τοῖς ἀνθρώποις τὰ πράγματα, τὰ τῆς τύχης ἀντηχεῖ ταῖς τροπαῖς. οὐδὲν εὐδαιμονίας καθέστηκε ῥευστικώτερον. ἡ νίκη κομᾷ τῷ πτερῷ, καὶ θριάμβων ὀλισθαίνουσι πόδες. οὐκ ἔστι 7.11.5 τροπαίων φύσις ἀθάνατος. σήμερον ἐπιγελῶσαν τὴν ἡμέραν ὁρᾷς ῥοδοειδῆ τε καὶ κροκινίζουσαν καὶ ὅλην ὡς ἔπος εἰπεῖν φωτεινὴν καὶ διαλάμπουσαν. αὔριον ὄψῃ ταύτην αὐτὴν σκυθρωπὸν ὁμοῦ καὶ δυσείμονα, ἀχλύϊ καταρδευομένην πολλῇ, καὶ ἀπὸ συστημάτων νεφῶν μελαινομένην συλλήβδην εἰπεῖν πρὸς ἀπρέπειαν." 7.11.6 Θυμῷ τοιγαροῦν διακόψας ὁ Χαγάνος τὰ ῥήματα πολλὰς καθαιρήσειν προσηπείλησε πόλεις. ὁ μὲν οὖν βάρβαρος τὴν καθέδραν ἀπολιπὼν πρὸς τὴν ἑαυτοῦ σκηνὴν ἐπανέζευξεν· ὁ δὲ Πρίσκος τὸν Γούδουϊν