1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

41

ἀποκαλῶν τις τὸ φρούριον οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. ἐναποκλείονται τοίνυν ἐνθάδε ὅσοι τοῖς δικτύοις τῆς τοῦ βασιλέως λύπης ἁλίσκονται, τοῦτο μὲν 3.5.4 ὑπήκοοι, τοῦτο δὲ καὶ δορίκτητοι. ᾿Ιουστίνου γε οὖν τοῦ νεωτέρου τῆς ῾Ρωμαϊκῆς πολιτείας ἡγεμονεύοντος, παρεστήσατο τὴν πόλιν τὴν λεγομένην ∆αρὰς ὁ τῶν Περσῶν βασιλεύς. ἔδοξε γοῦν τῷ βασιλεῖ, καὶ γίνονται ∆αρηνοὶ τοῦ φρουρίου 3.5.5 τούτου οἰκήτορες. ὑπῆσαν δὲ καὶ Καδασηνοὶ ἐν αὐτῷ, (βάρβαρον δὲ τὸ φῦλον τῆς Μηδικῆς) οὐ μὴν ἀλλὰ καὶ ἕτεροι τὸ κακοπραγεῖν κληρωσάμενοι, καὶ κοινὸν ἄθροισμα 3.5.6 ταλαιπωρουμένων ἀνδρῶν τὸ φρούριον ἐνηγκάλιστο. γίνεται γοῦν τοῖς ἑτερογενέσιν εἰς συμφωνίαν τὰ κοινὰ δυστυχήματα, καὶ οὓς γένος καὶ νόμος καὶ γλῶττα διείλετο, συνῆψεν ἡ τῶν παθημάτων οἰκείωσις τῷ ἀδελφῷ τῆς ἀνάγκης καταμε3.5.7 λετήσασα τὴν ὁμόνοιαν. ἐξάρχουσι δῆτα τῆς ἀνδρείας οἱ ∆αρηνοὶ καὶ αὐτοβοεὶ τοῖς ἐν ποσὶν ὀργάνοις πολέμου χρησάμενοι ἀναιροῦσι τοὺς φύλακας. καὶ τοῦ φόνου ἐκκαιομένου πρὸς τὸ λαβρότερον, (πλῆθος γὰρ ὑπῆν στρατιᾶς περιφρουρούσης τὸ φρούριον) νικῶσι ῾Ρωμαῖοι καὶ συνεξάγουσι τοῦ φρουρίου καὶ τοὺς τῶν ἀτυχημάτων αὐτοῖς κοινωνοὺς καὶ πολλὰ παθόντες καὶ δράσαντες εἰς τὴν ῾Ρωμαίων ἐπανέζευξαν. 3.5.8 Τῶν δὲ περιφανῶν ἐκείνων θριάμβων γεγονότων ῾Ρωμαίοις, ἔτι πρὸς τῇ Μαρτυροπόλει ὁ πόλεμος ἐξηρτύετο, ὡς φθάσαντες εἴπομεν, ὁπηνίκα καὶ Μαρουζᾶς, ὁ τῶν Περσῶν στρατηγός, ἐν τῇ παρατάξει ἐτύγχανεν ὢν πεπτωκώς, ἥλωσαν δ' οἱ τῶν δύο κεράτων ταξίαρχοι, ἥ τε κεφαλὴ Μαρουζᾶ 3.5. τοῦ στρατηγοῦ ἐς Βυζάντιον ἧκεν. ὁ δὲ Φιλιππικὸς ἔτι ἀπεδοκιμάζετο ἐκ τῆς ῾Ρωμαίων δυνάμεως καὶ ἀποστράτηγος ἦν· οὐ προσίετο γὰρ κηδεμόνα τὰ πλήθη τὸν πρὸ μικροῦ περὶ τὸ ᾿Αρζάμων ἀνδραγαθήσαντα. εὐμετάγωγον γὰρ τὸ πλῆθος καὶ δυσάρεστον πέφυκεν, καὶ φίλον αὐτῷ τὸ τῆς μεταβολῆς 3.5.10 ἀεικίνητον. γενομένου τοίνυν Φιλιππικοῦ περὶ τὰς τῶν Κιλίκων ἐπαύλεις, αὐτοκρατορικοῖς γράμμασιν αὖθις εἰς τὴν Συρίαν παλινδρομεῖ, καὶ μόλις ὑπὸ τοῦ ῾Ρωμαϊκοῦ προσεδέ- δεκτο, Γρηγορίου, τοῦ ᾿Αντιοχείας τὸν ἀρχιερατικὸν θρόνον τὸ τηνικαῦτα διέποντος, διαλλάξαντος τῷ στρατηγῷ τὰ στρα3.5.11 τεύματα. ἡ δὲ Μαρτύρων πόλις τότε δὴ τότε ἥλω ὑπὸ Περσῶν, οὐ τοῖς ἐκ πολέμων νόμοις, προδοσίας δὲ δόλοις, οἷς εἴωθε κλέπτεσθαι τὰ μὴ δυνάμενα παρὰ τῶν ἀντιπάλων 3.5.12 κατεργάζεσθαι μάχαις. ὁ δὲ τοῦ δόλου πατὴρ Σίττας ἐτύγχανεν ὤν. οὗτος αὐτομολήσας πρὸς Πέρσας ὑποπείθει σιδηροφορῆσαι τετρακοσίους τοῦ βαρβαρικοῦ ὑποκρίνεσθαί τε 3.5.13 προσχωρήσειν ῾Ρωμαίοις, παραφανῆναι δὲ τῇ πόλει. οὗ γεγονότος τοὺς ἀστοὺς ἔπειθε Σίττας ὡς προσκεχωρηκότας ῾Ρωμαίοις τοὺς βαρβάρους εἰσδέξασθαι. ἐξαπιναίως τοίνυν τοῦ κακοῦ γενομένου οἱ βάρβαροι τὸ πόλισμα ἐγκολπίζονται. 3.5.14 ὁ δὲ Φιλιππικὸς ταῦτα μεμαθηκὼς στρατοπεδεύεται καὶ χάρακα περὶ τὴν πόλιν ἐνέβαλλεν. διά τοι τοῦτο ἐπιστρατεύει καὶ ὁ τῶν Περσῶν βασιλεὺς καὶ Μεβόδην Σουρήνα τὸν υἱὸν ἀντεξώπλιζεν· ἀξιώματα δὲ ταῦτα παρὰ Πέρσαις 3.5.15 πρεσβεύονται. ἐπεὶ δ' οὐκ ἀποχρῶσα δύναμις τῷ Μεβόδῃ ὑπῆν, ἀποστέλλεται παρὰ τοῦ Περσῶν βασιλέως καὶ ᾿Αφραάτης, ὁ κατὰ τῆς ᾿Αρμενίας τὰς στρατηγίδας λαχὼν τοῦ πολέμου ἡνίας. τοίνυν συγκεκροτημένου πολέμου, πταίουσιν οἱ ῾Ρωμαῖοι καὶ ἐλάττονες γίνονται τοῦ σκοποῦ, καὶ νικᾷ τὸ τῶν 3.5.16 βαρβάρων στρατόπεδον. τοῖς μὲν οὖν ἐν Μαρτύρων πόλει διαφρουροῦσι Πέρσαις ἐπίθετος γίνεται δύναμις, καὶ εἰς τὸ καρτερὸν ὑπὸ τῶν Περσῶν ἡ πόλις διεφυλάττετο· ὁ δὲ Φιλιππικὸς ἀπεχειροτονεῖτο παραυτίκα, Κομεντίολόν τε στρατηγὸν ὁ αὐτοκράτωρ ἀνίστησιν. 3.6.1 ἀφικνεῖται τοιγαροῦν ὁ στρατηγὸς ἐς τὰ προαύλια τῆς Περσίδος αὐτῆς καὶ περὶ τὴν Νίσιβιν (᾿Αντιόχεια δ' αὕτη τῆς Μυγδονίας τὸ πάλαι προσ-ηγορεύετο) συμπλέκεται Πέρσαις περὶ τὸ Σισαρβάνων οὕτω 3.6.2 λεγόμενον. καὶ τοῦ πολέμου λαβόντος τὴν πρόοδον, ὁ Κομεντίολος τὰ νῶτα τῇ παρατάξει ὑπέδειξεν, καὶ μεγάλης αὐτῷ τῆς φυγῆς