1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

18

προτεθεαμένος τὴν ἀποτομὴν τοῦ παιδός· ἦν γὰρ μεταδοὺς τῷ υἱῷ τῆς βδελυρᾶς καὶ ἀνοσίας τῶν γοήτων μαγγανείας. 1.12.1 ῾Ο δὲ τῆς Μηδικῆς σατράπης δυνάμεως τὸ ᾿Αφούμων περικαθήμενος φρούριον ἐπειρᾶτο ἑλεῖν. ὁ δὲ τοῦ ῾Ρωμαϊκοῦ ταξίαρχος τοῦτο πυθόμενος ἧκε πλησίον τοῦ Νυμφίου καὶ 1.12.2 τὸ ῎Ακβας ἐνεχείρει αἱρήσειν. δύσληπτον δὲ τουτὶ τὸ ὀχύρωμα καὶ πρὸς πολιορκίαν ἀκαταγώνιστον. ἐπικάθηται δὲ τὸ φρούριον ἐπ' ὄρους αὐχένα, ἀμφοῖν δὲ ταῖς λαγόσιν ἐστὶν ἀμφίκρημνον, τό τε οὔραιον τούτου μεγάλαις κοιλαίνεται φάραγξιν, ὡς μίαν εἶναι λοιπὸν συμβαίνειν τὴν ἐπὶ μέτωπον 1.12.3 εἴσοδον τειχιζομένην στεγανῶν λίθων συνθήκαις. ἐπεὶ δὲ τοῖς ἐν τῷ φρουρίῳ ὁ στρατηγὸς ἐπετίθετο, ἐπὶ τὴν στεφάνην τοῦ ἕρκους φρυκτωρίας ἐξῆψαν οἱ πολιορκούμενοι, ὁπόσος παραδηλοῦντες ὁ κίνδυνος τοῖς ἀμφὶ τὸν Καρδαριγὰν γλιχομένοις παραστήσασθαι τὸ ᾿Αφούμων· τοιαύτας γὰρ τοῖς τοῦ 1.12.4 ῎Ακβας συνθήκας ὁ τῶν Περσῶν κατεβάλετο στρατηγός. τὸ δὲ Περσικὸν ἀναλαμπούσης ἡμέρας ὑπὸ πρώτην ἕω συντεταγμένον τοῖς ῾Ρωμαίοις ἐφίστατο, τῶν τε ἵππων ἀποβάντες τῆς μάχης ἀπήρχοντο, καὶ τῷ συνεχεῖ τῆς βολῆς οἱ βάρβαροι 1.12.5 ῾Ρωμαίων ἐκράτησαν. συνέχεαν γὰρ τὰς ὄψεις τῶν ἀντιπάλων ταῖς ἐκπομπαῖς τῶν βελῶν· τοξοφόρον γὰρ τὸ ἔθνος, 1.12.6 καὶ δύναμις αὐτῷ τὸ κατάπτερον τοῦτο ἀκόντιον. τῶν δὲ ῾Ρωμαίων συγκεκλεισμένων ἔν τινι χώρῳ τοῦ ὄρους καὶ παραθλιβομένων, ὥσπερ ὑποπιεζούσης αὐτοὺς τῆς ἐπιθέσεως, πολλοὶ τῶν μαχίμων ἀφήλαντο ἀπὸ τοῦ κρημνοῦ τοῦ ἀποβλέποντος εἰς τὸν ποταμὸν τὸν Νύμφιον· οὐ γὰρ ἀνεφίκτῳ βάθει ἀπῃώρητο ἡ κατάδυσις. ἔνιοι δ' ἥλωσαν ὑπὸ τῶν 1.12.7 βαρβάρων. οἱ δὲ διὰ τῆς ὑπωρείας τοῦ ὄρους τὴν κάθοδον ποιησάμενοι ἀποδράντες τὸν κίνδυνον οὐ κατ' ἐλπίδας ἐσώζοντο καὶ διαπεραιωθέντες τὸν Νύμφιον ποταμὸν εἰς τὸ ῾Ρωμαϊκὸν στρατοπεδεύουσι σύνταγμα. 1.12.8 Τοῦ δὲ διεληλυθότος ἐνιαυτοῦ ἦρος ἀκμάζοντος καὶ κατακομῶντος τὴν γῆν, ἐν τῇ ἐγκυκλίῳ τῶν ἐγκαινίων ἡμέρᾳ τῆς πόλεως (πρῶτον δὲ τοῦτο ἔτος τῆς βασιλείας τοῦ αὐτοκράτορος) πάθος γῆς ἀνεφοίτησε καὶ μέγιστος σεισμὸς ἐνεδήμησεν, οἷα τῆς γῆς παρασκιρτώσης ἐκ πυθμένων αὐτῶν. 1.12. τὸν δὲ λόγον οὐ δίειμι· τῷ γὰρ Σταγειρίτῃ οὐκ ὀλίγα ἄττα περὶ τούτου πεφιλοσόφηται, καὶ εἴ τῳ λέγων πιθανὸς φανεῖται, ἐπαινείσθω τῆς εὐφυΐας, εἰ δὲ μή, τῷ γε πατρὶ ἀποπεμπέτω 1.12.10 περιθάλπειν τὸ δόγμα. τοιγαροῦν ἡμέρας κλινούσης ἐδινεῖτο τὸ κέντρον, καὶ ὁ φόβος ἐξαίσιος ἦν, ὡς καὶ τοὺς ἱππομανοῦντας ὑπὸ τοῦ δέους ἀθρόον μεταβάλλεσθαι πρὸς τὸ σῶφρον, δίκην παίδων ἐν παιδιᾷ κύβων ἀφικομένου ἐξα1.12.11 πιναίως τοῦ παιδοτρίβου, τό τε παραπέτασμα τὸ πρὸ τοῦ γυμνασίου τῶν ἱππικῶν ἀγωνισμάτων, ὃ δὴ σύνθημα τῆς ἱλαρίας ἐτύγχανεν ὄν, περιαιρεῖται διὰ τὸν ἀδόκητον κίνδυνον, ἅπαντάς τε συνέβαινε πρὸς τοὺς ἱεροὺς σηκοὺς ἐντεμενίζεσθαι ὀρρωδοῦντας τὸν θάνατον. 1.12.12 ∆εύτερον ἔτος τοῦτο τῆς Μαυρικίου ἡγεμονίας, καὶ ὁ αὐτοκράτωρ χειμῶνος ὥρᾳ ὕπατος ἀναγορεύεται. καὶ περιβὰς τὸν βασίλειον δίφρον ἐπιφανέστατος ἦν. ἦγον δὲ τὸν βασιλέα οὐχ ἵπποι, οὐχ ἡμίονες, οὐκ ἐλέφαντες· ἄνθρωποι δ' ἄρα, 1.12.13 τὸ τιμιώτατον χρῆμα καὶ ὄνομα. ἐπεὶ δὲ ἐπέβη τοῦ δίφρου, κοινωνὸν τῶν ἑαυτοῦ θησαυρῶν τὸ ὑπήκοον ἐποιήσατο. οἱ δὲ τοῦ ἄστεος τῆς βασιλικῆς εὐδαιμονίας μετειληφότες κατεκελάδουν ὕμνοις τὸν Καίσαρα, χρυσῆς ἑορτῆς οἷα καταλαμπούσης καὶ περιγανούσης αὐτούς. 1.13.1 Τῷ δ' ἐνισταμένῳ τούτῳ ἐνιαυτῷ ὁ μὲν ᾿Ιωάννης τὰς ἡνίας τῆς στρατηγίας ἀφῄρητο, οἷα τοῦ Περσικοῦ ἀνανταγωνίστου καθεστῶτος καὶ τὴν κρείττονα κατὰ τὸν 1.13.2 πόλεμον κληρωσαμένου ῥοπήν· Φιλιππικὸς δὲ ἀντανίστατο καὶ στρατηγὸς ἀναγορεύεται ὑπὸ τοῦ αὐτοκράτορος, ἀνὴρ ἐπιδέξιος καὶ βασιλικῆς συγγενείας ἐγγύτατος· γαμέτης γὰρ 1.13.3 ἐτύγχανεν ὢν Γορδίας, ἀδελφῆς τοῦ αὐτοκράτορος. ὁ μὲν 1.13.3 οὖν στρατηγὸς μετὰ τὴν χειροτονίαν ἐπὶ τὸ Μονοκάρτων γενόμενος τοῦ ᾿Αϊσουμᾶ ὄρους πλησίον οὕτω