1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

55

ὑπερανεστηκότων ὀρῶν ἐκχεόμενος καὶ ἀπὸ τῶν βορείων ἀρχόμενος οὐ πολύς ἐστι τὴν πρόοδον, εἶτα πρὸς νότον φερόμενος καὶ ὑπὸ πολλῶν χειμάρρων καταρδευό4.1.8 μενος ναυσίπορος γίνεται καὶ κοινοῦται τῷ Τίγριδι. ὁ δὲ Βαρὰμ τοὺς ἀγγέλους εἰσῳκίζετο καὶ λαμπρᾷ τῇ φιλοφροσύνῃ τούτους περιαυτίζεται, προστάττει δὲ καὶ δεξιολάβοις δυνάμεσιν ἰχνηλατεῖν καὶ τὰς ἀτραποὺς πάσας κατασφαλίσασθαι, 4.1. ὅπως μηδ' ἄγγελος ῾Ορμίσδᾳ τῶν ἀτυχημάτων γενήσεται. ὁ δὲ βασιλεὺς χαλεπαίνων τε καὶ κυνοφθαλμιζόμενος, βρύχων τε καὶ τετριγὼς τοὺς ὀδόντας καὶ οὐκ ἔχων ὅπῃ αὐτοῦ τὰ τοῦ σκοποῦ σχοίη διέξοδον ὑπὸ τῆς ἀπορίας παράφορος ἦν καὶ τοῖς δαιμονῶσιν εἰκάζετο. 4.2.1 Κομεντιόλου δὲ τοῦ ῾Ρωμαίων στρατηγοῦ ἐν ταύταις δὴ ταῖς ἡμέραις τὸ ῎Ακβας φρούριον ᾑρηκότος καὶ ὥρᾳ χειμῶνος διαλελυκότος τὸν χάρακα, ὁ Βαράμης τὸ κατὰ μικρὸν τοῖς τῆς Μηδίας χωρίοις προσέ4.2.2 βαλλεν. ὁ δ' ῾Ορμίσδας ἐκ τῶν περιοίκων δυνάμεις συναθροισάμενος αὐτοκράτορα τοῦ πολέμου προεστήσατο Φεροχάνην τὸν Πέρσην· τὸ δ' ὄνομα τὴν τοῦ μαγίστρου ἀξίαν 4.2.3 τῇ ῾Ρωμαϊκῇ ἐνσημαίνεται γλώττῃ. ὁ μὲν οὖν Φεροχάνης ἠξίου τὸν βασιλέα Ζαδέσπραν, ὃν ἐν εἱρκτῇ δεδεμένον ῾Ορμίσδας ἀπέθετο, τῶν δεσμῶν ἀφαιρεθῆναι καὶ συστρατεύειν 4.2.4 αὐτῷ. τούτου δὲ καταδιαιτήσας ἐτύγχανεν ὢν ὁ Περσῶν βασιλεὺς τὴν φρουράν· κατάφωρος γὰρ οὗτος ἐγεγόνει χρήματα ἱκανὰ ἐκ τῆς Μαρτύρων ἐγκολπωσάμενος πόλεως. ῾Ορμίσδου δὲ δυσανασχετοῦντος ἐπὶ τοῖς ῥήμασιν, καὶ τοῦ Φεροχάνου καταλιπαίνοντος τὴν ἀξίωσιν, νικᾶται ὁ τοῦ βασιλέως σκοπὸς καὶ διαζεύγνυται τῶν χειροπεδῶν ὁ Ζαδέσπρας. 4.2.5 συνεκστρατεύσας οὖν τῷ Φεροχάνῃ καὶ τοῦ τυραννικοῦ πλησίον γενόμενος οὐ πόρρω τοῦ Ζαβᾶ ποταμοῦ, αὐτομολῶν παραυτίκα ὡς τὸν Βαράμην ἐχώρησε τὴν ἀντίδοσιν τῆς ἐν εἱρκτῇ 4.2.6 κακώσεως ἀντιταλαντεύσας ῾Ορμίσδᾳ. τούτου τοίνυν συντετυχηκότος, ἤρθη ἐπὶ μέγα ὁ Βαρὰμ καραδοκῶν καὶ ἅπασαν αὐτῷ τὴν ἀντίθετον προσχωρῆσαι στρατείαν. ὁ μὲν Φεροχάνης πρέσβεις πρὸς τὸν Βαράμην ἀπέστελλε καὶ ἐξῄτει τὴν γνώμην μεταβαλλόμενον ἀνάπαυλαν τῇ τυραννίδι παρέχεσθαι, κατελιπάρει δὲ τοῦτον καὶ δώροις βασιλικοῖς· οὕτω γὰρ 4.2.7 προσετέτακτο ὑπὸ τοῦ Περσῶν βασιλέως. ὁ μὲν οὖν οὐκ ἐπρίατο τὴν ἔχθραν, ὁ δὲ μᾶλλον ἐντεῦθεν ἐξωνεῖτο τὸ τύραννον. τὴν τοίνυν διάβασιν προκατειληφότος Φεροχάνου τοῦ Πέρσου, καὶ τοῦ τυραννικοῦ ἐπὶ πολὺ τοῖς τόποις 4.2.8 ἐνδιατρίβοντος, τὰ σιτία ἐξέλιπεν. ὁ μὲν οὖν Βαρὰμ παλαμώμενος τὰ τῆς ἐπηρείας κρατύνεσθαι οὐκ ἀναξιολόγῳ σοφίσματι 4.2. τοὺς ἀντιτεταγμένους ὑπέκλεπτεν. ἐξέπεμπε γὰρ τῇ ἀντιθέτῳ δυνάμει ἀγγέλους διαγορεύοντας ὡς οὐ κατὰ σκοπὸν δρᾷ τὸ ἀντίθετον ὅπλα κατὰ τῶν ἠδικημένων περιβαλλόμενον, ὑπομιμνήσκων τὸ Περσικὸν τῆς ῾Ορμίσδου τραχύτητος, τό τε τῶν ἐγχειρημάτων αὐτοῦ χαλεπώτατον, τά τε τῆς δυσσεβείας ἀθέμιτα, παρεδήλου τε τούτου τὸ ἀπιστότατον, καὶ ἁπλῶς τῶν ἡμαρτημένων ῾Ορμίσδᾳ μέγαν τινὰ καὶ πιθανώτατον κατάλογον 4.2.10 συνετάττετο· ἐς ἀεὶ γὰρ τὸ δυσμενές ἐστι φιλαίτιον, καὶ μικραῖς τισιν ἀφορμαῖς μεγάλας οἶδε κορυφὰς ἐγκλημάτων 4.2.11 τεκταίνεσθαι. ἐπεὶ δὲ τούτων τὰ περὶ τὸν Φεροχάνην ἠκηκόει στρατεύματα, τὴν γνώμην μετέθετο καὶ νεωτερίζειν ἐγλίχετο, καὶ ἀθετεῖ τὸ τιμώμενον καὶ γεραίρει τὸ κακιζόμενον. καὶ ἦν αὐτοῖς οὐκέτι λοιπὸν τὰ τῆς τυραννίδος ἐγκλήματα, ἀλλ' ὥσπερ ἔννομός τις ἡ ἐγχείρησις ἀφορμὴν τῶν δρωμένων ἀπολαβοῦσα τὸ δίκαιον. 4.3.1 καὶ γοῦν ὁ Ζοαρὰβ (εἷς δ' οὗτος τοῦ ∆ιλιμνιτικοῦ ἔθνους ἡγούμενος), οὐ μὴν ἀλλὰ καὶ Σαράμης ὁ νέος, τὸ τηνικαῦτα μὲν καιροῦ τοῖς δορυφόροις τοῦ στρατηγοῦ καταλεγόμενος, ὕστερον δὲ τῶν τοῦ βασιλέως Χοσρόου σωματοφυλάκων ἐπιστατῶν, ἑτέρας ὀρεγόμενοι λήξεως τῆς τε μεταβολῆς τῶν πραγμάτων λίαν ἐκτόπως γλιχόμενοι συνωμοσίαν διέθεντο ἐξαπιναίως τε ἐπελθόντες ἀναιροῦσι 4.3.2 τὸν Φεροχάνην νυκτός,