1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

94

ἔφερεν. τῆς τοίνυν γλώττης ἀντιθέτους ποιούσης τοὺς λόγους, τῶν τε κολάσεων κατεπειγουσῶν πρὸς τὰ εἰκότα τὸν βάρβαρον, ὁ φονευτὴς αὐτοκατάθετος γίνεται, καὶ παραγυμνοῦνται τὰ 6.10.18 σφάλματα ἐξαγορευθέντος τοῦ ἐγχειρήματος. ὁ μὲν οὖν παλαμναῖος ἐκεῖνος καὶ βάρβαρος δίκας τῆς ὠμότητος εἰσπραττόμενος ὀδοῦσι θηρίων παρεδίδοτο ψήφοις, εἶτα τῷ παμφάγῳ πυρὶ παρείχετο παρανάλωμα. 6.11.1 ᾿Εν τούτῳ δὴ τῷ ἐνιαυτῷ εἰς τὰ πρὸ τοῦ ἄστεος τίκτονται παράδοξα τέρατα, παιδίον τετράπουν, ἄλλο δὲ δικόρυφον. λέγουσι δὲ οἱ τὰς ἱστορίας μετ' ἐπιμελείας συγγράψαντες μὴ εἶναι εἰς ἀγαθὸν τὴν τῶν τεράτων ταῖς πόλεσιν 6.11.2 ἐπιφάνειαν. τὰ μὲν οὖν τέρατα ἐπιδεδειγμένα Μαυρικίῳ τῷ αὐτοκράτορι παρεδόθη τῷ φόνῳ. ὁ δὲ βασιλεὺς ἀποχειροτονεῖ τὸν πολέμαρχον, καὶ τὸν ἀδελφὸν (Πέτρος δὲ ὄνομα 6.11.3 αὐτῷ) ἡγεμόνα τῶν ῾Ρωμαίων ποιεῖται δυνάμεων. ὁ μὲν οὖν Πρίσκος τούτων οὔπω ἐπέπυστο. καὶ οὖν τὰς δυνάμεις ἀράμενος διαπεραιοῦται τὸν ποταμόν. δυσανασχετεῖ γὰρ τὰ πλήθη τὴν τριβὴν πρὸς βάρβαρον χώραν ποιήσασθαι· ἐδεδίει γὰρ μή πως ἐξαπιναίως ἐφεστηκότες οἱ βάρβαροι τὴν λείαν 6.11.4 ἀποίσονται. ὁ δὲ Χαγάνος ἀκηκοὼς τοῦ ῾Ρωμαϊκοῦ τὴν ἀπόβασιν λίαν ἐθαύμαζεν· εἶτα ἀγγέλους πρὸς τὸν Πρίσκον ἐξέπεμψε τῆς ἀναζεύξεως τὴν αἰτίαν πυθέσθαι γλιχόμενος. ὁ μὲν οὖν Πρίσκος ἀπεβουκόλησεν ὡς οἷόν τε τοῖς λόγοις 6.11.5 πιθανῶς τὸν Χαγάνον. ἡμέραι δὲ τρεῖς, καὶ ἠγγέλθη τῷ Πρίσκῳ μέλλειν διεγχειρεῖν τὸν Χαγάνον ταῖς ῾Ρωμαϊκαῖς δυνάμεσιν ἐπιτίθεσθαι, τὰ δὲ τῶν Σκλαυηνῶν πλήθη προστάττειν διαπεραιοῦσθαι τὸν ῎Ιστρον· τῷ ὄντι γὰρ ἐχαλέπαινεν ἐνεκότει τε λίαν ἐνευδοκιμηθείσαις ταῖς ῾Ρωμαίων 6.11.6 δυνάμεσιν. ὁ μὲν οὖν Ταργίτιος οἵ τε τῶν βαρβάρων λογάδες τῷ Χαγάνῳ παρῄνουν παραλύειν τὸν πόλεμον· ἔφασκον γὰρ 6.11.7 μὴ ἐνδίκως αὐτὸν χαλεπαίνειν ῾Ρωμαίοις. μεγαλοφρόνως τοίνυν ὁ Πρίσκος πρέσβιν ὡς τὸν Χαγάνον ἐξέπεμψε (Θεόδωρος ὄνομα αὐτῷ), τὴν φύσιν ἄνδρα δεξιόν τε καὶ εὐεπίβολον, τὴν τέχνην ἰατρόν, τὴν γλῶτταν ἐλεύθερον. οὗτος δὲ κραταιὸς 6.11.8 πρὸς τὸν Χαγάνον ἐγίνετο. ὁ μὲν οὖν βάρβαρος φρονηματισθεὶς ἐπὶ τοῖς αὐτῷ συγκυρήσασι λίαν ὑψαυχενίζετο, καὶ κύριον ἑαυτὸν ἔθνους ἔφασκεν ἅπαντος, μὴ προσεῖναι τε, ὅσον περ ἥλιος ἀνατείνει τὸ βλέμμα, τὸν ἀντιτάξασθαι δυνη6.11. σόμενον. διά τοι τοῦτο ὁ πρέσβις ἱστορίας πολλῆς γενόμενος κάτοχος βαρβαρικὰ παραδείγμασιν ἐταπείνου φρυάγματα. εἰπεῖν δὲ καὶ τὰ τῆς ἱστορίας οὐκ ἀνακόλουθον ὕπεστιν. ἔφησε γάρ "ἄκουε, Χαγάνε, παλαιοῦ τινος καὶ λίαν σοφοῦ διηγήματος." ἐπεὶ δὲ ἡ ἔναρξις προσεχῆ πρὸς ἀκρόασιν [ἐν]εποίει τὸν βάρβαρον, οὐκ ἐλάμβανεν ἐγκοπὴν ἡ τῆς 6.11.10 ἱστορίας ἀφήγησις. "Σέσωστρίν φασι γεγενῆσθαί ποτε ἄνδρα λίαν εὐδαίμονα καὶ τῆς Αἰγυπτιακῆς βασιλείας ἐπιφανέστατον." τοῦτον κομᾶν ἐπὶ τῷ πλούτῳ λόγος πρεσβύτης ἐρεῖ, ταῖς δὲ 6.11.11 δυνάμεσι πεφυκέναι λίαν ἀκαταμάχητον. τὸν δὲ ἐπὶ τοσοῦτον ὡς ἔπος εἰπεῖν κραιπαλᾶν, ὥστε ἁρμάμαξαν συμπήξασθαι χρυσοκόλλητον, λίθους τε τιμίους ταύτῃ περιβαλεῖν, ἐφιζάνειν τε ἐπὶ ταύτης τὸν βάρβαρον, καὶ ταῖς μὲν ἵπποις καὶ ταῖς ἡμιόνοις χαίρειν εἰπεῖν, τοὺς δὲ τῶν ἡττημένων βασιλέων τῷ ταύτης ζυγῷ [τοὺς] αὐχένας περιβαλεῖν, ἕλκειν τε ἐπὶ τῆς ἀγορᾶς τοὺς ἠτυχηκότας τῶν βασιλέων τὸ τοῦ Σεσώ6.11.12 στριδος ὄχημα. τοῦ τοίνυν Αἰγυπτίων βασιλέως μὴ μετριοπαθοῦντος ἐπὶ ταῖς εὐπραγίαις, ἀλλὰ περιφανῶς πολλάκις κατονειδίζοντος τοῖς ἡττημένοις τὴν συμφοράν, ἕνα τινὰ τῶν βασιλέων φασὶ τῶν ὑποβεβλημένων τῷ ζυγῷ τοῦ ὀχήματος ἐν μεγάλῃ τινὶ καὶ περιφανεῖ ἑορτῇ, τῶν Αἰγυπτίων συρρευσάντων ὄχλων, μὴ ἐθέλειν ἕλκειν τὸ ὄχημα πυκνά τε εἰς τοὐπίσω συστρέφεσθαι καὶ τὴν ἐπὶ τῶν τροχῶν κίνησιν 6.11.13 διορᾶσθαι. ἀσυμφώνου τοίνυν τῆς ὁλκῆς γινομένης διὰ τὸ μὴ μίαν σύννευσιν τοὺς ἐπὶ τούτῳ συντεταγμένους ποιήσασθαι, ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἔφησε πρὸς τὸν τὰς πυκνὰς ποιούμενον συστροφάς· "ἄνθρωπε, τί πρὸς τοὐπίσω τὸ βλέμμα κινεῖς; τί τοὺς τροχοὺς ἱστορεῖς;