1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

98

τούτων οἱ τῆς πόλεως μάρτυρες γεγονότες ἅπαντες συναθροίζονται καὶ τὸν ὑπὸ τοῦ στρατηγοῦ ἀποσταλέντα κατὰ τοῦ ἱερέως ἐξωθοῦσι βίᾳ τῆς πόλεως, τάς τε πύλας τοῦ τείχους συγκλείσαντες καθύμνουν ταῖς εὐφημίαις τὸν αὐτοκράτορα, 7.3.10 τὸν δὲ στρατηγὸν ὕβρεσι περιέβαλλον. ὁ δὲ Πέτρος περιστοιχίσας ἀπὸ σημείου τῆς πόλεως ἐνηυλίζετο. ἐπεὶ δὲ τὰ τῆς ἐγχειρήσεως ἦν αὐτῷ κατονείδιστα, καταλιμπάνει τὸ πόλισμα, καὶ ἐς τὸ πρόσω βαδίσεως ἔναρξιν ἐποιεῖτο μεγάλαις βλασφημίαις προπεμπόμενος ἐκ τῆς πόλεως. 7.4.1 ῞Εκτη δὲ ἡμέρα, καὶ πρὸς τὸ σκοπῆσαι τοὺς πολεμίους ἄνδρας χιλίους συνέταξεν. οὗτοι ἑκατοντάσι δέκα Βουλ7.4.2 γάροις προσπίπτουσιν. οἱ μὲν οὖν βάρβαροι, ἅτε δὴ εἰρήνης ῾Ρωμαίοις καὶ Χαγάνῳ ὑπούσης, ἀπεριμερίμνως ἐποιοῦντο τὴν βάδισιν· οἱ δὲ ῾Ρωμαῖοι γνώμῃ τοῦ στρατηγοῦ κατὰ τῶν βαρβάρων τοῖς ἀκοντίοις ἐκέχρηντο. οἱ δὲ Βούλγαροι πρέσβεις ἐξέπεμπον τήν τε μάχην ἀπεκηρυκεύοντο καὶ παρῄ7.4.3 νουν ῾Ρωμαίοις τὴν εἰρήνην μὴ διαφθείρειν. ὁ δὲ τοῦ συντάγματος ἔξαρχος πρὸς τὸν στρατηγὸν τοὺς πρέσβεις ἐξέπεμπεν ἀπὸ σημείων ὀκτὼ πεφυκότα τοῦ χωρίου. καὶ οὖν ὁ Πέτρος τοὺς εἰρηναίους λόγους ἀποσεισάμενος τοῖς προθέουσιν ἐδήλου φόνῳ μαχαίρας τοὺς βαρβάρους παρα7.4.4 χρῆμα ὀλλύναι. οἱ μὲν οὖν Βούλγαροι πρὸς μάχην ὡς οἷόν τε ἦν συμφραξάμενοι [πρὸς τὴν μάχην] χεῖρας ἐνέμιξαν, καὶ λίαν ἡρωϊκῶς συνταξάμενοι εἰς φυγὴν ἀποκλῖναι ῾Ρωμαίους 7.4.5 ἠνάγκασαν. τούτου δῆτα γεγονότος ὑπαναχωροῦσι κατὰ μικρὸν καὶ οἱ βάρβαροι ἐντροπαλιζόμενοι, ὀλίγον γόνυ γουνὸς ἐπαμείβοντες, ἵνα καί τι τῆς ῾Ομηρικῆς δέλτου τοῖς διηγήμασιν ἀναμίξωμεν· ἐδεδίεσαν γὰρ μή πως ἐπίθετος δύναμις τοῖς 7.4.6 ἡττηθεῖσι προσομιλήσασα αὖθις συσταίη πρὸς πόλεμον. ὁ μὲν οὖν Πέτρος διητυχηκὼς τοῦ βουλήματος τὸν ταξίαρχον τῶν προθεόντων τῆς ἐσθῆτος γυμνώσας δουλοπρεπῶς ἐμαστίγωσεν. παραγίνονται τοίνυν ἐπὶ τὸν Χαγάνον οἱ βάρβαροι καὶ τὰ παρηκολουθηκότα παραγυμνοῦσιν αὐτῷ. ὁ μὲν οὖν βάρβαρος ὡς τὸν Πέτρον πρέσβεις ἐξέπεμπε καὶ παρα7.4.7 σπονδοῦντί πως αὐτῷ κατωνείδιζεν. ὁ δὲ Πέτρος τοὺς πρέσβεις πιθανοῖς λόγοις ἀπεβουκόλησε καὶ ἄγνοιαν τοῦ σφάλματος προεφέρετο. δώροις τοίνυν λαμπροῖς καὶ λαφύρων ζημίαις μετατίθησι τὸν βάρβαρον πρὸς εὐμένειαν. 7.4.8 Τετάρτη δὲ ἡμέρα, καὶ πλησίον γίνεται τοῦ γείτονος ποταμοῦ, καὶ εἴκοσι συλλεξάμενος ἄνδρας ἐπεπόμφει διαπεραιοῦσθαι τὸν ποταμὸν καὶ διανοῆσαι τὰ τῶν πολεμίων 7.4. κινήματα. οἱ μὲν οὖν τὸν ποταμὸν διαπορθμευσάμενοι ἥλωσαν ἅπαντες. ὁ δὲ τρόπος τῆς ἁλώσεως οὗτος. εἴθισται τοῖς ἐπὶ κατασκοπῇ συνταττομένοις ἀεὶ τὰς νύκτας ποιεῖσθαι τὴν 7.4.10 βάδισιν, ἡμέρας δὲ λαμπούσης ὕπνοις προσομιλεῖν. οὗτοι πολλὴν τῇ προτεραίᾳ διαπεποιηκότες πορείαν, εἶτα κεκοπιακότες ἐπὶ τοῖς σώμασιν, ὑπὸ τὸ λυκόφως εἰς ἀνάπαυλαν 7.4.11 τρέπονται περί τινα πλησίον λόχμην. περὶ δὲ τρίτην ἕω πάντων καθευδόντων, καὶ μὴ ὑπόντος τοῦ διαφρουροῦντός τινος, γίνονται περὶ τὴν λόχμην οἱ βάρβαροι. ἀποβάντες τοίνυν οἱ Σκλαυηνοὶ τῶν ἵππων ἐνεχείρουν ψυχάζειν τοῖς 7.4.12 τε ἵπποις ἀνακωχῆς μεταδιδόναι τινός. τοιγαροῦν ἐκ τοῦ παρήκοντος γίνονται οἱ ῾Ρωμαῖοι κατάφωροι. καὶ ζωγρηθέντες οἱ δείλαιοι ἀνητάζοντο διεξελθεῖν, ὅσα τοῖς ῾Ρωμαίοις βεβούληται. οἱ μὲν οὖν ἀπογνόντες τὴν σωτηρίαν διεξῄε7.4.13 σαν ἅπαντα. ὁ δὲ Πειράγαστος (φύλαρχος δὲ οὗτος τῆς πληθύος ἐκείνης τῶν βαρβάρων) τὰς δυνάμεις ἀναλαβὼν ἐπὶ τὰς τοῦ ποταμοῦ διαβάσεις στρατοπεδεύεται καὶ ταῖς ὕλαις ἐγκρύπτεται οἷά τις ἐπιφυλλὶς ἀθεώρητος. 7.5.1 ὁ δὲ στρατηγός, ὁ τοῦ αὐτοκράτορος ἀδελφός, ἀπευδοκιμήσας ἐντεῦθεν πολεμίους ὑπεῖναι κελεύει τὸν ποταμὸν διαπεραιοῦσθαι τὸ στράτευμα. χιλίων τοίνυν διανηξαμένων τὸν ποταμόν, 7.5.2 ἅπαντας ἀναιροῦσιν οἱ βάρβαροι. τοῦτο διεγνωκὼς ὁ στρατηγὸς κατεπείγει τὰ πλήθη μὴ ἀνακερμάτιστον [ἀλλὰ σύμφωνον] ποιήσασθαι τὴν διάβασιν, ἵνα μὴ κατ' ὀλίγον τὸν ποταμὸν περαιούμενοι