1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

17

ἀπεκδημήσας τοῦ ἄστεος πρὸς τὸν ἑαυτοῦ 1.11.7 θρόνον ἐπάνεισιν. ἐπεὶ δὲ τὰ θεότευκτα μύρα Γλυκερίας τῆς μάρτυρος χαλκῆ τις λεκανὶς ὑπεδέχετο, αἰδοῖ τοῦ σεβάσματος ὁ ἱερεὺς ὑπαλλάττει τὰ σκεύη, καὶ τὴν μὲν χαλκῆν ἀφαιρεῖται τῆς ἱερωτάτης ἐκείνης λατρείας, τὴν δὲ ἀργυρᾶν 1.11.8 δεξαμενὴν προεστήσατο τῶν θεορρύτων μύρων. ἐντεῦθεν ὁ ποταμὸς ἀποπαύεται τῶν θαυμάτων, καὶ ἡ τῆς χάριτος πηγὴ κατακρύπτεται. οὐ στηλιτεύει τὰς δυνάμεις ἡ μάρτυς, συστέλλει τὸ χάρισμα, ἀφαιρεῖται τὸ δώρημα, καὶ νομοθετεῖ διὰ τὸ μύσος μὴ πηγάζειν τὸ μύρον· τῷ ὄντι γὰρ τὸ καθαρὸν τοῦ μὴ καθαροῦ οὐ θέμις ἐφάψασθαι, ἵνα καί τι τῆς 1.11. θύραθεν παιδείας προσφόρως ἐνείρω τοῖς διηγήμασιν. τούτου δῆτα ἐπὶ συχνὰς γενομένου ἡμέρας, καὶ τῆς συμφορᾶς ἐπιφανοῦς γενομένης τῇ πόλει, πρὸς πένθος ὁ ἱερεὺς ἐτέτραπτο· ὀδύρεται τὸ πραττόμενον, θρηνεῖ τῶν θαυμάτων τὴν ἐγκοπήν, ἀνακαλεῖται τὸ χάρισμα, τὴν ζημίαν οὐ φέρει, τὴν αἰτίαν ἐπιζητεῖ, τὴν αἰσχύνην οὐ καρτερεῖ, καὶ ἦν αὐτῷ ὁ βίος 1.11.10 ἀβίωτος, χηρευούσης τῆς ἐκκλησίας τοῦ θαύματος. διά τοι τοῦτο νηστεῖαι καὶ προσευχαὶ καταβάλλονται, στρατεύονται δάκρυα, συμμαχοῦσιν οἱ στεναγμοί, παννύχιοι δεήσεις ὁπλίζονται, καὶ πάντα συνέρχονται ὁπόσα δύνανται λύπην θεοῦ 1.11.11 μεταβάλλειν πρὸς τὸν ἔλεον. τοῦ τοίνυν θεοῦ καὶ τὸ μύσος ἀποστραφέντος καλῶς καὶ τὴν ἄγνοιαν δικαίως οἰκτείραντος, γίνεται κατ' ὄναρ τῷ ἐπισκοποῦντι τὴν πόλιν κατάδηλα τὰ 1.11.12 περὶ τὴν λεκάνην βδελύγματα. ὁ μὲν οὖν ἱερεὺς ὑπεξάγει παραχρῆμα τοῦ ἱεροῦ τὴν ὠνηθεῖσαν λεκάνην καὶ ἐν μέσῳ τὴν χαλκῆν ἐνεγκάμενος προτίθησι τῷ σεβάσματι ὡς ἁγνὴν καὶ πρεσβύτιδα λάτριν, οἷα παρθένον τινὰ καὶ ἄχραντον 1.11.13 βδελυρᾶς γοητείας. καὶ δῆτα παραυτίκα ἐπιφαίνονται αὖθις τὰ θαύματα, καὶ κατομβρίζεται μύρον. βλύζει τὸ χάρισμα, πηγάζει τὸ δώρημα, τὸ δάκρυον στέλλεται, τὸ πένθος ἐγκόπτεται, τὸ σκυθρωπὸν διαλύεται, τὸ βδέλυγμα στηλιτεύεται, καὶ πάλιν ἡ πόλις τὴν ἑαυτῆς περιβάλλεται δόξαν· ἕτοιμος 1.11.14 γὰρ οἰκτειρῆσαι θεὸς εὐσεβῶς πρεσβευόμενος. ὁ μὲν οὖν ἱερεὺς ἐπὶ τὸ βασίλειον γενόμενος πόλισμα, τίς τε ὁ πεπρακὼς τὴν λεκανίδα ὑπὸ τῶν ἐμπορευσαμένων μεμαθηκώς, ἐπὶ τὸν ἱεράρχην ἀφικόμενος ᾿Ιωάννην πάντα τὰ συγκυρήσαντα 1.11.15 ἀνατίθεται. ὁ μὲν οὖν ᾿Ιωάννης δεινοπαθήσας ἐπὶ τοῖς διηγήμασι καὶ φέρειν οὐκ ἔχων τὴν ἀκοὴν ἀθρόον φοιτᾷ πρὸς τὰ βασίλεια τῷ τε αὐτοκράτορι τῶν ἱστορηθέντων 1.11.16 αὐτῷ μετεδίδου τοὺς λόγους. ὁ μὲν οὖν Μαυρίκιος νωθρότερόν πως πρὸς τὸν φόνον τῶν ἠτυχηκότων ἑώρα· ἠξίου γὰρ μεταμέλῳ μᾶλλον ἢ ζημίᾳ τοὺς παραπεπτωκότας ἰάσασθαι. 1.11.17 ὁ δὲ ἱεράρχης ἐκραταίου τὴν ἔνστασιν ἀποστολικώτερον ἐπειγόμενος πυρὶ τοὺς ἀφεστηκότας τῆς πίστεως παραδίδοσθαι, ἐπὶ στόματος τὰ τοῦ Παύλου προφερόμενος ῥήματα, φάσκων 1.11.18 ἐπὶ λέξεως οὕτως· "ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν 1.11.1 τοῦ θεοῦ καὶ παραδειγματίζοντας. γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας παρὰ τοῦ θεοῦ· ἐκφέρουσα δ' ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν." 1.11. γίνεται τοίνυν τὸ βασιλικὸν ἀδρανέστερον βούλημα, καὶ κρατεῖ ὁ ᾿Ιωάννης τοῖς λόγοις, καὶ τῇ ὑστεραίᾳ δικαστήριον συγκροτεῖται, καὶ οἱ γόητες ἀνετάζονται καὶ καταδίκῃ περι1.11.21 πλακέντες ἀφύκτῳ πρὸς κόλασιν ἐξεδίδοντο. ὁ μὲν οὖν Παυλῖνος ἀνασκολοπίζεται ξύλῳ στερρῷ τὴν πρὸς τὸ ἄναντες κεχηνότι ἀκρώρειαν, ἐνέρσει τε τούτου ἅμα τῷ φάρυγγι τοὺς ἐν τῷ τραχήλῳ σφονδύλους ἀπαγχονιζόμενος ἀπεπνίγετο, οὕτω τε τὸν ἀσεβῆ κατεστρέψατο βίον,