1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

86

φυλακῆς τῆς νυκτὸς γενομένης, ὁ μὲν ἐργάτης τοῦ φόνου ἐς τὸν χάρακα ἐπανῆκεν, ὁ δὲ βασιλεὺς οἵ τε ἀμφ' αὐτὸν τὸν δορυφόρον μηδαμῇ που θεώμενοι ἐπὶ τῇ 6.2. ἀδηλίᾳ τὰς ψυχὰς κατεπλήττοντο. τοῦ ἵππου τοίνυν τηνάλλως πλανωμένου, γηπόνος ἀνὴρ τούτου περιτυγχάνει καὶ ἐς τὴν τάφρον αὐτὸν ἀπεκόμιζεν. ὑποτοπήσας γοῦν ὁ βασιλεὺς τοῦτον αὐτὸν κύριον καθεστάναι τοῦ φόνου ἐς βάσανον ἐξεδίδου κολάσεων. 6.2.10 Τῇ δὲ ὑστεραίᾳ ἄνδρες τρεῖς Σκλαυηνοὶ τὸ γένος μηδέν τι σιδήρου περιβαλλόμενοι ἢ ὀργάνων πολεμικῶν ἑάλωσαν ὑπὸ τῶν τοῦ βασιλέως ὑπασπιστῶν· κιθάραι δὲ αὐτοῖς τὰ 6.2.11 φορτία, καὶ ἄλλο τι οὐδὲν ἐπεφέροντο. ὁ μὲν οὖν βασιλεὺς διηρώτα τί τὸ ἔθνος αὐτῶν, καὶ ποῖ τὰς διατριβὰς ἐκληρώσαντο, τήν τε αἰτίαν τῆς περὶ τοὺς ῾Ρωμαϊκοὺς τόπους ἀνα6.2.12 στροφῆς. οἱ δὲ τὸ μὲν ἔθνος ἔφασαν πεφυκέναι Σκλαυηνοὶ πρὸς τῷ τέρματί τε τοῦ δυτικοῦ ᾠκηκέναι ᾿Ωκεανοῦ, τὸν δὲ Χαγάνον μέχρι τῶν αὐτόθι πρέσβεις ἐκπέμψασθαι ἐπὶ συλλογῇ μαχίμου δυνάμεως δῶρά τε πολλὰ τοῖς ἐθνάρχαις 6.2.13 φιλοτιμήσασθαι. τοὺς μὲν οὖν δεξαμένους τὰ δῶρα τὴν συμμαχίαν αὐτῷ ἀπανήνασθαι, ἀποκναίειν τε αὐτοὺς τὰ μήκη τῆς ὁδοιπορίας διισχυριζομένων, ὡς δὲ τὸν Χαγάνον ἐπαποστείλασθαι αὐτοὺς ἐκείνους τοὺς ἑαλωκότας ἀπολογίας ὑπόθεσιν ἔχοντας· πεντεκαίδεκά τε μησὶ τὴν ὁδὸν διανύσαι. τὸν δὲ Χαγάνον ἐπιλαθόμενον τοῦ νόμου τῶν πρέσβεων 6.2.14 δογματίσαι κωλύμην αὐτοῖς τῆς ἀναζεύξεως. αὐτούς τε τῶν ῾Ρωμαίων ἔθνος ἀκηκοότας ἐπί τε πλούτῳ καὶ φιλανθρωπίᾳ λίαν, ὡς ἔστιν εἰπεῖν, εὐκλεέστατον, ἐμπορευσαμένους τὴν 6.2.15 εὐκαιρίαν πρὸς τῇ Θρᾴκῃ ἀναχωρῆσαι. κιθάρας τε ἐπιφέρεσθαι διὰ τὸ μὴ ἐξησκῆσθαι ὅπλα τοῖς σώμασι περιβάλλεσθαι, τῆς χώρας αὐτοῖς ἀγνοούσης τὸν σίδηρον κἀντεῦθεν τὸν εἰρηναῖον καὶ ἀστασίαστον παρεχομένης τὸν βίον αὐτοῖς, λύραις τε καταψάλλεσθαι περιλαλεῖν οὐκ εἰδότας ταῖς σάλπιγξιν· οἷς γὰρ ὁ πόλεμος ἦν ἀνιστόρητος, εἰκότως ἂν ἔφασκον 6.2.16 ἀγρότερά πως ὑπεῖναι τὰ τῆς μουσικῆς μελετήματα. ὁ μὲν οὖν αὐτοκράτωρ ἐπὶ τοῖς ῥηθεῖσι τὸ φῦλον ἀγάμενος φιλοξενίας ἠξίου ἐκείνους αὐτοὺς τοὺς ἀπὸ τῶν βαρβάρων ἐντετυχηκότας αὐτῷ, θαυμάσας τούτων τῶν σωμάτων τὸ μέγεθος τό τε μεγαλοφυὲς τῶν μελῶν ἐς τὴν ῾Ηράκλειαν τούτους παρεπέμπετο. 6.3.1 Τρίτη δὲ ἡμέρα, καὶ πρέσβεις ὑπὸ τοῦ βασιλείου ἐξεπέμποντο ἄστεος, ἥ τε ἀξίωσις ὑπὸ τῆς συγκλήτου ἐς τὸν βασιλέα ἐγίγνετο· ἡ δὲ ὑπόθεσις τὴν ἐπανάζευξιν τῆς βασιλέως ἐκδημίας ἐθήρα λαβεῖν. ὁ μὲν οὖν αὐτοκράτωρ μηδέν τι προσηκάμενος τῆς πρεσβείας παλιννοστεῖν προστάττει τοῖς 6.3.2 πρέσβεσιν. τετάρτη δὲ ἡμέρα, καὶ ἐς τὸ πρόσω ὁ αὐτοκράτωρ μετωχετεύετο. στενῆς δὲ γεφύρας ἱκανοῖς στρατεύμασιν ὁμιλούσης, τεναγώδους τε δυσχωρίας συγκυρησάσης αὐτοῖς, δυσδιέξοδος ἦν ἡ διάβασις. ὑπῆσαν δὲ πλησίον πηγαὶ ποταμοῦ ὃν Ξηρόγυψον προσκαλοῦσιν οἱ πλησιόχωροι. 6.3.3 ἀκοσμούσης τε τῆς δυνάμεως περὶ τὴν διάβασιν, θρύλου τε περὶ τὴν γέφυραν ἀναθορήσαντος, ἀνυπονοήτου τε βοῆς προσγενομένης τῷ πλήθει, καί τινων κατακρημνισθέντων ὑπὸ τῆς περὶ τὸν ὄχλον ἐκθλίψεως, τοῦ ἵππου ἀποβὰς ὁ βασιλεὺς καὶ βακτηρίας ἑλόμενος αὐτουργὸς ἐγίγνετο κοσμιότητος, καὶ τῆς ἐπιθέσεως ἀπέχεσθαι τὰ πλήθη προστάξας ἐδίδου τῇ βαδίσει τὴν εὔροιαν, τῇ ἀναβολῇ τῆς συγχύσεως 6.3.4 τὸ κατὰ μικρὸν δεικνὺς ἀσφαλὲς τοῖς στρατεύμασιν. οὕτω μὲν οὖν ὁ βασιλεὺς ἄσιτος διημερεύσας περὶ τὴν γέφυραν παρεῖχε τῇ δυσχωρίᾳ διέξοδον. ἡλίου δὲ πρὸς δυσμὰς ἀποκλίναντος 6.3.5 ἀπὸ σημείων δύο τῆς γεφύρας ἐστρατοπέδευεν. τῇ δὲ ὑστεραίᾳ πρὸς τῇ ᾿Αγχιάλῳ διαγράφει τὸν χάρακα, ἡμέρας τε πέντε πρὸς ταῖς δέκα ἐνθαδὶ τὴν διατριβὴν ποιησάμενος ἐς τὸ βασίλειον ἄστυ ἐπάνεισιν, ἥκειν ἀκούσας ὑπὸ τοῦ Περσῶν 6.3.6 βασιλέως ἐς Βυζάντιον πρέσβεις. τρίτη δὲ ἡμέρα, καὶ οἱ τῆς Κελτικῆς ᾿Ιβηρίας πρέσβεις ἐς τὸ βασίλειον παραγίγνονται ἄστυ· (Φράγγοι δὲ ἄρα οὗτοι τῇ νεωτέρᾳ γλώττῃ κατονομάζονται) αἱ δὲ προσηγορίαι τοῖς πρέσβεσι Βόσος καὶ Βέττος.