1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

9

κατατρύχουσαν. 1.1.8 βασιλεία γὰρ καὶ παῖδες καὶ γύναιον κατὰ ταυτὸν ἐπιτίθενται, ἡ μὲν ἡγεμόνα ζητοῦσα σοφόν, ἡ δὲ κηδεμόνα χηρείας ἐπιεικέστατόν τε καὶ εὐσεβέστατον, αἱ δὲ τοὺς χειραγωγοῦντας διὰ τὸ τῆς ἡλικίας ἄωρον τό τε τῆς θηλείας φύσεως ἀσθενέστερον. 1.1. περιφρονῶ δὲ πολλάκις ὑπὸ τῆς νόσου τὴν φύσιν καὶ τὸν ἐκείνης δραπετεύω δεσμὸν καὶ παίδων ὑπερορῶ, καὶ περιῶπταί μοι γύναιον, ἤδη τεθνάναι δοκῶν καὶ τῆσδε τῆς προμηθείας 1.1.10 ἐλευθερίαν λαχεῖν. ἀλλ' εὐθὺς ἡ περὶ τῶν σκήπτρων ἀπαραίτητος φροντὶς εἰσεπήδησεν· οὐ τὸ μόνον γὰρ διατηρῆσαι κράτος ἐμπιστευθέν ἐστιν ἀγών, ἀλλὰ καὶ τὸ δεόντως ἑτέροις 1.1.11 παραπέμψαι τὸν κλῆρον. δεῖ γὰρ τῶν προτέρων ἡγεμόνων εἶναι τοὺς δευτέρους ἀμείνους, ἵνα τοῖς προσφαλεῖσιν ἐκεῖνοι τὴν παρ' αὐτῶν διόρθωσιν εἰσαγάγωσιν, ἢ διολισθάνειν ἅπαν συλλήβδην εἰπεῖν τὸ ὑπήκοον, ἀδρανεστέρᾳ κρηπῖδι 1.1.12 τὴν βασιλείαν στηρίξαντι. τούτων κατεσθιόντων τῶν λογισμῶν τὴν διάνοιαν, ἡ τεχνῖτις ἡμῖν πρόνοια συλλαμβάνει τῶν πόνων καὶ μίαν μεθ' ἡμῶν βουλὴν προηνέγκατο καὶ δείκνυσι τὸν βασιλεύσοντα ἐπιβάτην τε τῆς ἐξουσίας ἐσόμενον, Μαυρίκιον τουτονί, ἄνδρα λυσιτελέστατον, τῇ ῾Ρωμαίων ἀρχῇ πολλοὺς καὶ μεγάλους πόνους ἐγκαταθέμενον, ὥσπερ ἀρραβῶνάς τινας προκαταβαλόμενον τῆς ἐσομένης ἀμφὶ τὸ ὑπήκοον προνοίας 1.1.13 αὐτῷ. τοῦτον αὐτοκράτορα τήμερον ὄψεσθε. οὕτω δὲ πέποιθα ἐπὶ τήνδε τὴν μεγίστην ἐγχείρησιν (καὶ τὰ τῆς διανοίας οὐ σκάζει κινήματα), ὡς καὶ τὸ θυγάτριον ἅμα τῇ βασιλείᾳ τούτῳ πεπίστευκα. τηλικούτῳ φύσεως ἐνεχύρῳ θαρρύνων ὑμᾶς ταύτην ἐφόδιον τὴν ψυχαγωγίαν ἐπὶ τὴν μακρὰν ἐκείνην 1.1.14 ἐκδημίαν ἀποίσομαι. καὶ ὑμεῖς δέ μοι μάρτυρες τῆσδε τῆς καλλίστης συντάξεως ἀξιόχρεῳ ἐξ ὧν ἐπειράθητε ἡμῶν τε ἡνιοχούντων τὴν ἡγεμονίαν καὶ τοῦδε παριππεύοντος λίαν 1.1.15 ἡμῖν ἐμφρονέστατα. σὺ δέ μοι, Μαυρίκιε, κάλλιστον ἡμῖν ἐπιτάφιον τὴν σὴν βασιλείαν πεποίησο. κόσμει τὸν ἐμὸν τάφον ταῖς σαῖς ἀρεταῖς, μήτε τὰς τῶν πεπιστευκότων καταισχύνων ἐλπίδας, μήτε τὰς σὰς ἀγνωμονῶν ἀρετὰς τήν τε 1.1.16 τῆς ψυχῆς δραπετεύων εὐγένειαν. χαλίνου λόγῳ τὴν ἐξουσίαν, φιλοσοφίᾳ τὸ κράτος οἰάκιζε· βασιλεία γὰρ ὑψηλόν τι χρῆμα καὶ μετέωρον, ἐς μέγα τὸν ἐπιβάτην ἀπαιωροῦσα τοῖς τε λογισμοῖς ἐκφρυάττουσα. δόκει μὴ πάντων ὑπερέχειν τῷ φρονιμώτατος εἶναι, εἰ καὶ τὰ τῆς τύχης ὑψηλά σοι παρὰ 1.1.17 πάντας. θηρῶ παρὰ τῶν ὑπηκόων ἀντὶ μὲν φόβου τὴν εὔνοιαν, ἀντὶ δὲ κολακείας τίμα τὸν ἔλεγχον οἷα διδάσκαλον ἄριστον· ἀνουθέτητον γὰρ ἐξουσία καὶ παιδείας οὐκ ἀνεχόμενον. ἔστω πρὸ τῶν σῶν ὀφθαλμῶν σύνεδρος ἡ δίκη 1.1.18 πρυτανεύουσα τῶν βεβιωμένων ἀντίδοσιν. νόμιζε τὴν πορφύραν, τῷ φιλόσοφος εἶναι, εὐτελές τι ῥάκος ἀμπέχεσθαι, τὸν δὲ στέφανον μηδέν τι διοίσειν τῶν ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάττης ψηφίδων. στυγνὸν τὸ τῆς ἁλουργίδος ἄνθος, καί μοι δοκεῖ τοῖς βασιλεῦσι παρεγγυᾶν μετριοπαθεῖν ἐπὶ ταῖς εὐπραγίαις, καὶ μὴ περιγάνυσθαι καὶ φρυάττεσθαι τῇ πενθίμῳ ταύτῃ τῆς μοναρχίας στολῇ· οὐ γὰρ ἐξουσίαν ἀκολασίας ἀλλὰ δουλείαν ἔνδοξον τὸ σκῆπτρον τῆς βασιλείας 1.1.1 φιλοσοφεῖν ἐπαγγέλλεται. ἡγείσθω τῆς ὀργῆς τὸ φιλάνθρωπον, τῆς δὲ σωφροσύνης ὁ φόβος. ἐξέταξε γὰρ καὶ ταῖς μελίτταις ἡγεμόνας ἡ φύσις, ὠχύρωσε δὲ καὶ κέντρῳ τὸν βασιλέα τὴν μέλιτταν ὥσπερ τι κράτος αὐτόματον ἐγκεντρίζουσά πως αὐτῷ, ἵνα καὶ πλήττειν ἔχῃ τὸν μὴ δικαίως πειθόμενον. 1.1. ἀλλ' οὐκ ἔστιν ἐκείνῃ τὸ κέντρον τυραννικόν, δημωφελὲς δὲ μᾶλλον καὶ δίκαιον. οὐκοῦν ἐκείνης ἐσόμεθα μιμηταί, εἰ μήγε λόγος δεδύνηται χαρίζεσθαι καὶ τὰ μείζονα. ταῦτα μὲν ὁ προβολεὺς ἐγώ· ἕξεις δὲ τῆς γνώμης ὥσπερ δικαστὴν τὴν ἐξουσίαν ἀδέκαστον, ἢ τιμῶσαν τὰς ἀρετὰς ἢ τὴν κακίαν φαυλίζουσαν." 1.1.21 ῞Οτε τοίνυν τὰ τῆς διαλέξεως ἐπερατοῦτο τῷ αὐτοκράτορι, πολὺ τοῖς θεαταῖς τὸ δάκρυον ἐπεκύμαινεν, τῶν μὲν ἀνιωμένων ἐπὶ τῷ πάθει, παρ' οἷς καὶ τὰ τῆς εὐνοίας ἦν λιπαρώτερα, ἄλλων δὲ κατακηλουμένων ἐπὶ τῷ οἴκτῳ διὰ