1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

33

ἀλλ' ἔμοιγε περιθάλπειν ἐάτω· οὐ γὰρ τὸ καλὸν τῆς ὁμοίας παρὰ πάντων εὐνοίας τετύχηκεν, οὔτε τὰ δεξιὰ τοῖς πᾶσι σπουδάσαι δοκεῖ. ἡ γὰρ ἀρετὴ ὑψηλόν τι χρῆμα καὶ δύσαντες καὶ τοῖς πολλοῖς οὐ μετόν, ἢ διὰ κακίας ἰσχὺν ἢ ἀνορεξίαν τοῦ κρείττονος." 2.15.1 ᾿Επεὶ δὲ ταῦτα ὁ γέρων τῇ ἐκκλησίᾳ ἐνήχει τὰ ῥήματα, ἐζωπύρει τὸ πλῆθος καὶ παρώτρυνε πρὸς παράταξιν, τῶν μὲν βελτίστων ἀκαθέκτους τὰς ἐφέσεις ποιούμενος, τῶν δὲ νωθροτέρων οἷα μάστιγι τῷ λόγῳ τινὶ διανύττων πως 2.15.2 καὶ μεταπλάττων τὸ ἄνανδρον. βοὴ δὲ πολλὴ ἐκ τῆς βουλῆς ἐκεκίνητο, καὶ ταῖς εὐφημίαις κατεκελάδουν τὸ θέατρον ἀγάμενοι τῆς μεγαλονοίας τὸν στρατιώτην τὸν γέροντα. παραχρῆμα δ' ἀδελφὰ τῆς ἑαυτῶν γνώμης συμφρονήσαντες ἅπαντες τὴν βουλὴν διαλύσαντες ἐς πανοπλίαν ἐτρέποντο. 2.15.3 κατῆραν τοίνυν τοῦ Αἵμου ἐπὶ Καλβομοῦντις καὶ Λιβιδουργὸν πολεμησείοντες, καὶ τὸν Χαγάνον εἰσορῶσιν οὐ πόρρω που διατρίβοντα, ἀλλ' ὡς ἀπὸ σημείων τεττάρων ἀπεριμερίμνως τὰς σκηνὰς συμπηξάμενον, ἅτε δὴ τῆς ἐκείνου πληθύος ἀνὰ 2.15.4 πᾶσαν ἐκχεθείσης τὴν Θρᾴκην. διακοσμήσας γοῦν ὁ Κομεντίολος τὸ στράτευμα καὶ ἐς τάξιν μίαν συντάξας βαδίζειν εἴα· καὶ πρὸς τὴν ᾿Αστικὴν χωρεῖν διατάττεται τήν τε νύκτα διὰ φυλακῆς ἔχειν προσπίπτειν τε τῇ ὑστεραίᾳ τῷ Χαγάνῳ λαίλαπος δίκην καὶ μέγιστον φόνον διὰ τῆς ὁμιλίας 2.15.5 παρέχεσθαι. ἀλλ' ἔδοξε τύχῃ τινὶ παραχαράττειν τῆς στρατηγίας τοὺς γνώμονας· κηφῆνος γὰρ δίκην τοὺς τῆς εὐβουλίας σίμβλους ἠφάνισε καὶ οἷα μελίττης τινὸς τοῦ στρατηγοῦ τοὺς 2.15.6 πόνους ληΐζεται. τοῦ γὰρ ἡλίου τὰ νῶτα τῇ σκυθρωπῷ νυκτὶ παραδείξαντος, καὶ τῆς περικαλλοῦς καὶ φωσφόρου λαμπάδος τὸ φαιδρὸν περιστειλαμένης καὶ παραχωρούσης κράτει νυκτερινῷ, ἕν τι τῶν ὑποζυγίων τὸν ἐπικείμενον 2.15.7 παραπέρριψε φόρτον. συνέτυχε δὲ τὸν κεκτημένον εἰς τὸ πρόσω βαδίζειν. οἱ δὲ παρεπόμενοι καὶ ὁρῶντες τὸ νωτοφόρον ζῶον τὰ ἐπικείμενά πως αὐτῷ ἐπισυρόμενον ἀκοσμότερον εἰς τοὐπίσω τραπέσθαι τὸν δεσπότην ἐκέλευον τό τε 2.15.8 σκευοφόρον ζῶον ἐπανορθοῦσθαι τοῦ πλημμελήματος. τοῦτό τοι τῆς ἀταξίας γέγονεν αἴτιον καὶ τὴν εἰς τοὐπίσω παλίρροιαν αὐτοματίζεται· παρηχεῖται γὰρ τοῖς πολλοῖς ἡ φωνή, καὶ παράσημον ἦν τὸ λεγόμενον, καὶ φυγὴν ἐδόκει δηλοῦν, ὡς οἷα τῶν πολεμίων ἐπιφανέντων ἀθρόον αὐτοῖς καὶ 2.15. παρακλεψάντων τὴν δόκησιν. μεγίστου δὲ συμπεσόντος τῷ στρατεύματι θρύλου, θροῦς παρ' αὐτῶν πολὺς ἐπανίσταται, παλιννοστεῖν τε ἐβόα πᾶς γεγωνὼς διαπρύσιον, ἐπιχωρίῳ τε γλώττῃ εἰς τοὐπίσω τραπέσθαι ἄλλος ἄλλῳ προσέταττεν, "τόρνα, τόρνα" μετὰ μεγίστου ταράχου φθεγγόμενοι, οἷα 2.15.10 νυκτομαχίας τινὸς ἐνδημούσης ἀδοκήτως αὐτοῖς. διασπᾶται γοῦν ἅπαν τὸ σύνταγμα ὥσπερ ἁρμονίας τινὸς τῶν ἐν τῇ λύρᾳ νευρῶν. ἐντεῦθεν ὁ Χαγάνος τὸν δεύτερον τοῦτον καὶ μέγιστον διεδίδρασκε κίνδυνον, καὶ ᾗ ποδῶν εἶχεν, καταλελοίπει τὰς συνήθεις διατριβὰς καὶ πρὸς ἕτερον μετῳκίζετο χῶρον, σωτηρίαν τε τῆς προτέρας παραδοξοτέραν ηὐτύ2.15.11 χησεν. παραπλήσια δὲ καὶ τὸ ῾Ρωμαϊκὸν ἔδρα, καὶ ἀμοιβαία τις ἦν ἡ φυγή, καὶ φόβος τις κίβδηλος τὸ ῾Ρωμαϊκὸν περιεστρόβει στρατόπεδον, καὶ νόθος αὐτοὺς ἐξετάραττε 2.15.12 κίνδυνος. ὅμως ἀναιροῦνται τῶν ᾿Αβάρων οἱ πλείους, συμπλοκῆς ἀδοκήτου συνενεχθείσης ἀμφοῖν τοῖς στρατεύμασιν· ἀντιστραφέντων γάρ τινων τῆς ῾Ρωμαϊκῆς συμμορίας, εὐσθενέστατα τοῖς πολεμίοις προσέμιξαν. 2.15.13 ᾿Επεὶ δὲ τῶν δισσῶν τούτων θορύβων ὁ Χαγάνος ἀνέπνευσεν, τὴν ἐκ τῶν ἐφόδων σπιλάδα διακρουσάμενος, τὸ βαρβαρικὸν συναθροίσας ταῖς ῾Ρωμαϊκαῖς προσέβαλλε πόλεσι τό τε φρούριον τὴν ᾿Αππιάρειαν ἐχειρώσατο. οὐ περιττὸν δέ μοι δοκεῖ καὶ τὸ ὅπως διεξελθεῖν καὶ μικρόν τινα λόγον ὥσπερ ἐμβόλιμον τῇ συνεχείᾳ χαρίζεσθαι. 2.16.1 στρατιώτης τις ἦν, Βουσᾶς ὄνομα αὐτῷ, ἀνὴρ ἀγαθὸς ἐς παράταξιν καὶ τῶν ἐνηθληκότων ἄλλων ἀριστέων διὰ ψυχῆς ἀρετὴν ἐνδοξότερος, τούτων τε