1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

19

λεγομένου χάρακα διεγράψατο, καὶ ἄνδρας ἐπὶ στρατείαν ἐνήθροιζεν, μετοπώρου 1.13.4 τε ἀρχομένου παρὰ τὸν Τίγριν αὐλίζεται· καὶ πλείστοις χρησάμενος χάραξιν ἧκεν εἰς χῶρον Καρχαρωμᾶν ὀνομαζόμενον κἀκεῖ πως ἐνδιατρίψας ἐπύθετο Καρδαριγὰν τοῦ ὄρους τοῦ ᾿Ιζαλὰ ἐπιβήσεσθαι μέλλειν διὰ τῶν ἐχυρωμάτων τῶν 1.13.5 Μαϊακαριρί. διά τοι τοῦτο ἀπῆρε τῶν ἐντεῦθεν ὁ στρατηγὸς καὶ πεδίῳ προσωμίλησε γειτνιῶντι τῇ Νισίβει, καὶ στρατοπεδεύσας ἐν τοῖς ὑψηλοῖς ἀθρόως κατῆρε τῆς Περσίδος καὶ 1.13.6 πλείστης λείας ἐκράτησεν. οὐ μετὰ πολὺ δὲ γηπόνος ἀνὴρ τὴν ῾Ρωμαϊκὴν ἔφοδον τῷ Καρδαριγὰν ὑπεδήλωσεν· ἃ δ' εἶπεν, ἐκεῖνά ἐστιν, αὐτὸν μὲν ἀλᾶσθαι τοῖς ὄρεσιν αὐταῖς ἐλπίσι φερόμενον, τὸ δὲ ῾Ρωμαϊκὸν τὴν Μηδικὴν διατέμνεσθαι 1.13.7 χώραν. εἰς τοὐπίσω τοίνυν τοῦ Καρδαριγὰν γενομένου καί πως ἐνέδραν ἐγκαθίσαι τῷ ῾Ρωμαϊκῷ πειρωμένου, ὁ στρατηγὸς τὰς δυνάμεις συνέλεξε καὶ πρὸς τὸ ὄρος τὸ ᾿Ιζαλὰ στρατοπεδεύεται, ἅτε δὴ τῶν τόπων ἀσυλίαν παρεχομένων τοῖς ἐπιβαίνουσιν, τήν τε λείαν ἐπεφέρετο προμηθεστάτῃ φρουρᾷ. 1.13.8 μετὰ τοῦτο ἦλθεν ἐπὶ τὸν Νύμφιον ποταμὸν οὐκ ἄδοξα τὰ προαύλια τῆς ἡγεμονίας ἀπενεγκάμενος. πάλιν δ' αὖ Φιλιππικὸς προσβάλλειν τῇ Μηδικῇ χώρᾳ ἐθάρρησε καὶ τὰ ὑπὸ τὸ Βεαρβαὲς διατέμνεται· τὸ δὲ Περσικόν, ἐπεὶ τούτων ἀκήκοεν, ἐπιτείνει τὴν ἵππον. τούτῳ τοι καὶ διόλωλε τῆς 1.13. ἵππου πλείστη ἀπόμοιρα. τοὺς δὲ ῾Ρωμαίους λόγος τῆς ἀφίξεως τῶν βαρβάρων τὴν συντονίαν θαυμάσαντας τῆς Μηδικῆς χώρας ὑπεξελθεῖν, δίχα τοῦ παντὸς διαιρεθέντος 1.13.10 συντάγματος. καὶ οἱ μὲν ἀμφὶ τὸν στρατηγὸν ἧκον ἐπὶ τὸ Σισαρβάνων, εἶτα ἐπὶ τὸ τοῦ ῾Ράβδιος· ὁ δ' ἅτερος ἀποδασμὸς ἀποπλανηθεὶς τὴν ἐπὶ Θεοδοσιούπολιν ὁδὸν ἄλλως ἐπονεῖτο. ἡ δὲ γῆ ἐκείνη, ἀκοῇ ἴσμεν, ἄνυδρός τε καὶ κάταυχμος 1.13.11 ἄχρι τοῦ ᾿Αβόρα ποταμοῦ λεγομένου. συμπίπτει γοῦν τοῖς ῾Ρωμαίοις ἀπαρηγόρητος κίνδυνος· χηρεύουσι γὰρ ὑδάτων ἐς τὸ καρτερόν, οὗ τί ἂν γένοιτο στρατιᾷ χαλεπώτερον; καὶ μέντοι ὠμοτάτην κατὰ τῶν αἰχμαλώτων ἀποσχεδιάζουσι 1.13.12 ψῆφον, καὶ πάντας ἀνεῖλον ἄρρενάς τε καὶ θηλείας· τοὺς δὲ παῖδας διέσωζον τὸ ἄωρον τῆς ἡλικίας οἰκτείροντες. ὅμως μετ' οὐ πολὺ κἀκείνους ἡ τῶν ὑδάτων διεχρήσατο σπάνις. ῾Ρωμαῖοι δὲ μεγάλοις περιπεπτωκότες κακοῖς τῆς Θεοδοσιουπόλεως ἐπιβαίνουσιν. 1.14.1 ῾Ο δὲ Φιλιππικὸς μεγαλοφρόνως εἰς τὸν ἐπιόντα ἐνιαυτὸν τῇ ᾿Αρζανηνῇ χώρᾳ τὸ δόρυ ἐμπέπηχε καὶ λαμπρὰν 1.14.2 καὶ ἀξιολογωτάτην λείαν ἐζώγρησεν. φήμη δέ τις διέρρει ὡς ὁ στρατηγὸς φιλομαθέστατος ὢν καὶ πολεμικὰς ἐπιστήμας ἐκ τῶν πάλαι σοφῶν ἀρυσάμενος ἐκ τῆς Σκιπίωνος τοῦ ἡγεμονικωτάτου ἀγχινοίας τὴν ἐντρέχειαν ταύτην τῆς σοφῆς 1.14.3 στρατηγίας περιεβάλετο. ὡς γὰρ οἱ τὰς ἱστορίας καθάπερ ἀγάλματα θεῖά τινα τῷ τεμένει τῆς μνήμης γραφῇ καθιδρύσαντες διελέχθησαν, τοῦ ᾿Αννίβαλ τοῦ Καρχηδονίων στρατηγοῦ τὴν ἀνὰ τὴν Εὐρώπην ῾Ρωμαίων διατέμνοντος γῆν, Σκιπίων ὁ πρεσβύτερος τὸν οἴκοι πόλεμον τῇ ἀναβολῇ ἀναθεὶς τῇ Καρχηδονίων χώρᾳ προσπλέκεται καὶ ἐς μέγα κακοῦ ἐλήλακε 1.14.4 τὸ πολέμιον. τὸν δ' ᾿Αννίβαλ τὰς Καρχηδονίων τύχας ἀκηκοότα ἐς τὴν ἑαυτοῦ ἐπαναζεῦξαι τὰς μεταβολὰς τῶν πραγμάτων ἐκ τῶν εἰς αὐτὸν συμβεβηκότων δεινῶν παιδευόμενον. καὶ οὗτος ἐδόκει ὁ πρὸς Φιλιππικὸν εἶναι λόγος παράλληλος. οὐκ ἄπο δὲ σκοποῦ γέγονεν αὐτῷ ἡ βουλή. 1.14.5 ἔτυχε δὲ τὸν στρατηγὸν κάμνειν τὸ σῶμα μεγίστου νοσήματος αὐτῷ ἐνσκήψαντος. διὸ ἐπὶ τὴν Μαρτυρόπολιν ἀφικνεῖται ἐπιτρέψας τὸ στράτευμα Στεφάνῳ τῷ ταγματάρχῃ, (ὑπασπιστὴς δ' οὗτος ἐγεγόνει Τιβερίου τοῦ αὐτοκράτορος), τόν τε ᾿Αψὶχ τὸν Οὖννον τῶν ὅλων ὑποστράτηγον ἐχειροτόνησε τάξεων. 1.14.6 οὕτω μὲν οὖν ὁ στρατηγὸς ὑπὸ τῆς νόσου ἀπόμαχος ἦν, ὁ δὲ Καρδαριγὰν τὴν ὅλην ἀναλαβόμενος δύναμιν τῇ ἔναγχος Τιβερίου πόλει προσαγορευθείσῃ προσέβαλλεν, ἥτις Μονοκάρτων πάλαι ὠνόμαστο. ταύτης ὁ στρατηγὸς τῷ παρῳχηκότι ἐνιαυτῷ γεγηρακότα τὰ τείχη ἀνέρρωσε καὶ προμηθείᾳ