1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

30

διὰ τὸ τῆς ὁμιλίας ὡς ἔπος εἰπεῖν μαλθακώτερον. ξεναγωγοῦσί τε ὄρνιθες τοὺς θεατὰς τοῖς μέλεσι μουσικώτερον ἐν τοῖς νεοβλάστοις τῶν δένδρων ὀχούμενοι, ᾄδουσί τε αὐτοῖς νηπενθές τε ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων, καὶ πολλὴν τὴν ἀλυπίαν τοῖς ὁδίταις 2.11.8 ταῖς ᾠδαῖς παραπέμπουσιν. ὁ δὲ κιττὸς καὶ ἡ μυρρίνη καὶ ἡ σμῖλαξ μετὰ τῶν ἄλλων ἁπάντων ἀνθῶν καλλίστῃ τινὶ συμφωνίᾳ τρυφὴν ἄϋλόν τινα ταῖς ὀσμαῖς τελεσφοροῦσι κομιδῇ ἀφθονώτατα, καὶ καταπλουτοῦσι ταῖς εὐωδίαις τὸν ἐνδημήσαντα ὥσπερ τινὶ φιλοξενίας ἀρίστῳ θεσμῷ παρα2.11. σκευὴν θυμηδίας τινὰ τοῖς φοιτηταῖς προφερόμενοι. ἔνθα δὴ τῇ προτεραίᾳ, ἅμα τῇ ὑστεραίᾳ τὸ στρατόπεδον προσέταττεν ὁ στρατηγὸς ἐναυλίζεσθαι. περὶ τὴν ξυλίνην δὲ γέφυραν τοῦ γείτονος ποταμοῦ ἀνιχνεύειν τὸ ᾿Αβαρικὸν ἐξ ἑωθινοῦ λοχίτῃ γε ὄντι Μαρτίνῳ ὁ στρατηγὸς ἐγκελεύεται ἐπισκοπεῖν τε, εἴγε διεπεραιώθη τὸν ῥοῦν τὸ πολέμιον, Κάστον δὲ κατὰ τὴν λιθίνην διάβασιν ἀνερευνᾶσθαι τὰ τῶν πολεμίων κινήματα, πῶς τε ἔχουσι γνώμης, καὶ πρὸς τὸ ἀντιπέρας 2.11.10 εἴγε στρατοπεδεύοιντο. ἀλλ' ἐπεὶ Μαρτῖνος ἐτεθέατο διαπεραιοῦσθαι τὸν ῥοῦν ὅσον οὔπω τὸ πολέμιον μέλλον, παλίνορσος οἷα ἐπανῆκε καὶ συνέρρει τοῖς ἀμφὶ τὸν Κομεντίολον 2.11.11 στρατεύμασιν. ὁ δὲ Κάστος ὑπεσβαίνων τόν τε ποταμὸν διεπεραιώσατο καὶ εἰς τὸ πέραν ἀφικόμενος συγγίνεται τοῖς προθέουσι τῶν ἀντιπάλων καὶ ῥωμαλεώτερον ἅπαντας τῷ 2.11.12 ἀκινάκῃ διώλεσεν. δράσας δὲ τὰ τοιαῦτα οὐχ οἷός τε ἦν τὴν παροῦσαν εὐπραγίαν διαφυλάξασθαι σκαιοῦ τινος δαίμονος ὑποθήκαις. οὐκ ἀνέζευξε γὰρ ἐπὶ τὸν Κομεντίολον, ἀλλ' ἐπὶ τὴν ξυλίνην ἀποιχόμενος γέφυραν συμπαρομαρτεῖν 2.11.13 ἐπειρᾶτο Μαρτίνῳ. ἐπεὶ δὲ διητύχησε τοῦ βουλήματος, ἡλίου δυομένου ἐπαννύχιζε κατὰ τὸν χῶρον. τῇ δ' ἐπιούσῃ διενυκτέρευε τὸ πολέμιον καὶ διὰ τῆς ξυλίνης γεφύρας εἰς τὸ πέραν διεπορθμεύετο· οὐ γὰρ οἷόν τε ἦν ἄλλως διαπεραιοῦσθαι τὸ ῥεῖθρον. ἀγχιβαθὴς γὰρ ὁ ποταμὸς ἐπεφύκει πελαγίζων τε τῷ ῥοθίῳ τοὺς ἐπιβαίνοντας τῆς πορείας ἀπεῖργεν. 2.11.14 συννεύοντος δὲ καὶ Κάστου ὡς τὰ οἴκοι καὶ ἀνταναγομένου ἐπὶ τὸ στρατόπεδον, ἀντιμέτωπον τὸ δυσμενὲς συνεκύρησε πλῆθος, καὶ δυσάντητον ἦν τὸ κακὸν καὶ σοφίσματος ἄμοιρον. 2.12.1 ἀτὰρ ἱδρὼς περιέρρει τῷ Κάστῳ, ἀπορίᾳ δὲ τὴν ψυχὴν κατεβάλλετο, ὠρρώδει τε καὶ ἐδεδίει, καὶ ἐς μέγα κακοῦ τὰ 2.12.2 τῆς συμφορᾶς εἶχε τὴν πρόοδον. περισχίζεται δὲ παραυτίκα τὸ σύνταγμα, καὶ ἄλλος ἄλλῃ, ὡς εἶχε δειλίας, ἐτράπετο, καὶ οἷα πτῶκές τινες ἢ νεβροὶ κυνηγέτου ἐπιβουλὰς παρωθούμενοι πρὸς τὰ τέμπη παρεκρύπτοντο, ἐγκεκορδυλημένοι 2.12.3 τοῖς ἄλσεσιν. ἁλόντες δέ τινες τοῦ ῾Ρωμαϊκοῦ ὑπὸ τῶν ᾿Αβάρων ἀνήκεστά τε ᾐκίζοντο καὶ ἄλλας ἄλλοτε στρεβλώσεων ἐπινοίας ὑπέμενον. ἠπειλεῖτο δ' αὐτοῖς καὶ τρόπος θανάτου πικρότατος, εἰ μὴ τὸν Κάστον ὅπῃ καὶ τύχοι τραπέντα 2.12.4 παραδηλώσωσιν. τοιγαροῦν καθομολογοῦνται δακτυλοδεικτοῦσί τε τὸν Κάστον οἷά πως ἐπιφυλλίδα τινὰ ἐν μέσῳ τῆς ὕλης ἀποκρυπτόμενον. καὶ οὖν ἐζωγρεῖτο ὁ ταξιάρχης καὶ λιπαρόν τι κύρμα τοῖς πολεμίοις ἐγίνετο. ἀλλὰ καὶ πλείστη ἀπόμοιρα τοῦ στρατεύματος ἅμα τῷ Κάστῳ ὑπὸ τῶν δυσμενῶν συνεσφίγγετο. 2.12.5 ῾Ο δὲ πόλεμος ἐπίδοσιν μᾶλλον ἐλάμβανε καὶ πρὸς τὸ λαβρότερον ἐξεκαίετο. ὁ γὰρ Χαγάνος ὥσπερ ἀπό τινος ἀφετηρίας κακῶν ἐπαφίησι στρατιὰν πολλήν, ὅπως τὴν 2.12.6 Θρᾴκην διατέμηται πᾶσαν. ἐνάλλεται τοίνυν ἐπὶ προνομὴν τὸ πολέμιον διὰ τῶν τῆς Μεσημβρίας ὁρίων, καὶ δῆτα τοὺς φύλακας (πεντακόσιοι δ' οὗτοι, περιφρουροῦντες τὰ ἐχυρώ2.12.7 ματα) ἡρωϊκώτερον παραταξαμένους ἀνεῖλον. ᾿Ανσιμοὺθ δέ τις ταξίαρχος (πεζικοῦ δὲ οὗτος στρατεύματος ἡγεμόνευε περὶ τὴν Θρᾴκην ἐνδιατρίβοντος), ὁπηνίκα ᾔσθετο τὸ ᾿Αβαρικὸν ἐπιφοιτῆσαν, ἠθροίκει τὴν στρατιὰν καὶ πρὸς τὰ Μακρὰ 2.12.8 τείχη διέσωζεν. αὐτὸς δ' ἐπὶ τὸ οὔραιον τῆς δυνάμεως ἐτύγχανεν ὢν συνώθει τε πρὸς τὸ εἴσω τὸ στράτευμα. τοῦτό τοι καὶ ζῶντα