1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

60

ἐκκορακίζουσι τὸν ῾Ορμίσδαν. 4.7.1 ὅτε γοῦν τῷ ξυλλόγῳ ἅπαντα τὰ πρὸς ὀργὴν ἐπεπέραστο, ἀνάγεται Χοσρόης ἐπὶ τὸν βασίλειον θρόνον, τῇ τε ἀψῖδι τῇ χρυσῇ παρεστώς, ὡς ἔθος Πέρσαις ἀναγορεύεσθαι, προσεκυνεῖτο βασιλικώτατα καὶ ταῖς εὐφημίαις τὰ ὦτα 4.7.2 περιεκλύζετο. ὁ μὲν οὖν ἄχρι τινὸς τὸν πατέρα περὶ τὴν φρουρὰν ἐφιλοφρονεῖτο παρηγορούμενος τῆς τε βασιλικῆς ἑστιάσεως μέτοχον ἐπεποίητο, πέμπων ὡς αὐτὸν ἐν λεκανίσι χρυσαῖς μυττωτοὺς καὶ κῶλα θήρας βασιλικῆς, βουβαλίδων τε καὶ δορκάδων καὶ ὄνων ἀγρίων τῶν μελῶν τὰ ἐπίσημα, ἀνθοσμίας τε οἴνους καὶ ποικίλων προπομάτων κατασκευάς, ἄρτους τε εὖ πεπεμμένους καὶ γάλα καὶ λάγανα καὶ ὁπόσα ἄλλα γαστριζομένοις τυράννοις δορυφορεῖται ἐς τραπέζης 4.7.3 πανήγυριν. ὁ δ' ῾Ορμίσδας ἀπεδοκίμαζε τὸ τοῦ βασιλέως φιλότιμον καὶ λίαν κενταυρικῶς ἐλοιδορεῖτο τοῖς διακονουμένοις αὐτῷ· ὠβέλιζε γὰρ εἰκότως οἰκτειρμὸν ἐπονείδιστον ἀποπομπούμενος ὕβριν ὑποκρινομένην εὐσέβειαν. τοῦτό τοι καὶ ἀποτερματίζει τῷ ῾Ορμίσδᾳ τὸν θάνατον· τυμπάνοις γὰρ κατὰ τῶν λαγόνων παιόμενος καὶ ῥοπάλοις τοὺς ἐν τῷ τραχήλῳ σφονδύλους συνθλώμενος καταλύει τὸν βίον πικρό4.7.4 τατα. ὁ δὲ Χοσρόης τηλικούτῳ μύσει τὰ τῆς βασιλείας βεβηλώσας προαύλια ἐπιβατήρια τοῦ κράτους ἐπανηγύρισε χρυσῷ τε πολλῷ ἐφιλοτιμεῖτο τοὺς ἐπιφανεστάτους τῆς Περσῶν βασιλείας τῆς τε φρουρᾶς ὑπεξῆγε τὰ πλήθη, κατειρωνευόμενος ἐντεῦθεν οὐκ ἔσεσθαι τῆς πατρῴας ἀπανθρωπίας διά4.7.5 δοχος. ἕκτη δ' ἡμέρα, καὶ δι' ἐπιστολέως μετεπέμπετο Βαρὰμ γενέσθαι ὡς αὐτὸν καὶ δώροις βασιλικοῖς μεγατιμίοις ἐτιθάσευε τοῦτον καταθέσθαι τὸ τύραννον, ὑπισχνεῖτο δὲ καὶ τὴν δευτέραν τοῦ κράτους ἀπονεῖμαι ἀξίαν αὐτῷ τοῖς τε προημαρτημένοις διαλύσασθαι ἐνέχυρόν τε τῆς ὁμολογίας ὅρκον 4.7.6 μεσίτην παρέχεσθαι. ὁ δὲ Βαρὰμ ταῖς βασιλικαῖς ἐντετυχηκὼς συλλαβαῖς τοῖσδε τὸν Χοσρόην ἠμείψατο γράμμασιν· ἤδη γὰρ παραθήσομαι καὶ αὐτὴν τὴν τοῦ Βαράμου ἐπὶ λέξεως σύμφρασιν. 4.7.7 "Βαράμ, φίλος τοῖς θεοῖς, νικητής, ἐπιφανής, τυράννων ἐχθρός, σατράπης μεγιστάνων, τῆς Περσικῆς ἄρχων δυνάμεως, ἔμφρων, ἡγεμονικός, δεισιδαίμων, ἀνεπονείδιστος, εὐγενής, εὐτυχής, εὐεπίβολος, αἰδέσιμος, οἰκονομικός, προνοητικός, 4.7.8 πρᾶος, φιλάνθρωπος, Χοσρόῃ τῷ παιδὶ ῾Ορμίσδου. τὰ γραφέντα παρὰ τῆς ἐλλειποῦς ὑμῶν καὶ μικροτάτης συνέσεως ἐδεξάμην καὶ τὰ σταλέντα παρὰ τῆς σῆς τολμηρᾶς ἐγχειρήσεως οὐκ ἀπεδεξάμην· ἔδει γὰρ μήτε γράμμασι μήτε δωρήμασι βασιλικοῖς χρήσασθαι ὑμᾶς πρὸς ἡμᾶς, καὶ μάλιστα οὕτως ἀτάκτου τῆς σῆς χειροτονίας προελθούσης κατὰ τὴν Περσικὴν πολιτείαν, καὶ μήτε τῶν εὐγενῶν καὶ ἀξιολόγων συμψήφων γενομένων τοῖς ἀτακτοτέροις καὶ δυσγενεστέροις 4.7. ἀνθρώποις. ἵνα μὴ οὖν τοῖς πατρῴοις περιπέσῃς κινδύνοις, τὸ μὲν διάδημα ἐν ἱεροῖς ἀποθέμενος τόποις τῶν βασιλικῶν τόπων ὑπέξελθε, τοὺς δ' ἐπὶ πταίσμασιν ἑαλωκότας ἐν εἱρκτῇ αὖθις ἀποθέσθαι τοὺς τὰ ὅμοιά σοι τετολμηκότας ἀναγκαῖον· 4.7.10 οὐδὲ γάρ ἐστι τῆς σῆς δυνάμεως ἴδιον ἀνεξετάστως τοὺς κακούργους ἀνθρώπους παραλῦσαι τῆς πρεπούσης αὐτοῖς 4.7.11 παρὰ τῶν νόμων ἐπεξελεύσεως. ταῦτα δὲ ποιήσας ἐλθὲ πρὸς ἡμᾶς, καὶ κλιματάρχης τῆς Περσικῆς πολιτείας παραυτίκα γενήσῃ. ἔρρωσο, φρονῶν τὰ συμφέροντα. εἰ δὲ μή, προγονικῶς διαφθάρηθι." 4.8.1 Τοῦ δὲ γραμματηφόρου συντόνῳ κινήσει τινὶ θᾶττον παραγεγονότος εἰς τὰ βασίλεια καὶ τὸ πτυκτίον τῶν ὑπὸ Βαράμου συγγεγραμμένων τῷ βασιλεῖ παρακομισαμένου, τῇ ἐπαύριον ἅπαντας εἰσκαλεσάμενος ὁ τοῦ Περσικοῦ βασιλεὺς εἰς ἐπήκοον τῶν συνεληλυθότων παρεγύμνου τὰ ὑπὸ Βαρὰμ 4.8.2 σοβαρῶς γεγραμμένα. οἱ δὲ σατράπαι καὶ οἱ ἄλλοι ταῖς τῶν ἀξιωμάτων τύχαις καταλαμπόμενοι ἐδεινοπάθουν ἐπὶ τοῖς ἐκτόπως τετολμημένοις τῷ Βαράμ, τὸν δὲ βασιλέα πρὸς ὀργὴν ἐξεβάκχευον κοινὸν τῆς Περσίδος τύραννον ἐς τὸ 4.8.3 φανερὸν ἐκεῖνον αὐτὸν τὸν Βαρὰμ γράφοντες. ὁ δὲ