1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

52

ἅπασαν· αὐτὸς δὲ τὸ Σιγγάρων φρούριον καταστρεψάμενος, ἐπεὶ χειμῶνος ὥρα παρέκυπτεν, τὰς δυνάμεις ἀναλαβόμενος τοῖς ῾Ρωμαϊκοῖς 3.16.3 ἐνεδήμησεν. κατὰ τοῦτον δῆτα τὸν ἐνιαυτὸν ἀπέσκλη ὑπὸ τῆς νόσου ᾿Ιουστῖνος, ὁ τοῦ ῾Ρωμαϊκοῦ βασιλεύς, μεγάλαις 3.16.4 τῶν βεβιωμένων αὐτῷ ἐντετυχηκὼς ἀντιδόσεσιν. ἀπόφοιτος γοῦν τῶν ἐντεῦθεν ὅσον οὔπω γινόμενος κύριον τῆς μοναρχίας συνίστησι Τιβέριον τὸν αὐτοκράτορα, ἄνδρα πρᾶον ὁμοῦ καὶ φιλάνθρωπον κρείττονά τε λήμματος καὶ χρημάτων ἀφρόντιδα, τοῦτο μόνον εὐδαιμονίαν ἡγούμενον, τὸ τεθηλέναι τε καὶ ἐς μέγα πλούτου κομᾶν τὸ ὑπήκοον, τὴν κοινὴν τῶν ἀνθρώπων μακαριότητα πάγκαλον καὶ ἀσυλότατον θησαυρὸν 3.16.5 λογιζόμενον· ὃς τὸν ὄγκον τῆς τυραννίδος μισήσας καὶ πρὸς τὸ φιλόστοργον τῶν ὁμοφύλων ἀναδραμὼν εἵλετο συμβασιλεύειν αὐτῷ τὸ ὑπήκοον ἢ τοὺς ἰθυνομένους τυραννικώτερον ἀνδραποδίζεσθαι, πατὴρ ἐθέλων ἢ δεσπότης ὑπὸ τῶν ὑπηκόων 3.16.6 ἀναγορεύεσθαι. ἐπεὶ δ' ἀκαπηλεύτως αὐτῷ τὸ τῆς ἐξουσίας οἰακίζετο σκάφος, εἰκότως καὶ ὁ πόλεμος μετὰ τῶν πραγμάτων τὴν πρὸς τὸ κρεῖττον μεταβολὴν ἐκληρώσατο. 3.16.7 ῏Ηρος δ' ἀρχομένου, νόσῳ σαγηνευθεὶς Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, τὸν τῇδε κατεστρέψατο βίον, διάδοχον προστησάμενος ῾Ορμίσδαν τὸν υἱόν, ἄνδρα τῇ χαλεπότητι 3.16.8 τὴν πατρῴαν ὑπερηκοντικότα τῶν τρόπων ἀνοσιότητα· ἦν γὰρ βίαιός τε καὶ τοῦ πλείονος ἐραστὴς ἀκορέστατος, ἐν οὐδεμιᾷ τὸ δίκαιον μοίρᾳ τιθέμενος· ἀπάτῃ τε ἡδόμενος καὶ τῷ ψεύδει περιρρεόμενος τῶν πολέμων, οὐ τῆς εἰρήνης, ἐγλίχετο. 3.16. δυσμενέστατός τε πρὸς τὸ ὑπήκοον γεγονώς, οὓς μὲν τῶν δυνατωτάτων ποδοκάκῃ καὶ δεσμοῖς ἐς τὸ ἀεὶ καθυπέβαλλεν, οὓς δὲ ξίφει διέτεμνεν, ἐνίους παρέπεμπε ταῖς λαγόσι τοῦ Τίγριδος, καὶ τάφος ἦν ὁ ποταμὸς ἀναμφίαστος (οὐ γὰρ ἀδημοσίευτος ἐτύγχανεν ὢν) τῶν παρὰ τοῦ βασιλέως παραπεμπομένων ἐς 3.16.10 θάνατον. χρηματισθῆναι γὰρ τὸν ῾Ορμίσδαν διὰ τῶν μάγων φασὶν ὑπὸ τῶν ὑπηκόων καταστασιασθέντα ἀποβολὴν τοῦ κράτους ποιήσασθαι, ἐπονειδίστως τε καταθέσθαι τῆς ἐξουσίας 3.16.11 ὁμοῦ καὶ τῆς βασιλείας τοὺς οἴακας. δείλαιοι τῆς ἀσεβείας οἱ τούτοις πειθήνιοι· ἃ γὰρ οὐκ ἤμελλε συμβαίνειν ἴσως τοῖς πράγμασιν, πολλάκις τερατολογοῦσι δαιμόνια, ἵνα δέει τῆς τούτων προαγορεύσεως σχοίη που πάντως συμπέρασμα τῶν χρησμολογούντων ἀνοσίων δυνάμεων τὰ βουλήματα τῷ 3.16.12 τῆς πονηρίας πανουργικωτάτῳ σοφίσματι. ἐντεῦθεν γὰρ ἐπιτίθησι καὶ πρὸς τὸ πλῆθος αὐτὸ ῾Ορμίσδας τὴν μάχαιραν, καὶ διαφθείρας δέει τοῦ μέλλοντος ἐκ τοῦ πλήθους χιλιάδας πολλὰς ἀπεθησαύριζεν ἑαυτῷ παρὰ τῶν ὑπηκόων δυσμένειαν 3.16.13 ἀδιάλλακτον. ἀπεδεκάτου δὲ καὶ τὰς στρατιωτικὰς ἐπιδόσεις καὶ πρὸς κινδύνους μεγάλους χωρεῖν τὸ ὁπλιτικὸν κατηνάγκαζεν, ὅπως τῇ διαφθορᾷ τῆς Βαβυλωνίας δυνάμεως ἀστασίαστον αὐτῷ ὁ βασίλειος θρόνος σχοίη τὴν ἵδρυσιν. 3.17.1 περιβαλόμενος γοῦν ὁ ῾Ορμίσδας τὸ τῶν τυράννων διάδημα περιαυτίζεταί τε καὶ αὐθαδίζεται καὶ περικείρει τὸ εἰωθός, τὰ τῆς ἀναρρήσεως σήμαντρα ἀποστέλλειν ὥσπερ οὐκ ἀξιῶν 3.17.2 Τιβερίῳ τῷ αὐτοκράτορι. ὁ μὲν οὖν αὐτοκράτωρ ἀποκηρυκεύεται πρὸς ῾Ορμίσδαν τὸν πόλεμον τὴν εἰρήνην ἐν ἴσῃ μοίρᾳ ἑκατέροις γενέσθαι ἐξαιτούμενος· ὁ δ' ἐπὶ τῇ πρεσβείᾳ καταγαυρούμενος ἠξίου φορολογεῖσθαι ἐς τὸ φανερὸν τοὺς ῾Ρωμαίους, ᾿Αρμενίους τε καὶ ῎Ιβηρας ἐν ὑπηκόοις τελεῖν,῾Ρωμαίων τοῦτο παρεχομένων αὐτῷ, τό τε ∆αρὰς μὴ ἐπιζητεῖσθαι λοιπὸν ὑπὸ τοῦ Καίσαρος, καίτοι Χοσρόου τοῦ πατρὸς ἐπὶ τοῖς ἴσοις βουληθέντος τὰς διαλλαγὰς ἀντιδοῦναι τῷ Καίσαρι, τό τε ∆αρὰς οὐκ ἀπαξιώσαντος ἀποκαταστῆσαι 3.17.3 τῇ τῶν ῾Ρωμαίων ἀρχῇ. ἐπεὶ δὲ τὰ τῆς ἀλαζονείας ῾Ορμίσδου καταφανῆ Τιβερίῳ τῷ αὐτοκράτορι γέγονεν, θέρους ἐπιγενομένου πάλιν Μαυρίκιος τὰς δυνάμεις ἀθροίσας ἐνδημεῖ τῇ Περσίδι, ἐς τὸ ἀντιπέρας τοῦ Τίγριδος ῾Ρωμανόν τε καὶ Θεοδώριχον, ναὶ μὴν καὶ Μαρτῖνον πεπομφὼς τὰ ἐνδόμυχα 3.17.4 τῆς Μηδικῆς