1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

101

ἐποιήσαντο. ἡ δὲ Ταυγὰστ πόλις ἐπιφανής, τῶν τε λεγομένων Τούρκων ἀπῴκισται χιλίοις πρὸς τοῖς πεντακοσίοις σημείοις· αὐτὴ ὅμορος καθέστηκε τοῖς ᾿Ινδοῖς. οἱ δὲ περὶ τὴν Ταυγὰστ αὐλιζόμενοι βάρβαροι ἔθνος ἀλκιμώτατον καὶ πολυανθρωπότατον, καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι διὰ τὸ μέγεθος 7.7.12 ἀπαράλληλον. ἕτεροι τῶν ᾿Αβάρων διὰ τὴν ἧτταν πρὸς ταπεινοτέραν ἀποκλίναντες τύχην παραγίνονται πρὸς τοὺς λεγομένους Μουκρί. τοῦτο δὲ τὸ ἔθνος πλησιέστατον πέφυκε τῶν Ταυγάστ, ἀλκὴ δὲ αὐτῷ πρὸς τὰς παρατάξεις πολλὴ διά τε τὰ ἐκ τῶν γυμνασίων ὁσημέραι μελετήματα διά τε 7.7.13 τὴν περὶ τοὺς κινδύνους τῆς ψυχῆς ἐγκαρτέρησιν. ἐπιβαίνει τοίνυν καὶ ἑτέρας ἐγχειρήσεως ὁ Χαγάνος, καὶ τοὺς ᾿Ογὼρ ἐχειρώσατο πάντας. ἔθνος δὲ τοῦτο τῶν ἰσχυροτάτων καθέστηκε διά τε τὴν πολυανδρίαν καὶ τὴν πρὸς τὸν πόλεμον ἔνοπλον ἄσκησιν. οὗτοι δὲ πρὸς ταῖς ἀνατολαῖς τὰς οἰκήσεις ποιοῦνται, ἔνθα ὁ Τὶλ διαρρεῖ ποταμός, ὃν Μέλανα Τούρ7.7.14 κοις ἀποκαλεῖν <ἔθος>. οἱ δὲ τούτου τοῦ ἔθνους παλαίτατοι ἔξαρχοι Οὐὰρ καὶ Χουννὶ ὠνομάζοντο· ἐκ τούτων καί τινα τῶν ἐθνῶν ἐκείνων τὴν ὀνομασίαν ἀπεκληρώσαντο Οὐὰρ καὶ Χουννὶ ὀνομαζόμενα. 7.8.1 ᾿Ιουστινιανοῦ τοίνυν τοῦ αὐτοκράτορος τὸ βασίλειον κράτος ἐπέχοντος, ἐκ τούτων τῶν Οὐὰρ καὶ Χουννὶ ὀλίγη ἀποδράσασα μοῖρα τοῦ ἀρχεγόνου φύλου 7.8.2 ἐκείνου ἐνδημεῖ τῇ Εὐρώπῃ. οὗτοι ᾿Αβάρους ἑαυτοὺς ὀνομάσαντες τὸν ἡγεμόνα τῇ τοῦ Χαγάνου προσηγορίᾳ φαιδρύνουσιν. ὅθεν αὐτοῖς ὁ τρόπος πρὸς μετάθεσιν ὀνομάτων ἐχώρησεν, 7.8.3 λέξωμεν τῆς ἀληθείας κατὰ μηδὲν ἀφιστάμενοι. Βαρσὴλτ καὶ Οὐννουγοῦροι καὶ Σαβίροι Οὐννικά τε πρὸς τούτοις ἕτερα ἔθνη, ὁπηνίκα τῶν Οὐὰρ καὶ Χουννὶ ἔτι ἀπόμοιραν κατὰ τοὺς τόπους αὐτῶν ἀποδιδράσκουσαν ἐθεάσαντο, εἰς μέγιστον καταπίπτουσι φόβον, ὑποτοπήσαντες ᾿Αβάρους ὑπεῖναι τοὺς 7.8.4 ἐνδημήσαντας. διὰ τοῦτο δώροις λαμπροῖς τοὺς φυγάδας τιμήσαντες ἔδοξαν ἀντιλαμβάνειν παρ' αὐτῶν τὴν ἀβλάβειαν. οἱ τοίνυν Οὐὰρ καὶ Χουννὶ ὡς εἶδον τὴν τῆς ἀποφυγῆς ἐπιδέξιον ἔναρξιν, τὴν πλάνην τῶν πρεσβευσαμένων οἰκειωσάμενοι ᾿Αβάρους ἑαυτοὺς κατωνόμασαν· λέγεται γὰρ ἐν τοῖς ἔθνεσι τοῖς Σκυθικοῖς τὸ τῶν ᾿Αβάρων ὑπεῖναι ἐντρεχέστατον 7.8.5 φῦλον. ἀμέλει τοι καὶ μέχρι τῶν χρόνων τῶν καθ' ἡμᾶς οἱ Ψευδάβαροι (λέγειν γὰρ οὕτως αὐτοὺς οἰκειότερον) ταῖς γενεαρχίαις διῄρηνται, καὶ οἱ μὲν Οὐὰρ ἀρχαιοπρεπῶς ὀνομάζονται, οἱ δὲ Χουννὶ προσαγορεύονται. ἐπεὶ δὲ τὰ περὶ τῶν 7.8.6 Ψευδαβάρων ὡς ἐν ἐπιτομῇ διεξήλθομεν, πρὸς τὰ συνεχῆ τῆς ἱστορίας τὴν ἔκθεσιν ποιησώμεθα. τοῦ τοίνυν ᾿Ογὼρ λίαν ἐγκρατῶς νενικημένου, τὸν τοῦ Κὸλχ ἐθνάρχην στόματι 7.8.7 ῥομφαίας ὁ Χαγάνος παρέδωκεν. ἀναιροῦνται τοίνυν ἐκ τούτου δῆτα τοῦ ἔθνους κατὰ τὸν πόλεμον μυριάδες τριάκοντα, ὡς ὁδὸν ἡμερῶν τεττάρων ἐπέχειν τὴν τῶν καταπεπτω7.8.8 κότων σωμάτων συνέχειαν. οὕτω δῆτα τῆς νίκης τῷ Χαγάνῳ μειδιώσης ἐπιφανῶς, συγκροτεῖται τοῖς Τούρκοις ἐμφύλιος πόλεμος. ἀνήρ τις Τουροὺμ ὀνομαζόμενος, πρὸς γένος καθεστὼς τῷ Χαγάνῳ, νεωτερίσας δυνάμεις μεγάλας συνήθροισεν. 7.8. ἐπεὶ δὲ κατὰ τὴν μάχην τὰ τοῦ τετυραννηκότος ἦν ἐγκρατέστερα, πρεσβεύεται ὁ Χαγάνος πρὸς ἑτέρους τρεῖς μεγάλους Χαγάνους· ταῦτα δὲ τούτοις ὀνόματα, Σπαρζευγοῦν καὶ 7.8.10 Κουναξολὰν καὶ Τουλδίχ. συναθροισθείσης τοίνυν τῆς ὅλης ἐκτάξεως εἰς τὸ ᾿Ικὰρ (χῶρος δὲ οὗτος πεδίοις ἐνειλημένος μεγάλοις), τῶν τε ἀντιθέτων κατὰ τοῦτον δῆτα τὸν τόπον ἀντιταξαμένων ἡρωϊκῶς, πίπτει ὁ τύραννος καὶ εἰς φυγὴν αἱ συμμαχοῦσαι δυνάμεις ἐξέκλιναν, καὶ πολλοῦ γενομένου τοῦ φόνου πάλιν κύριος τῆς ἑαυτοῦ ὁ Χαγάνος χώρας ἐγένετο. 7.8.11 τούτων τῶν ἐπινικίων τὴν μήνυσιν διὰ τῶν πρέσβεων ὁ Χαγάνος πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον ἐπεποίητο. τὸ δὲ ᾿Ικὰρ τοῦ ὄρους τοῦ λεγομένου Χρυσοῦ τετρακοσίοις σημείοις 7.8.12 ἀπῴκισται. τοῦτο δῆτα τὸ ὄρος ἐπὶ τὰς ἀνατολὰς ἔχει τὴν ἵδρυσιν, Χρυσοῦν δὲ παρὰ τῶν ἐγχωρίων κατονομάζεται