1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

47

ἀντιθέτους ἀντοικοδομήσας καὶ τὰς ἑλεπόλεις παραστησάμενος χειροῦται τὴν πόλιν καὶ λίαν κομιδῇ ἐχυρὰν 3.11.3 καθεστῶσαν. τούτων ὁ αὐτοκράτωρ ἀκηκοὼς ᾿Ιουστῖνος, καταπλαγεὶς ἐπὶ τῇ ῥύμῃ τῆς συμφορᾶς, οὐ μετὰ πολὺ δὲ καὶ νόσῳ παραφορᾶς βεβλημένος καὶ τὴν ἐς ὕστερον τῶν κακῶν δεδιὼς ἐπικύησιν, ἀνακωχὴν μὲν τοῦ ἐνεστῶτος ἔτους ἐποιεῖτο 3.11.4 πρὸς Πέρσας, τῆς νόσου δ' αὐτῷ ἐπιτιθεμένης λίαν ὡς ἔπος εἰπεῖν γεννικῶς, Τιβέριον υἱοθεσίᾳ κοσμήσας καὶ τῆς βασιλείας κοινωνὸν ποιησάμενος ἀνηγόρευσε Καίσαρα· ἡγεμὼν δ' οὗτος ἐτύγχανεν ὢν τῶν τοῦ βασιλέως σωματοφυλάκων καὶ ὑπασπιστῶν, ὃν κόμητα ἐξκουβιτώρων τῇ συνήθει 3.11.5 φωνῇ ἔθος ῾Ρωμαίοις καλεῖν. παραθήσομαι δὲ καὶ τὰς ὑποθήκας τοῦ αὐτοκράτορος, ἃς Τιβερίῳ τῷ Καίσαρι κατὰ τὸν καιρὸν τῆς ἀναρρήσεως δημηγορῶν παραδέδωκεν, οὐ καλλύνων τὸ τῆς λέξεως ἀκαλλὲς οὐδέ τι μεταμορφῶν τὸ μὴ κε3.11.6 καλλιεπημένον τῆς φράσεως, ἀλλά που γυμνὴν τὴν τῶν ῥημάτων ἔκθεσιν ὑποστορέσω τοῖς ἀφηγήμασιν, ἵνα τῷ ἀναμφιάστῳ καὶ ἀπαραχαράκτῳ τῆς λέξεως, ὡς ἔχει φύσεως, 3.11.7 τὸ τῶν παρηκολουθηκότων προέλθοι ἀνόθευτον. τῆς τοίνυν 3.11.7 συγκλήτου βουλῆς ἐς ταὐτὸν γενομένης, τοῦ τε ἱερατικοῦ καταλόγου συναθροισθέντος ἅμα τῷ ἐπιστατοῦντι καὶ τὰ τῆς ἐκκλησίας πηδάλια διιθύνοντι, ὁ αὐτοκράτωρ ὥσπερ ἑστὼς ἐπὶ 3.11.8 βήματος Τιβερίῳ τάδε παρέθετο. "ἴδε, ὁ θεὸς ὁ ἀγαθύνων σε. τοῦτο τὸ σχῆμα ὁ θεός σοι δίδωσιν, οὐκ ἐγώ. τίμησον αὐτό, ἵνα καὶ τιμηθῇς ὑπ' αὐτοῦ. τίμα τὴν μητέρα σου τήν ποτε γενομένην σου δέσποιναν· οἶδας ὅτι πρῶτον δοῦλος 3.11. αὐτῆς ἦς, νῦν δὲ υἱός. μὴ ἐπιχαρῇς αἵμασιν, μὴ κοινωνήσῃς φόνων, μὴ κακὸν ἀντὶ κακοῦ ἀποδῷς, μὴ εἰς ἔχθραν ὁμοιωθῇς ἐμοί. ἐγὼ γὰρ ὡς ἄνθρωπος εἰσωδιάσθην (καὶ γὰρ πταιστὸς ἐγενόμην) καὶ ἀπέλαβον κατὰ τὰς ἁμαρτίας μου. ἀλλὰ δικάσομαι τοῖς ποιήσασί μοι τοῦτο ἐπὶ τοῦ βή3.11.10 ματος τοῦ Χριστοῦ. μὴ ἐξεπάρῃ σε τοῦτο τὸ σχῆμα ὡς ἐμέ. οὕτω πρόσσχες πᾶσιν ὡς ἑαυτῷ. γνῶθι τί ἦς καὶ τί εἶ νῦν. μὴ ὑπερηφανήσῃς, καὶ οὐχ ἁμαρτάνεις. οἶδας τί ἤμην καὶ τί ἐγενόμην καὶ τί εἰμί. ὅλοι οὗτοι τέκνα σού εἰσι καὶ δοῦλοι. οἶδας ὅτι τῶν σπλάγχνων μου προετίμησά σε. τούτους βλέπεις, 3.11.11 ὅλους τοὺς τῆς πολιτείας βλέπεις. πρόσεχε τῷ στρατιώτῃ σου. μὴ συκοφάντας προσδέξῃ. μὴ εἴπωσί σοί τινες ὅτι ὁ πρὸ σοῦ οὕτω διεγένετο· ταῦτα γὰρ λέγω ἀφ' οὗ ἔπαθον. οἱ ἔχοντες οὐσίας ἀπολαυέτωσαν αὐτῶν· τοῖς δὲ μὴ ἔχουσι 3.11.12 δώρησαι." καὶ μετὰ τὸ γενέσθαι τὴν εὐχὴν παρὰ τοῦ πατριάρχου, καὶ λεχθῆναι παρὰ πάντων τὸ ἀμήν, καὶ πεσεῖν τὸν Καίσαρα εἰς τοὺς πόδας τοῦ βασιλέως, λέγει αὐτῷ ὁ 3.11.13 βασιλεύς· "ἐὰν θέλῃς, εἰμί· ἐὰν μὴ θέλῃς, οὐκ εἰμί. ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν πάντα, ὅσα ἐπελαθόμην εἰπεῖν σοι, αὐτὸς ἐμβάλῃ εἰς τὴν καρδίαν σου." ταῦτα ἐλέχθησαν μηνὶ ∆εκεμβρίῳ ἑβδόμῃ, ἡμέρᾳ ἕκτῃ, ἰνδικτιῶνος ἐνάτης. 3.12.1 ἐπεὶ δὲ τὰ τῆς διαλαλιᾶς ἀπεπερατοῦτο τῷ αὐτοκράτορι, ὁ μὲν κρότος παρὰ τῶν ὑπηκόων ἐπήγαζεν, καὶ τὰ τῆς εὐφημίας ὥσπερ ἐπομβρίας τινὸς λαβροτέραν χύσιν ἐλάμβανεν. τῷ ὄντι γὰρ οὐκ ἀναξιόλογος ἡ χειροτονία τῷ 3.12.2 Καίσαρι ἐξηρτύετο. ὁ μὲν οὖν Καῖσαρ αὐτοκρατορικῆς νόμον πληρῶν ἀναγορεύσεως ἐνεχάραττε γράμματα καὶ ταῦτα τῷ 3.12.3 Περσῶν βασιλεῖ παρεπέμπετο. ἦρος δ' ἀρχομένου πρέσβεις ἀπέστελλεν ἀπεκηρυκεύετό τε τὸν πόλεμον παγκάλου τινὸς ὀρεγόμενος πράγματος· ἐκεχειρία γὰρ ἡ ἀξίωσις ἦν. οὐδὲν γὰρ τῆς εἰρήνης καθέστηκε τιμαλφέστερον τοῖς γε νοῦν ἔχουσι καὶ μεμνημένοις τῆς θνητῆς τε λήξεως τῆς τε πρὸς 3.12.4 τὸν βίον βραχυτάτης παρόδου. ἐστρατολόγει τε καὶ πλήθη μαχίμων καὶ τῇ ῥύσει τῆς χρυσῆς διαδόσεως φιλοκινδύνους τὰς τῶν στρατολογουμένων ψυχὰς ἐτεκταίνετο, αἰδοῖ τοῦ 3.12.5 μισθώματος τὸ θανατᾶν παρ' αὐτῶν ἐξωνούμενος. ἔσβεσε τοίνυν τῶν βαρβάρων τὴν λύμην τὸ τῆς τοῦ Καίσαρος μεγαλονοίας φιλότιμον, καὶ χαλινοῦνται μὲν οἱ κίνδυνοι, ἀποφλεγμαίνουσι δὲ τὰ δυσχερῆ, ἀνακόπτονται δὲ αἱ κατὰ τῶν