1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

54

προεστάναι συντάξεως, ἄλλον δὲ τὰς πολιτικὰς 3.18. περικεῖσθαι φροντίδας, τὸν δ' ἕτερον τὰς διαφορὰς διαλύειν τῶν περί τι καταστασιαζόντων καὶ διαιτητοῦ δεομένων, τὸν δὲ πέμπτον ἡγεῖσθαι τῆς ἵππου, τὸν δὲ μετὰ τοῦτον φορολογεῖν τὸ ὑπήκοον καῖ τῶν βασιλικῶν ταμείων ἔφορον πεφυκέναι, τὸν δ' ἕβδομον κηδεμόνα τῶν ὅπλων καὶ τῆς πολεμικῆς ἐσθῆτος ἐπιστατεῖν, ∆αρείου τοῦ ῾Υστάσπου τουτονὶ τὸν νόμον 3.18.10 ἐν τοῖς βασιλείοις ἐντεμενίσαντος. τὸν δὲ Βαρὰμ τῆς τοῦ Μιρράμου οἰκαρχίας γενόμενον, δήμου δ' ᾿Αρσακίδου, καταλε-γῆναί φασιν ἐς τὸ πρότερον τοῖς τοῦ βασιλέως σωματοφύλαξιν, μικροῦ δ' ὕστερον στρατιωτικῆς ἴλης ἡγησάμενον συστρατεῦσαι Χοσρόῃ, τῷ Καβάδου παιδί, ὁπότε οἱ Βαβυλώνιοι τὸ ∆αρὰς παρεστήσαντο, ᾿Ιουστίνου τοῦ νεωτέρου τὴν ῾Ρωμαίων σκηπτου-3.18.11 χίαν ἐπέχοντος. ὁ μὲν οὖν Βαρὰμ ἐσβαλὼν ἅμα Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ τῷ πρεσβύτῃ, καὶ εἰς τὰς ᾿Αρμενίας αὐτάς, καὶ κατὰ τοὺς πολέμους ἐπιφανέστατος γεγονώς, στρατηγὸς [οὐ] μετ' οὐ πολὺ καὶ τοῦ Περσικοῦ χειροτονεῖται ἀθροίσματος. 3.18.12 οὕτω δὲ κατ' ὀλίγον ἐξαιρούσης τῆς τύχης αὐτόν, ὡς καὶ δαριγβεδοὺμ τῆς βασιλικῆς ἀναδεῖξαι ἑστίας (ὃν δὴ κουροπαλάτην ῾Ρωμαῖοι κατονομάζουσιν), ἐς μέγα ἀπονοίας ἐλήλακεν, καὶ ἐπὶ ταῖς κατὰ Τούρκων νίκαις μεγάλα καὶ ἀκά3.18.13 θεκτα πνέων τὰ τῆς τυραννίδος ὠδίνει κυήματα. ὁ μὲν οὖν ὥσπερ σπινθῆρα ἐν σποδιᾷ τὴν τοῦ βασιλέως ῾Ορμίσδου ἀποκρύπτει τῆς λύπης ὑπόθεσιν, τὸ δὲ πλῆθος ἐξέμηνε φενάκῃ συσκευασάμενος ὡς οἷα δὴ κατὰ τοῦ ὁπλιτικοῦ τοῦ Περσῶν χαλεπαίνοντος βασιλέως καὶ προσαπειλοῦντος καὶ φόνον τοῖς Βαβυλωνίοις στρατεύμασι διὰ τὰ περὶ τὴν 3.18.14 Σουανίαν τῆς συμπλοκῆς ἀτυχήματα. προσεφέρετο δὲ καὶ ἐπίπλαστα τοῦ ῾Ορμίσδου προστάγματα ἀποκολοβοῦντα τὰ κατὰ τὸ εἰωθὸς τοῖς συντάγμασι [τῶν] ὑπὸ τῶν βασιλικῶν πρυτανείων διανεμόμενα. κἀντεῦθεν παραδριμύττεται ἡ πᾶσα πληθὺς καὶ ἐς ἀνάστατον ἀπροσεξίαν ἐχώρησεν.

4.τ.1 ΙΣΤΟΡΙΑ ∆ʹ 4.1.1 ᾿Επεὶ δ' ὅρκοις τὰ τῆς τυραννίδος ἀπετειχίζετο, καὶ σπονδαῖς ἡ στάσις

ἐπῳκοδομεῖτο, ἐπαθροίζει συμμαχικὸν ὁ Βαράμ, καὶ ὁ ἐπιχώριος Πέρσαις ἐκρατύνετο πόλεμος. ἐπεστρατολόγει δὲ καὶ ἡ περὶ τὸν ῾Ορμίσδαν δυσμένεια τῷ Βαρὰμ 4.1.2 πρόσθετον καὶ ἐπίκουρον δύναμιν. Πέρσαι γὰρ οἱ πρὸς τῇ Νίσιβι στρατοπεδεύοντες ἄρτι που ὑπὸ ῾Ρωμαίων καταπολεμη-θέντες δημοσίᾳ ἐκτάξει, τὰ περὶ τὸν Βαράμην ἀκηκοότες παράδοξα ἀποκλίνουσι πρὸς ἀπόστασιν, ἀδελφὰ τῶν ἐκείνῳ 4.1.3 διεγχειρηθέντων ὑποζηλώσαντες. τούτων δὴ ἀγγελθέντων τῷ Βαράμ, πρέσβεις ἀπὸ τῆς περὶ αὑτὸν πληθύος ἐκπέμπεται πρὸς τὴν Νίσιβιν, καὶ τῷ ἐπαγωγῷ τῶν ὑποσχέσεων καρτερώτερος 4.1.4 Μήδοις ὁ ἐμφύλιος κατατυρεύεται πόλεμος. οἱ μὲν οὖν τοὺς πρέσβεις δεξάμενοι πρὸς τὴν πόλιν χωροῦσι τὴν Νίσιβιν, περὶ τὴν πύλην δὲ γεγονότες τοῦ ἄστεος συνεκύρησαν Χουβριαδάνῃ, ὃς τῶν ἐν ἀξίαις τελούντων παρὰ Πέρσαις ἐδόκει ἐπόπτης τε τῶν δρωμένων κατὰ τὸν πόλεμον ὑπὸ ῾Ορμίσδα προεκε4.1.5 χείριστο. τοῦτον καταβαλόντες τοῦ ἵππου ἀκροτομήσαντές τε τὸν δείλαιον τήν τε κεφαλὴν τῶν ἐν τῷ τραχήλῳ σφονδύλων ἀποκοψάμενοι σύμβολα ταῦτα ῾Ορμίσδᾳ ἀδιαλλάκτου τινὸς παρέπεμπον στάσεως, κατεργασάμενοί τε τὸν ἄνδρα δεινῶς καὶ κατὰ τὴν πόλιν εἰσφρήσαντες πρὸς διαρπαγὴν τῶν 4.1.6 ἐκείνου χρημάτων ἐτράποντο. γίνεται τοίνυν καὶ κατὰ τὴν 4.1.6 Νίσβιν διωμοσία καρτερὰ ἐφ' ᾧ τὸν ῾Ορμίσδαν ἀποχειροτόνητον εἶναι καὶ ἰδιώτην ἀντὶ βασιλέως τεκταίνεσθαι. καὶ γοῦν τούτων οὕτω προκεχωρηκότων τοῖς πράγμασιν, πρεσβεύονται Πέρσαι πρὸς Πέρσας καὶ ἡγεμόνας πρὸς τὸν Βαρὰμ ἀποστέλ4.1.7 λουσι κατὰ τὴν τοῦ Ζαβᾶ διάβασιν διατρίβοντα. ποταμὸς δ' οὗτος, ὃς ἐκ τῶν