1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

77

τοὺς Μήδους μεταναστεύουσι καὶ πρὸς τὴν ἀρχέγονον τιθήνην μεταναστεύουσιν, ἐξ ἧς ὁ προπάτωρ ἐτύγχανεν ὢν 5.7.8 ᾿Αβραάμ. τὰ τιμιώτατα τοίνυν οὗτοι ἐμπορευσάμενοι καὶ τὴν ᾿Ερυθρὰν διαπεραιούμενοι θάλατταν, περιουσίας χρηματισθέντες μεγάλας περιεβάλοντο. ἐντεῦθεν καὶ πρὸς τὰς στάσεις καὶ τὰς Βαβυλωνίας τῶν δήμων ἐκκαύσεις ἑτοιμό5.7. τατα διωλίσθαινον. ἔστι γὰρ πονηρὸν τὸ ἔθνος καὶ ἀπιστότατον, φιλοθόρυβόν τε καὶ τύραννον, καὶ φιλίας ἥκιστα μνημονικόν, ζηλότυπόν τε καὶ ὑποβάσκανον, καὶ ἐς ἔχθραν 5.7.10 ἀμετάθετόν τε καὶ ἀδιάλλακτον. τούτους οὖν ὁ Μεβόδης καταπολεμήσας ποικίλοις ὀλέθροις ἀπέδοτο. ὅτε οὖν τῶν βασιλείων ἐκράτησεν, ἐκ τῶν τιμιωτέρων κόσμων ἀναλεξάμενος τὰ κυριώτατα ἐς Χοσρόην ἐξέπεμπεν. οἱ μὲν οὖν ἀμφὶ τὸν Χοσρόην ῾Ρωμαῖοί τε καὶ Πέρσαι ἐν ᾿Αλεξανδρια-νοῖς, οὕτω καλουμένῳ χώρῳ, τέτρασιν ἡμέραις ἀφίκοντο. 5.7.11 τὴν δὲ προσηγορίαν ὁ χῶρος ἀπὸ τῶν πράξεων τοῦ Μακεδόνος ᾿Αλεξάνδρου κατεκληρώσατο· ὁ τοῦ Φιλίππου γὰρ ἐκεῖσε γενόμενος ἅμα τῇ Μακεδονικῇ δυνάμει τῇ τε ῾Ελληνικῇ ξυμμαχίᾳ ἐρυμνότατον κατεσκάψατο φρούριον τούς τε ἐν αὐτῷ βαρβάρους διώλεσεν. 5.8.1 ἐκεῖθεν τοίνυν μεταφοιτήσαντες δευτέρᾳ ἡμέρᾳ ῾Ρωμαῖοί τε καὶ Πέρσαι προσβάλλουσι κλίματι Χναιθᾶς λεγομένῳ. τῇ δὲ ὑστεραίᾳ ὑπὸ πρώτην ἕω Ναρσῆς, ὁ τῶν ἑῴων ταγμάτων ἡγούμενος, Κομεντίολον ταγματάρχην τοῦ δεξιοῦ κέρατος τοῦ μαχίμου σὺν ἱππεῦσι χιλίοις προκαταληψόμενον ἐξέπεμπε τὴν διάβασιν τοῦ ἑτέρου 5.8.2 Ζαβᾶ ποταμοῦ. τούτου δὴ γεγονότος καὶ οἱ ἐπὶ κατασκοπῇ ὑπὸ τοῦ Βαρὰμ ἀποσταλέντες τὸ πραχθὲν διαγνόντες ἐπανῆκον εἰς τὸν Βαράμ, ταῦτα δήπου αὐτῷ διαγγέλλοντες. ἀτὰρ ὁ Βαρὰμ τὴν μετ' ἐκείνην γέφυραν προκατασχεῖν ἐνεχείρει. 5.8.3 ὑπέτρεφε δὲ τὰς ἐλπίδας τῷ θάρσει ὡς δὴ τῆς περὶ τὴν ᾿Αρμενίαν ῾Ρωμαϊκῆς στρατοπεδεύσεως διὰ τὴν δυσχωρίαν τῶν τόπων οὐχ οἵας τε οὔσης συνάπτεσθαι ταῖς ἑῴαις τῶν 5.8.4 ῾Ρωμαίων δυνάμεσιν. τετάρτη δὲ ἡμέρα, καὶ ὁ Ναρσῆς ἄνδρας ἑλὼν ἐπὶ κατασκοπῇ ὑπὸ τοῦ Βαρὰμ ἐκπεμφθέντας καὶ μάστιξιν ὡς ἐνῆν ἀνετάσας διέγνω ὅπως ἔχει τὸ πολέμιον γνώμης. καὶ δῆτα ἀποχρῶσαν παρέχεται δύναμιν ῾Ρουφίνῳ τῷ Τιμοστράτου, εἶτα προστάττει τὰς ἑτέρας 5.8.5 οἰκειώσασθαι διαβάσεις. τῇ δὲ ἐπιούσῃ, νυκτὸς ἐπιγενομένης, πρώτῃ παραφυλακῇ ἀπάρας ὁ στρατηγὸς γίνεται τῶν διαβάσεων κάτοχος καὶ εἰσβάλλει εἰς τὴν τῶν Νανισηνῶν χώραν ἐξαπιναίως. ἡλίου δὲ μεσοῦντος οἱ τοῦ Βαρὰμ ταῦτα 5.8.6 δὴ θεασάμενοι τῷ τυράννῳ ἐξεῖπον. ὁ δὲ διαμαρτὼν τοῦ σκοποῦ πρὸς βορρᾶν τε καὶ ἕω τὰς δυνάμεις διέσχιζεν, ὅπως ὑποτέμῃ τὴν σύμμιξιν τῆς προσδοκητοῦ τῶν ῾Ρωμαίων ἀπὸ τῆς ᾿Αρμενίας δυνάμεως. ἤδη δὲ τοῦ Βαρὰμ συντονίᾳ τινὶ τὴν ὁδὸν διανύοντος καὶ εἴς τινα παρακειμένην λίμνην ἀφικομένου, συνέβη τοὺς ἀπὸ τῆς ᾿Αρμενίας ἄγχιστα παρα5.8.7 γενέσθαι. ἐπεὶ δὲ προεῖδον οἱ τῶν ῾Ρωμαίων σκοποὶ τὸν Βαράμου στρατόν, ᾿Ιωάννῃ τῷ στρατηγῷ ἀπήγγελλον ἱππέων Περσικὰ στίφη ἰέναι πως κατ' αὐτῶν. ὁ μὲν οὖν ᾿Ιωάννης πρὸς ἔκταξιν τὰς δυνάμεις ἐκόσμησεν, ὁ δὲ Βινδόης τὴν Περσικὴν ἀνελάμβανε φάλαγγα· τῆς δὲ ῾Ρωμαϊκῆς συντάξεως 5.8.8 ὁ στρατηγὸς ᾿Ιωάννης ἡγεῖτο. ποταμοῦ δὲ διελομένου τόν τε Βαρὰμ καὶ τὰς περὶ τὸν ᾿Ιωάννην δυνάμεις ῾Ρωμαίων τε καὶ Περσῶν, τὰ τῆς συμπλοκῆς αὐτοῖς ἀνεκόπτετο. δευτέρα δὲ ἡμέρα, καὶ πρὸς νότον ἐκκλίνει ἅμα τῷ Βινδόῃ τὰ ῾Ρω5.8. μαίων στρατεύματα. ὁ μὲν οὖν Ναρσῆς καὶ Χοσρόης ἐκ τῆς Νανισηνῶν χώρας ἀπάραντες εἰς τὸ πρόσω ἐχώρουν, καὶ γίνονται πλησίον κώμης τινὸς ἣν Σιραγανῶν οἱ ἐγχώριοι κατονομάζουσιν. πέμπτη δὲ ἡμέρα, καὶ ὁ Ναρσῆς τὰς ἐπιθέτους δυνάμεις τὰς ἀπὸ τῆς ᾿Αρμενίας ῾Ρωμαϊκὰς πλη-5.8.10 σιάζειν ἐγίνωσκεν. διά τοι τοῦτο ἐπιστολεῖς πρὸς ᾿Ιωάννην ἐξέπεμπε καὶ παρενεγύα τῷ στρατηγῷ ὡς οὐ δεῖ Πέρσαις συμπλέκεσθαι, πρὶν ἂν ἐς κοινὸν ἑκάτεραι δυνάμεις συναπτόμεναι τὴν ἀλκὴν ἀνανταγώνιστον σχοίησαν. 5..1 Κατὰ τοῦτον δῆτα τὸν χῶρον αὐλιζομένῳ Χοσρόῃ οἱ παρὰ τοῦ Μεβόδου σταλέντες