1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

71

νῦν δοξολογεῖν οὐ παυσώμεθα, τὸν υἱὸν προσκυνεῖν ὡς φύσει θεὸν οὐ καταλήξωμεν, τὸ πνεῦμα γεραίροντες ὡς ἓν πεφυκὸς τῶν τριῶν ὑποστάσεων οὐκ ἀποσχώμεθα· θεὸς γὰρ τὰ τρία, ᾧ ἡ δόξα καὶ πρόγε τῶν ἀπείρων αἰώνων καὶ μετὰ τοὺς αἰῶνας ἀπέραντος." 4.16.27 ᾿Επεὶ δ' οὕτω που τὰ τῆς διαλαλιᾶς τῷ ἱερεῖ ἐπεφιλοσόφητο λίαν ἐπαινετῶς, ἐκρότει τὸ ἄθροισμα τὸ μεγαλόνουν τῆς διαλέξεως, καὶ πολὺ τὸ δάκρυον τῇ χαρᾷ κεκραμένον ὑπὸ τῆς κατανύξεως τοῦ λόγου τῇ ἐκκλησίᾳ περιεκέχυτο, καὶ φιλόδακρυς ἦν ἡ πανήγυρις οὐκ ἔχουσα πάθους ὑπόθεσιν· οὕτω γὰρ ὁ καιρὸς παρεκάλει τὰ δάκρυα χηρεύων ἀλγηδόνων 4.16.28 καὶ τοῦ λυπήσοντος. ὁ μὲν οὖν ἱερεὺς σφαγιάσας τὸν ἄρτον τόν τε οἶνον ἱερουργήσας τοῖς θεανδρικοῖς μυστηρίοις τὸ συνεληλυθὸς τῇ μεταλήψει ἡγίαζεν. καὶ οὕτω που ἡ πόλις ἡμέραις ἑπτὰ ταῖς θυμηδίαις καθεωρτάζετο.

5.τ.1 ΙΣΤΟΡΙΑ Εʹ

5.1.1 ῾Ο δὲ Βαρὰμ τῆς ῾Ρωμαϊκῆς διητυχηκὼς εὐμενείας, ἐκκλησίαν ἀγείρας

καὶ περὶ τῶν ἐν ποσὶ κοινολογησάμενος ἐκ τῶν ἐπιφανεστέρων τοὺς ἐς ἀνδρείαν τὴν ὑπεροχὴν κεκτημένους χειροτονεῖ στρατηγούς, ὅπως τῇ ἀντιθέτῳ προνοίᾳ τοῖς Χοσρόου πράγμασιν ἀντιταλαντεύσῃ πως τὸ ἀπρόσκοπον. 5.1.2 καὶ οὖν τὸν Μιραδουρὶν ἐς τὸ ᾿Ανάθων φρούριον τὸ πρὸς τῷ Κιρκηνσίῳ παρὰ τὸν Εὐφράτην ᾠκοδομημένον ἐξέταττεν μετὰ πλήθους δυνάμεως. ἐξεπέμπετο δὲ καὶ ἐς τὴν Νίσιβιν τήν τε σύγχωρον ᾿Αραβίαν τὸν Ζαδεσπράτην τὸν ἄρτι που 5.1.3 συστρατεύσαντα τῷ Φεροχάνῃ. ὁ μὲν οὖν Ζαδεσπράτης τὴν Βαβυλῶνα ἀπολιπὼν ἀγγέλους ἐς τὸν Σολχάνην ἐξέπεμπε 5.1.4 προαγορεύοντας αὐτοῦ τὴν ἐς Νίσιβιν ἄφιξιν. μενοῦνγε ὁ Σολχάνης, ὅτε που ὑπὸ τῶν ἀγγέλων τὸ τῶν μεγαλαυχημάτων ὑπέρογκον τοῦ Ζαδεσπράτου διέγνωκεν, τῇ ὑστεραίᾳ καθίσας συνέδριον ἐς ὑπήκοον τῶν συνεληλυθότων προσέταττε τοὺς ἀγγέλους, ὅ τι ἂν εἴη αὐτοῖς ἡ ἀξίωσις, μηδέν 5.1.5 τι τῷ δέει συσταλέντας ἐκτίθεσθαι. οἱ μὲν οὖν ἐξυπηρετούμενοι τῷ προστάγματι διεξῄεισαν ἅπερ ὁ πεπομφὼς αὐτοὺς διηγόρευσεν. θολοῦ τοίνυν γεγονότος τῇ ἐκκλησίᾳ, καὶ πάντων τῷ Βαρὰμ λοιδορουμένων, ὁ Σολχάνης αἰκίσας τοὺς ἀγγέλους ἠτίμωσε καὶ δεσμοῖς ἀφύκτοις τισὶ καταταλαιπωρήσας ἐς 5.1.6 Χοσρόην ἐξέπεμπεν. ὁ δὲ Χοσρόης τὸν μὲν Σολχάνην ἐξελιπάρου ταῖς ὑποσχέσεσι παροτρύνων εὖ διατίθεσθαι τὰς τῶν ἐντυγχανόντων φοιτήσεις, αὐτὸς δὲ Χοσρόης ἀπορίᾳ τὴν ψυχὴν κατεβάλλετο τὰς ἐπιστρατείας τοῦ τυράννου μορμολυτ5.1.7 τόμενος. εἰσῆλθε τοίνυν αὐτὸν δεισιδαιμονία ὁσίας θρησκείας τινός, καὶ πάλιν πρὸς τὸν ἐπὶ πάντων θεὸν τὸν νοῦν μετεκόμισεν, καὶ ἠντιβόλει τὸν ἀοίδιμον ἐν μάρτυσι Σέργιον, ὃν καὶ τὰ νομαδικὰ πρεσβεύειν ἔθνη εἰώθασιν, συλλαμβάνειν 5.1.8 τῶν πόνων αὐτῷ, ἀπαρχάς τε τροπαίων καθυπισχνεῖτο προσφέρεσθαι τοῦ κυριακοῦ πάθους τὸ ἐπίσημον σήμαντρον (σταυρὸς δὲ τοῦτο ἀναγορεύεται), τεκτονεύεσθαί τε τοῦτον χρυσήλατον, μαργαρίτην τε περιβαλεῖν αὐτῷ καὶ τῶν ᾿Ινδικῶν λίθων τοὺς διαυγεῖς· εὐσεβέστερον γὰρ ποτνιώμενον ὑπὸ 5.1. τῆς ἀνάγκης ὁ καιρὸς αὐτὸν ἐξειργάζετο. ἀτὰρ ὁ Σολχάνης ἀξιαφηγητικώτατον καὶ παράδοξον ἔδρασεν ἐγχείρημα, βουλῆς τε ἀλκῇ τὸν ἀντιστράτηγον διεχρήσατο. ῾Ροσᾶν γὰρ τὸν καὶ ῾Ορμίσδαν παρὰ τῷ Περσικῷ οὕτω καλούμενον ἱππικῇ περιφράξας ἰσχύϊ κατὰ τῆς ἀντιστρατευσαμένης πληθύος ἐξέπεμπεν, μάλιστα δὲ τῷ ῾Ροσᾷ ὑπετίθετο δόλῳ τὰς ἐκβάσεις ἐπιτρέψαι 5.1.10 τῆς ἐγχειρήσεως. ὁ μὲν οὖν ῾Ροσᾶς ταῖς ὑποθήκαις τοῦ 5.1.10 Σολχάνου μετ' ἐπιμελείας ἑπόμενος ἐχώρει πρὸς τὸ πολέμιον. δευτέρᾳ δ' ἡμέρᾳ ὁ Ζαδεσπράτης ἐν τοῖς μέρεσι τοῦ Χαρχὰς παραγίνεται (κώμη δ' αὕτη παμφορωτάτη ὁμοῦ καὶ πολύανδρος), καὶ νυκτὸς ἐπιγενομένης ἐχόμενα ταύτης ἠγραύλιζεν. 5.1.11 ὑποτοπήσας δ' οὗτος