1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

15

1..2 πόλεμον. καὶ μὴ μοίγε τις ἀπεχθανέσθω τοῦ γε ἕνεκα παλινδρομοῦντι πρὸς τὰ πρεσβύτερα. οὐ γὰρ ἐπὶ τὰς αὐτὰς ἐπάνιμεν πράξεις, εἰ καὶ περὶ τοὺς αὐτοὺς χρόνους ἀντανα1..3 γώμεθα. τὸ γὰρ συνεχὲς τῶν προαφηγηθέντων οὐκ ἠνέσχετο χαλινοῦ, ἵνα μὴ τέως τῇ παρενθήκῃ τῶν ἑτεροίων ἀφηγημάτων σύγχυσιν τοῖς ἐντυγχάνουσιν ἐμποιήσηται. 1..4 ῎Ετι πρῶτον ἔτος ἠνύετο τῆς ἡγεμονίας Μαυρικίου τοῦ αὐτοκράτορος μετὰ τὸν Περσικὸν ἐκεῖνον καὶ ἀοίδιμον πόλεμον, οὗπερ ὁ Ταμχοσρὼ κατ' ἐκεῖνο καιροῦ τῶν Μηδικῶν στρατευμάτων ἡγήσατο, καὶ βασιλεὺς τὸν ᾿Ιωάννην, ᾧπερ ἐπώνυμον τὸ τῆς ὑπερῴας χελύνης κατάκομον, ὃν δὴ καὶ Μυστάκωνα προσηγόρευον ῾Ρωμαῖοι, ἐκ τῶν τῆς ᾿Αρμενίας στρατοπέδων 1..5 ἐπὶ τὰς τῆς ἀνατολῆς δυνάμεις ῾Ρωμαϊκὰς μετεβίβαζεν. ἄρτι τοίνυν ὁ στρατηγὸς τὰς ἑῴας φροντίδας περιβαλόμενος στρατοπεδεύεται, ἔνθα ὁ Νύμφιος ποταμὸς τῷ Τίγριδι ἀνακοινοῦται τοῖς ὕδασιν. ἐν τούτῳ δῆτα τῷ χώρῳ ἐξαρτύεται πόλεμος, τοῦ μὲν ᾿Ιωάννου τῆς ῾Ρωμαϊκῆς προεστῶτος δυνάμεως, τῆς 1..6 δὲ Περσικῆς Καρδαριγάν. Παρθικὸν τοῦτο ἀξίωμα, φίλον δὲ Πέρσαις ἐκ τῶν ἀξιωμάτων προσαγορεύεσθαι, ὥσπερ ἀπαξιούντων τὰς ἐκ τῆς γεννήσεως ὀνομασίας ἐπιφέρεσθαι· θαυμάζουσι γὰρ τύχης ἐπίδοσιν ἢ νόμον γεννήτορος τὸν περὶ τῆς σφῶν αὐτῶν προσηγορίας ἄρτι τῆς μητρῴας αὐτοῖς 1..7 νηδύος προκύψασι συνανίσχοντα. ὁ μὲν οὖν ᾿Ιωάννης τὴν πᾶσαν πληθὺν τῆς δυνάμεως τριτταῖς κατετάξατο μοίραις, καὶ αὐτὸς μὲν ἀνεδέξατο τοῦ μαχίμου τὸ μεσώτατον, Κοὺρς δὲ τὸ δεξιὸν ὁ ὑποστράτηγος, ᾿Αριοὺλφ δὲ τὸ λαιόν. καὶ ὧδέ πως τὰ τριττὰ διεκεκόσμητο στίφη. ὡσαύτως δὲ καὶ τὸ 1..8 Περσικὸν συνετέτακτο. ἐπεὶ δ' αἱ σάλπιγγες ἐνυάλιον ἤχησαν, καὶ τὸ μεταίχμιον ἐβραχύνετο, ὁ πόλεμος εἶχε τὴν πάροδον. προσβάλλουσι τοιγαροῦν ῾Ρωμαῖοι τοῖς δυσὶ κέρασιν, ᾿Ιωάννης μὲν τῷ μέσῳ, ᾿Αριοὺλφ δὲ τῷ εὐωνύμῳ, καὶ δῆτα κρατοῦσι 1.. τῶν ἀντιμετώπων δυνάμεων. Κοὺρς δ' οὐκ ἐνέμιξε χεῖρας· ἐβάσκαινε γὰρ τὸν ᾿Ιωάννην εὐπραγίας πέρι, ἅτε δὴ διὰ μεγίστην ἀγωνιούμενον δόξαν. καὶ οὖν εἰς τοὐπίσω Πέρσαι ἐτρέποντο· ἐδεδίεσαν γὰρ μή που τὸ ἀντίπαλον ἐμβριθεστέραν 1..10 τὴν ὁρμὴν ἐπιθείη. ῾Ρωμαῖοι δὲ τὸν Κοὺρς ἑωρακότες ἀπόμαχον τήν τε περὶ αὐτὸν δύναμιν, τὰ νῶτα τοῖς βαρβάροις 1..11 ἐγνώριζον καὶ πρὸς τὰ ἀνάντη μετεφοίτων χωρία. οἱ δὲ Πέρσαι τῇ παλιώξει χρησάμενοι, ἐπεὶ τὴν ῾Ρωμαϊκὴν ἵππον κεκμηκυῖαν ἑώρων ἔκ τε τῆς συντονίας τοῦ δρόμου ἔκ τε τῆς χαλεπότητος τῆς πρὸς τὸ δυσάναντες τῶν ὀχυρωμάτων καταφυγῆς, ἀρρενικῶς ἐπιτίθενται καὶ πλεῖστον τοῦ ῾Ρωμαϊκοῦ κεραΐζουσιν, καὶ μόλις ἐπὶ τὸν χάρακα ἐπανήκειν ῾Ρωμαίοις οἱ βάρβαροι συνεχώρησαν. ἐν τούτοις ὁ πόλεμος ἐπεπέραστο, καὶ μετοπώρου παρενέκυπτεν ὥρα. 1.10.1 ῾Ο δ' αὐτοκράτωρ τὸν πατέρα τὸν Παῦλον ἐπὶ τὴν αὐλὴν τὴν βασίλειον λαμπρῶς καὶ περιφανῶς εἰσεδέξατο ἔναγχος ἐπὶ τὸ Κωνσταντίνου ἄστυ γενόμενον, καὶ νυμφίος 1.10.2 τῇ ὑστεραίᾳ ὁ βασιλεὺς πομπεύεται. τὸν γὰρ ᾿Ιωάννην, τὸν τῶν ἱεραρχικῶν ἐξηγούμενον θρόνων, ἐς τὸ ἀνάκτορον εἰσκαλεσάμενος ἐν τῷ μεγάλῳ θαλάμῳ τῷ πρὸς τῇ μεγίστῃ τῶν βασιλέων αὐλῇ (Αὐγουσταῖος δ' ἄρα οὗτος κατονομάζεται) ἠξίου τῆς ἐκ τοῦ κρείττονος τυχεῖν συναινέσεως διὰ τῆς πρὸς τὸ θεῖον τοῦ ἱερέως ἐντεύξεως, ὅπως αἴσια τῷ βασιλεῖ τὰ 1.10.3 τοῦ γάμου συμβαίη ἐπίχειρα. ὁ δ' ἱερεὺς τὸ βασιλικὸν ἐθεράπευσε βούλημα τῇ περὶ τὸ θεῖον ἱκετείᾳ, καὶ τῶν χειρῶν τῶν βασιλέων ἑλόμενος συνῆπτεν ἀλλήλαις εὐκτοῖς τε προσφθέγμασι τὸν τοῦ αὐτοκράτορος κατηυφήμησε γάμον· ναὶ δῆτα καὶ ταῖς κορυφαῖς τῶν βασιλέων τοὺς στεφάνους καθίδρυσε τῶν τε θεανδρικῶν μυστηρίων μετέδωκεν, ὡς σύνηθες τοῖς θρησκεύουσι τὴν παναγῆ ταύτην καὶ ἀκίβδηλον πίστιν. 1.10.4 εἶτα μετ' ἐκεῖνο εἰσέφρησαν ἐπὶ τὴν βασίλειον παστάδα οἱ ταῖς κορυφαῖς τῶν ἀξιωμάτων περιλαμπόμενοι, οὓς καὶ γονεῖς ἀποκαλεῖν βασιλεὺς οὐκ ἀπηξίωσεν ἀντὶ σπορᾶς ὥσπερ κατα1.10.5 βαλομένους τὴν εὔνοιαν. οὗτοι προπομποὶ τοῦ βασιλέως