1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

51

τριβὴ καὶ τὰ ἐς ὕστερον ἐλπιζό3.15.4 μενα δυσχερῆ. οὐ γὰρ ἔχουσι Πέρσαι ἐκ πρυτανείου σιτήσεις καθάπερ ῾Ρωμαῖοι ἰόντες εἰς πόλεμον, ἀλλ' οὐδὲ κατὰ κώμας τε καὶ ἀγροὺς συναγείρονται· ἀλλ' ἐστὶ νόμος αὐταρκείας αὐτοῖς τὰ παρὰ τοῦ βασιλέως κατὰ τὸ εἰωθὸς διανεμόμενα, καὶ εἰς ὅσον ἀποζῆν οἰκονομοῦσι τὰ παρεχόμενα καὶ διατρέφεσθαι ἐντεῦθεν καταναγκάζονται ἅμα τοῖς κτήνεσιν, μέχρις ἂν ὅτου 3.15.5 ἐς τὴν ἀλλοτρίαν ἐμβάλωσιν. καὶ οὖν ὁ τοῦ Περσικοῦ βασιλεὺς τὰς στάσεις τοῦ ὁπλιτικοῦ δεδιὼς διενοήθη ἐς λόγους περὶ τῆς εἰρήνης κοινολογήσασθαι Τιβερίῳ τῷ Καίσαρι. ὁ δὲ Καῖσαρ ταῦτα πυθόμενος ἐς διαλλαγὰς προιέναι διέγνω. 3.15.6 ἐκπέμπει γοῦν τοὺς περὶ συμβάσεως λόγους δυνατοὺς καθιδρύσασθαι κεχειροτονηκὼς πρεσβευτὰς ᾿Ιωάννην καὶ Πέτρον, ἐν τῇ κορυφαίᾳ τῆς συγκλήτου βουλῆς τελοῦντας ἀξίᾳ (πατρίκιοι δ' ἄρα ὄντες ἐτύγχανον), Θεόδωρόν τε τῇ μαγιστερίᾳ ἀρχῇ 3.15.7 παρὰ ῾Ρωμαίοις τιμώμενόν τε καὶ γεραιρόμενον· ναὶ μὴν καὶ Χοσρόης Σαρναχοργάνην, ἄνδρα τῇ Περσικῇ πολιτείᾳ διὰ τὴν ἀξίαν ἀπόβλεπτον, πρὸς ἑτέροις ἀξιολογωτάτοις ἀνδράσιν, 3.15.8 τῷ πολέμῳ δι' αὐτῶν παραδοὺς τὴν ἀνάπαυλαν. συστάσης τοίνυν περὶ τὴν ᾿Αρμενίαν κατ' ἐκεῖνο καιροῦ καρτερᾶς μάχης ῾Ρωμαίοις τε καὶ Πάρθοις, Ταμχοσρὼ ἐφεστηκότος τῆς Βαβυλωνίας δυνάμεως, ᾿Ιουστινιανοῦ τε τῆς ῾Ρωμαϊκῆςἐξηγουμένου πληθύος, γίνεται κατόπιν τὸ ῾Ρωμαϊκὸν τῆς 3.15. προτέρας εὐκλείας. διά τοι τοῦτο ἀπειρήκασι Μῆδοι τῶν εἰρηναίων σπονδῶν, καὶ πάλιν αὐτοῖς ἀναζωπυροῦται τὸ φιλοπόλεμον, μετριοπαθεῖν ἐπὶ τοῖς ἔναγχος οὐ χωρήσαντες 3.15.10 ἐπιτεύγμασιν. οἱ μὲν οὖν πρέσβεις μέχρι λόγων τὰ τοῦ σκοποῦ διανύσαντες χωροῦσι πρὸς τὰ οἴκοι ὀρφανὰς τὰς πρεσβείας τῆς εἰρήνης καταλείψαντες· Τιβέριος δ' ὁ Καῖσαρ τῶν οὕτω συντετυχηκότων αὐτῷ Μαυρίκιον στρατηγὸν προστησάμενος, τότε δὴ τότε τῶν σωματοφυλάκων τοῦ βασιλέως 3.15.11 ἡγούμενον, ἐν τοῖς κλίτεσι τῆς ᾿Αρμενίας ἐξέπεμπεν. ὁ δὲ τοῦ βαρβαρικοῦ Σαρναχοργάνης στρατίαρχος, ἔτι τοῦ χρόνου τῶν σπονδῶν ἐνδαψιλευομένων τῶν περὶ τὴν ἕω προελθουσῶν ῾Ρωμαίοις τε καὶ Μήδοις, παρασπονδήσας κατὰ Κωνσταντίνης 3.15.12 καὶ τῆς Θεοδοσιουπόλεως τὸ τάχος ἀπέστελλεν. ὁ μὲν οὖν στρατηγὸς τῶν Χαλδαίων τὴν δύναμιν ἀναλαβόμενος τὰ περὶ τὴν Κωνσταντῖναν καὶ τὴν Θεοδοσιούπολιν ἐλυμαίνετο, Ταμχοσρὼ δ', ὃς τῶν ἐν ᾿Αρμενίᾳ Περσικῶν στρατευμάτων τὴν ἡγεμονίαν ἠμφίεστο, ὅτε που νῦν τὰς συνελθούσας δυνάμεις ῾Ρωμαίων πολλῷ πλείους τῶν οἰκείων οὔσας διέγνωκεν, τὴν ᾿Αρμενίαν ἀπολιπὼν τό τε Κιθαρίζων τὸ ῾Ρωμαίων φρούριον παραμείψας ἐπιπίπτει χωρίοις τε καὶ κώμαις πλησίον ᾿Αμίδης γενόμενος. εἶτα διὰ τῆς ᾿Αρζανηνῆς εἰσβαλὼν ἐχώρει 3.15.13 εἰς τὰ οἴκοι. ὁ δὲ Μαυρίκιος, ὁ τοῦ ῾Ρωμαϊκοῦ στρατηγός, τοὺς βαρβάρους καταλιπόντας τὴν ᾿Αρμενίαν θεώμενος τά τε εἰς τὴν ἑῴαν φθείρειν διαχειρήσαντας, ἄρας πανστρατιᾷ τῇ Περσῶν ἐνεδήμησε χώρᾳ, θέρμης τε τῷ σώματι ἐπιγενομένης αὐτῷ καρτερᾶς, εἴχετο τῶν πόνων νοσηλευόμενος. 3.15.14 ἐμβαλόντες οὖν τῇ ᾿Αρζανηνῇ οἱ ῾Ρωμαῖοι, καὶ οὐκ ὄντος τοῦ ἀπαμύνοντος, τὸ ᾿Αφούμων, οὕτω καλούμενον φρούριον, ἐρυμνότατον ὂν παρεστήσαντο φρούριά τε ἕτερα κατεσκάψαντο ἄττα φόνον τε πολὺν τῇ Περσῶν πολιτείᾳ ἐνεπορεύσαντο· 3.15.15 ζωγρήσαντές τε τοῦ Περσικοῦ ἐνενήκοντα πρὸς ταῖς δέκα χιλιάσιν, τούτων τὴν τρίτην ἀπόμοιραν Μαυρικίῳ τῷ ῾Ρωμαίων στρατηγῷ οἱ τοῦ ὁπλιτικοῦ δωρησάμενοι, οὐκ ἀνήκεστα τοῦ πολέμου τὰ ἐπίχειρα ἐπεποίηντο. ὁ μὲν οὖν στρατηγὸς τῶν ζωγρηθέντων τὴν ἐνδημίαν παρεδήλου τῷ Καίσαρι, ὁ δὲ Καῖσαρ ἀνὰ τὴν Κύπρον τὴν λείαν διέχεεν. 3.16.1 Οὕτω τοιγαροῦν τῆς ᾿Αρζανηνῆς ὑπὸ τοῦ ῾Ρωμαϊκοῦ δόρατος παθούσης κακῶς, μεταβαίνει ὁ στρατηγὸς καὶ τοῖς τῆς ᾿Αραβίας χωρίοις ἐνέβαλεν οὐ πόρρω τῆς Νίσιβι ἱδρυμένοις 3.16.2 ἐπιτομώτατα. εἶτα μέχρι τοῦ Τίγριδος καταστρεψάμενος ποταμοῦ, ἐς τὸ ἀντιπέρας τὸν Κοὺρς καὶ τὸν ῾Ρωμανὸν ἐξεπέμπετο τὴν πολεμίαν ληΐσοντας