1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

57

πρὸς τὰ ἀνάκτορα, ῾Ορμίσδας ἐς μέσον ἑστὼς τῶνδε τῶν λόγων ἀπήρξατο. 4.4.1 "῎Ανδρες θεαταί, ἀλλ' εἴθε μὴ βασιλικῶν ἀτυχημάτων δημιουργοί μοι γεγόνατε· οὕτω γὰρ οὐκ ἂν ἐκληρώσασθε βασιλέα δημηγόρον ἅμα καὶ δέσμιον. ἄνδρες νυνὶ μὲν γαῦροι πολέμιοι, τὸ δὲ πρότερον ὑπήκοοι καὶ μετὰ δέους πειθήνιοι. 4.4.2 ἄνδρες θεαταί, ἀλλ' εἴθε μὴ τηλικούτων κακῶν προήλθετε σήμερον ὑπηρέται καὶ μάρτυρες. εἰ συγχωρήσοι τὸ δάκρυον, 4.4.3 φωνὴν ἀφήσω προξενοῦσαν αὖθις τὸ δάκρυον· ὁρῶ γὰρ ὑμᾶς ἐπεντρυφῶντας τοῖς ἀδικήμασι καὶ κροτοῦντας τὼ χεῖρε, τοῖς ὀδοῦσι δὲ τετριγότας, τοῖς δὲ προσώποις μυκτηριζομένους ὁμοῦ καὶ φενακίζοντας, ἐκχύτους τῷ γέλωτι, ἀσχέτους τοῖς ὀνειδίσμασιν, καὶ εἰ μὴ σφάλλομαι, παιγνίων ὑπόθεσιν ἔχοντας 4.4.4 βασιλείας νόμον αἰδέσιμον. πάρεστι γὰρ ὑμῖν ἐν μέσῳ προκείμενος ὁ πρὸ μικροῦ καθάπερ θεὸς προσκυνούμενος αἰχμάλωτος ὑπὸ τῶν πολλῶν ῥαπιζόμενος, ὁ ταῖς ἁλουργίσι περιρρεόμενος νῦν σεσηπότα ῥάκη περιβαλλόμενος, ὁ θρύψει χρυσοῦ καὶ μαργαρίτου κατακοσμούμενος νῦν σχοίνῳ σιδηροτεύκτῳ 4.4.5 ταλαιπωρούμενός τε καὶ κακουχούμενος, ὁ τὰς τρίχας εὐθετιζόμενος καὶ τοῖς μύροις καταπνεόμενος νῦν αἰσχίστως σκληραγωγούμενος καὶ τῷ ῥύπῳ καὶ τῇ κόνει τῇ τε λήμῃ τῶν ὀμμάτων καὶ τῇ συμπλοκῇ τῶν βοστρύχων κατηγριωμένος τὴν πρόσοψιν, ὁ τοῖς μυρίοις γένεσι τῶν ἐδεσμάτων κολακευόμενος νῦν ἀπόσιτος καὶ μικροῦ δεῖν καὶ τῶν τυχόντων σπανιζό4.4.6 μενος ἄρτων, ὁ τοῖς χρυσορόφοις θαλάμοις ἐνδιαιτώμενος κλίναις τε χρυσαῖς ἐμβλακευόμενος καὶ σισύραις λαμπραῖς ἐντρυφῶν καὶ ἐφεστρίσι μεγαλοπρεπέσιν ἐγκαλινδούμενος νῦν ἐν εἱρκτῇ στενοχωρούμενος καὶ πρὸς τοὔδαφος κατερριμμένος, 4.4.7 μήτε λείψανα εὐτελῶν ἀμφιασμάτων περιφερόμενος. ὁρῶ δὲ καὶ τῶν προπατόρων τὸ κλέος προπηλακιζόμενον σήμερον ἐξ ὧν εἰς ἡμᾶς ἀνοσιουργοῦντες ἐδράσατε, οὓς ἐχρῆν ἀθανάτων τιμαῖς θεραπεύεσθαι ἐκ τῆς περὶ τοὺς ἀπογόνους ἰσοθέου 4.4.8 δορυφορίας προσαγομένης ὁσημέραι. ἐπεὶ δὲ καὶ φύσεως παρ' ὑμῖν θεσμὸς ἀνατέτραπται καὶ νόμοι κράτους ἠθέτηνται καὶ τάξις μοναρχίας καταπεπάτηται καὶ δίκης ἠφάνισται πρυτανεύματα καὶ ἀντίδοσις τῶν βεβιωμένων φροῦδος καθέστηκεν, οὐκ ἐπιλήσομαι τῆς βασιλικῆς ἀρετῆς, ἀλλ' εὐνοίᾳ τῆς τοῦ γένους συστάσεως τὰ συνοίσοντα τῇ Περσῶν πολιτείᾳ 4.4. διέξειμι. ἄνδρες σατράπαι, καὶ ὅσοι περὶ τὸν βασίλειον τουτονὶ συνηθροίσθητε χῶρον, κοινὰ κατὰ τῆς τυραννίδος στρατολογήσατε δόγματα, μὴ περιορῶντες ἐς τὸ λοιπὸν ἐπηρεάζεσθαι βασιλείαν ὑπερφυᾶ τε καὶ δυνατωτάτην, πρεσβύτιδά τε καὶ 4.4.10 φοβερωτάτην τοῖς τὴν οἰκουμένην οἰκοῦσιν ἀνθρώποις. εἰ δὲ μή, μεγάλην ἀρχὴν καταλύσητε καὶ πολλῶν τροπαίων ὑπόθεσιν ἀνατρέψητε καὶ μεγίστης δόξης ἀκρώρειαν καταβάλητε μοναρχίαν τε δυσκαταγώνιστον διαρρήξητε, κἀντεῦθεν τῆς εὐδαιμονίας στερηθήσεσθε Πέρσαι, τῆς ἐξουσίας ἀναιρεθείσης ὑμῖν, τῶν περὶ τῆς βασιλείας νόμων ἀθετηθέντων 4.4.11 διὰ τὸ τύραννον. ἀταξίας γὰρ στάσις πέφυκε πρόοδος, τὸ δ' ἄτακτον ἄναρχον, ἀναρχία δὲ λύσεως ἀφορμὴ ἐκ τυραννίδος λαβοῦσα τὴν γένεσιν· αὕτη τὴν πολυαρχίαν ὠδίνουσα τὰ προϋπηργμένα καλῶς κακῶς διατίθησιν, καὶ τῷ ἀνωμάλῳ τοῦ κράτους τῷ τε ἀσυμφώνῳ τῆς στάσεως τὸ ἑνιαῖον καὶ σύντονον τῆς ἀρχῆς διαλύσασα πάντα πάσχειν ἢ δρᾶν τοὺς 4.4.12 φιλοτυράννους ἠνάγκασεν. βασιλείας γὰρ σκάφος πολλοῖς τοῖς πηδαλίοις οἰακιζόμενον μικρά τις σπιλάδος ἐπιδρομὴ κατεβάπτισεν, περισχιζομένης τῆς κυβερνήσεως πρὸς τὰς τῶν πολλῶν ἀντιθέτους ἐπιβολάς, ἄλλοτε ἄλλου πρὸς τὸν οἰκεῖον 4.4.13 σκοπὸν ἐπειγομένου κυβερνᾶν τὸ ἀκάτιον. οὐκοῦν εἰ μὴ τοὺς τυράννους ἀπολικμήσητε, τὴν βασιλείαν δουλαγωγήσητε, καὶ παίγνιον τοῖς ἔθνεσιν ἔσεσθε τῷ ἀσυμφώνῳ τῆς τοῦ βίου 4.4.14 διαγωγῆς κατακληρωσάμενοι τὸ εὐάλωτον. ἔτι Βαρὰμ ἐν ποσίν, ἔτι τοῖς ὅπλοις ἀκκίζεται, ἔτι τῆς ὕβρεως ἔχεται στρατεύσας κατὰ τῆς Περσίδος τὴν μάχαιραν. τεθνάτω παρανάλωμα θηρίων