1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

99

παρανάλωμα τοῖς ἀντιπάλοις γενήσονται. οὕτω τοίνυν τῆς ῾Ρωμαϊκῆς κοσμηθείσης συντάξεως, περὶ τὴν ὄχθην τοῦ ποταμοῦ οἱ βάρβαροι παρατάττονται. 7.5.3 οἱ μὲν οὖν ῾Ρωμαῖοι ἀπὸ τῶν πορθμιδίων τοὺς βαρβάρους κατακοντίζονται, οἱ δὲ βάρβαροι τὰ πλήθη τῆς ἐκπομπῆς τῶν βελῶν φέρειν ἀδυνατήσαντες ὀρφανὰς τὰς ὄχθας καταλιμ7.5.4 πάνουσιν. ἀναιρεῖται τοίνυν ὁ τούτων ταξίαρχος, ὃν Πειράγαστον ὁ λόγος φθάσας ἐδίδαξεν· βέλους γὰρ ἐπὶ τῆς λαγόνος καταβληθέντος αὐτῷ, ἐν καιρίῳ τε τῆς πληγῆς γεγονυίας, θάνατος αὐτῷ πραγματεύεται. καὶ οὖν πεπτωκότος τοῦ 7.5.5 Πειραγάστου τρέπεται πρὸς ἀποφυγὴν τὸ πολέμιον. γίνονται τοίνυν οἱ ῾Ρωμαῖοι κύριοι τῆς ὄχθης τοῦ ποταμοῦ. εἶτα τὰ πλήθη τῶν βαρβάρων περιβαλόντες φόνῳ πολλῷ πρὸς ἀπόδρασιν χωρεῖν αὐτοὺς κατηνάγκαζον. τὴν δὲ δίωξιν ἐς μακρὰν μὴ οἷοί τε ὄντες ποιήσασθαι διὰ τὸ τῆς ἵππου 7.5.6 χηρεύειν, πρὸς τὸν χάρακα ἐπανέζευξαν. γίνεται τοίνυν τῇ ὑστεραίᾳ μεγάλη πλάνη τοῖς ποδηγοῦσι τὸ στράτευμα, ὅθεν καὶ ἀνυδρία τῷ στρατοπέδῳ ἐνέσκηψεν, καὶ τὰ τῆς συμφορᾶς ἐπετείνετο. οὐ φέροντος τοίνυν τοῦ ὁπλιτικοῦ τὴν σπάνιν τοῦ ὕδατος οἴνῳ παρεμυθοῦντο τὸ δίψος. ἡμέρα δὲ τρίτη, καὶ τὸ κακὸν ἐμηκύνετο. καὶ ἂν ἡ στρατιὰ διόλωλεν ἅπασα, εἰ μὴ βάρβαρός τις ἁλοὺς τὸν ῾Ηλιβακίαν αὐτοῖς ἐξέλεξε 7.5.7 ποταμόν, τέτταρας παρασάγγας ἀπέχοντα. οὕτω μὲν οὖν οἱ ῾Ρωμαῖοι ἐξ ἑωθινοῦ περιτυγχάνουσιν ὕδατι. τοίνυν οἱ μὲν προκλίναντές πως τὰ γόνατα τοῖς χείλεσι τὸ ὕδωρ λαφύττουσιν, οἱ δὲ ἐπικεκυφότες ταῖς χερσὶν ἠρύοντο ὕδατα, ἄλλοι 7.5.8 ἀπήντλουν ταῖς ὑδρίαις τὸ νᾶμα. δασέος δὲ τέμπους ὑπόντος εἰς τὸ ἀντιπέρας τοῦ ποταμοῦ, καὶ βαρβάρων ἐγκρυπτομένων αὐτόθι, γίνεται μεγίστη τοῖς ῾Ρωμαίοις ἐπήρεια· ἀκοντίοις γὰρ ἔβαλλον τοὺς ὑδρευομένους οἱ βάρβαροι. οὐκοῦν ἐξ ἀπόπτου 7.5. φόνος πολὺς ἐπεγίνετο. δυοῖν τοίνυν θάτερον ἦν ἑλέσθαι ἀνάγκη, τοῦ ὕδατος ἀπειπεῖν καὶ ἀπὸ τοῦ δίψους τὸν βίον ἀπολιπεῖν, ἢ μετὰ τοῦ ὕδατος ὑπαντλεῖν καὶ τὸν θάνατον. ἀτὰρ πορθμία οἱ ῾Ρωμαῖοι ναυπηγησάμενοι τὸν ποταμὸν διενήξαντο, 7.5.10 ὅπως κατάφωρον τὸ πολέμιον γένοιτο. ἐπεὶ δὲ πρὸς τὸ ἀντιπέρας τὸ ὁπλιτικὸν παρεγένετο, ἀθρόον οἱ βάρβαροι ἐπιθέμενοι τῶν ῾Ρωμαίων κρατοῦσιν. οἱ μὲν οὖν ῾Ρωμαῖοι νενικημένοι πρὸς φυγὴν ἀποκλίνουσιν. καταπολεμηθέντος τοίνυν ὑπὸ τῶν βαρβάρων τοῦ Πέτρου, Πρίσκος γίνεται στρατηγός, καὶ οὖν ἀποχειροτονηθεὶς τῆς ἡγεμονίας ὁ Πέτρος ἐς Βυζάντιον ἧκεν. 7.6.1 Πρὸ τεττάρων τοίνυν τούτων ἐνιαυτῶν (πρὸς γὰρ τὰ πρεσβύτερα τῆς ἱστορίας αὖθις γινόμεθα) ᾿Ιωάννης ὁ τὴν ἐς Βυζάντιον ἐκκλησίαν ἰθύνων τὸν τῇδε βίον ἀπέλιπεν, ὃς διὰ τὸ καταφιλοσοφῆσαι λίαν τῶν ἡδονῶν τυραννῆσαί τε τῶν παθῶν αὐτοκράτορά τε τῆς κοιλίας γενέσθαι Νηστευτὴς 7.6.2 ὑπὸ τῶν Βυζαντίων κατωνομάζετο. λέγεται δὲ καὶ ὑπὸ Μαυρικίου τοῦ αὐτοκράτορος ἱκανὰ δανεισάμενον τάλαντα γραμματεῖον ἐκθέσθαι τήν τε οἰκείαν περιουσίαν ἐν ταῖς ὁμολογίαις 7.6.3 τοῦ δανείσματος ὑποθέσθαι. ἐπεὶ δὲ μετῆρεν ὁ ἱερεὺς τῶν τῇδε, ὁ αὐτοκράτωρ Μαυρίκιος τὴν τοῦ ἱεράρχου οὐσίαν διερευνησάμενος εὑρίσκει τὸν ἄνδρα ἀχρηματίαν φιλοσοφήσαντα, καὶ λίαν ἀγασθεὶς τὴν ἐς ἄκρον τοῦ ἱερέως δικαιοσύνην διέρρηξε προῖκα τὸ <πρὸ> μικροῦ συνταγὲν γραμματεῖον. 7.6.4 μηδὲν γὰρ τῷ ἱερεῖ ἕτερόν φασι τὸν βασιλέα εὑρεῖν ἢ σκίμποδα ξύλινον καὶ σισύραν ἐξ ἐρίου ἐς τὰ μάλιστα εὐτελῆ φαινόλην τε ἀκαλλῆ· δυσείμων γὰρ ἦν ὁ ἀνὴρ λιτότητι βίου καταλαμπόμενος. ταῦτα δήπου, ταῦτα ἀντὶ πολλῶν ἂν χρημάτων καὶ λίθων ᾿Ινδικῶν ὁ αὐτοκράτωρ Μαυρίκιος τιμησάμενος 7.6.5 εἰς τὰ βασίλεια μετηγάγετο. ταῖς ἐαριναῖς τοιγαροῦν τῶν Χριστιανῶν νηστείαις ἐναβρυνόμενος, χαίρειν φράσας ταῖς χρυσαῖς καὶ λιθοκολλήτοις κλίναις τοῖς τε νήμασι τῶν Σηρώων, ἐπὶ τοῦ ἱερέως ξυλίνην στιβάδα ὁ βασιλεὺς κατεπαννυχίζετο, θείας τινὸς ἐντεῦθεν ὥσπερ οἰόμενος μεταλήψεσθαι χάριτος. 7.6.6 Κατὰ τούτους τοὺς χρόνους οἱ περὶ τὴν Λιβύην Μαυρούσιοι διωμοσίαν κατὰ τῶν ῾Ρωμαίων