1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

115

ἀνήμερον διεξήρχετο· ὑπεῖναι γὰρ τὴν τρίβον ταύτην 8.4.6 ἀδιεξόδευτον ἀπὸ ἐτῶν ἐνενήκοντα. ἀντιτείνει τοίνυν ὁ στρατηγὸς τοῖς τοῦ γέροντος λόγοις. ἐπεὶ δὲ τὰ τῆς χείρονος ἐπιβολῆς ἐπροτέρησεν, ἀπάρχονται τῆς ὁδοιπορίας αἱ τῶν 8.4.7 ῾Ρωμαίων δυνάμεις. κατὰ ταύτας δὴ τὰς ἡμέρας ἐπεδήμησε μέγα καὶ ἐξαίσιον ψῦχος, καὶ μεγάλου γεγονότος τοῦ κρύους, καὶ τῆς τῶν πνευμάτων πικρότητος ἐγκρατῶς ἐγκειμένης, ὄλλυνται πολλοὶ τῆς δυνάμεως τῶν τε νωτοφόρων ζώων ἡ 8.4.8 πλείστη ἀπόμοιρα. λίαν γοῦν καὶ ἀπευκτῶς ὁ Κομεντίολος ἐπὶ τὴν Φιλίππου πόλιν ἀφίκετο. τοίνυν ἐκεῖσε τὴν ἅπασαν τοῦ χειμῶνος ὥραν ἐνδιατρίψας ἔαρος ἀρχομένου ἐς Βυζάντιον παραγίνεται. τῷ δὲ ἐπιόντι θέρει πάλιν στρατηγὸς ὑπὸ Μαυρικίου τοῦ αὐτοκράτορος ἀναδείκνυται. 8.4. ᾿Εννεακαιδεκάτῳ ἐνιαυτῷ τῆς βασιλείας Μαυρικίου τοῦ αὐτοκράτορος οὐδὲν ῾Ρωμαίοις καὶ βαρβάροις ἐπράχθη. ἔτει δὲ εἰκοστῷ τὸν αὐτάδελφον ὁ αὐτοκράτωρ Μαυρίκιος Πέτρον 8.4.10 στρατηγὸν προεστήσατο τῆς Εὐρώπης. πρὸ τούτου τοῦ ἐνιαυτοῦ Θεοδόσιος, ὁ τοῦ βασιλέως υἱός, νυμφίος πομπεύεται, καὶ πρὸς ἔννομον γάμον δίδωσιν αὐτῷ ὁ πατὴρ Γερμανοῦ τὸ θυγάτριον, ἀνδρὸς λίαν ἐξόχου καὶ τῶν ἐς συγκλήτου βουλὴν 8.4.11 ἄγαν ἐπιφανοῦς. μετ' ὀλίγας τοίνυν ἡμέρας τοῦ γάμου, ὥρᾳ χειμῶνος, σιτοδεία τις τοῖς Βυζαντίοις ἐνέσκηψεν. τούτου δῆτα τοῦ λιμοῦ γεγονότος, καὶ τῆς τεσσαρακοστῆς ἡμέρας προελθούσης τῆς γενεθλιακῆς πανηγύρεως τοῦ μεγάλου θεοῦ ᾿Ιησοῦ, ὃν Χριστὸν τὰ κατὰ τὴν οἰκουμένην ἔθνη γεραίρουσιν, 8.4.12 καταστασιάζει τὰ πλήθη τοῦ αὐτοκράτορος. εἰώθει δὲ ὁ βασιλεὺς συνεορτάζειν τοῖς δήμοις. τοῦ τοίνυν βασιλέως ἅμα τοῖς ὄχλοις τὰς λιτὰς ποιουμένου, νεωτερίσαντες ἀπὸ τοῦ πλήθους τινὲς ἐς Μαυρίκιον ἐβλασφήμουν καὶ λίθους ἐξέπεμ8.4.13 πον κατὰ τοῦ αὐτοκράτορος. ὁ μὲν οὖν Μαυρίκιος κελεύει τοῖς σωματοφύλαξιν ἀπειλεῖν ταῖς σιδηραῖς κατὰ τῶν ἐπιόντων κορύναις (ταῦτα δὲ ἄρα τῇ ῾Ρωμαίων φωνῇ δίστρια λέγεται), μέχρι δὲ τῆς ὑποκρίσεως κελεύει τούτοις τὰς ἐπιφορὰς σχηματίσασθαι· ὁ δὲ Γερμανὸς ὑποκάτω τῆς χλαμύδος καλύψας τὸν Θεοδόσιον διὰ τῶν λεγομένων ῾Ιλαρᾶς (τόπος δὲ οὗτος τοῦ ἄστεος) ἐκ τῶν λιτανευμάτων ὑπεξαγαγὼν διεσώσατο. 8.5.1 καὶ οὖν ὁ βασιλεὺς ὑπὸ τῶν σωματοφυλάκων διασώζεται μὴ δεδωκὼς ἐγκοπὴν τῷ λιτανεύματι. εἶτα πρὸς τὸν τῆς θεομήτορος νεὼν παρεγένοντο, ὃν Λακέρνας ἀποκαλοῦσι 8.5.2 τιμῶντες Βυζάντιοι. τὸ δὲ τέμενος τοῦτο τῶν σεβασμίων λίαν καθέστηκε θρησκεύεταί τε ὑπὸ τοῦ ἄστεος ἐς τὰ μάλιστα· λέγεται γὰρ περιστόλια τῆς παρθένου Μαρίας, ἣν θεοτόκον κυρίως καὶ μόνην οἱ ῾Ρωμαῖοι πρεσβεύομεν, ἐν σηκῷ χρυσο8.5.3 πάστῳ ἀποτεθῆναι ἐνταῦθα. ἅπασαν τοιγαροῦν τὴν ἱερὰν μυσταγωγίαν ἐν τούτῳ δὴ τῷ ναῷ κατὰ <τὸ> εἰωθὸς ὁ βασιλεὺς λατρεύσας πρὸς τὰ βασίλεια γίνεται. τῇ δὲ ὑστεραίᾳ τοὺς ἐπισημοτέρους τῶν καταστασιασάντων μικροῖς τισιν 8.5.4 αἰκισμοῖς σωφρονίσας ἐξορίζει τοῦ ἄστεος. ἡ δὲ ἐξορία ἀμακροημέρευτος ἦν· θᾶττον γὰρ μεταβαλὼν ὁ βασιλεὺς τὴν λύπην δίδωσι τοῖς ἐξορίστοις ἐξουσίαν ἐπιβαίνειν τοῦ ἄστεος. 8.5.5 Μενοῦνγε ὁ Πέτρος ὁ στρατηγὸς τὰς δυνάμεις ἀθροίσας ἐπὶ τὸν ῎Ιστρον χωρεῖ καὶ εἰς Παλάστολον ἀφικνεῖται, καὶ χάρακα ποιησάμενος οὕτω τὴν τοῦ θέρους ὥραν διήνυεν· μετοπώρου τε ἀρχομένου ἐπὶ τὸ κλίτος τῆς ∆αρδανίας ὁ στρατηγὸς ἐνεδήμησεν. ἠκηκόει γὰρ περὶ τοὺς λεγομένους Καταράκτας ἀθροισθῆναι τῶν ᾿Αβάρων τὰ πλήθη τόν τε 8.5.6 ᾿Αψὶχ ἐνθαδὶ στρατοπεδεύεσθαι. τοίνυν τῶν ῾Ρωμαίων γεγονό-των αὐτόθι, Πέτρος ὁ στρατηγὸς πρὸς τὸν ᾿Αψίχ, τὸν ὑποστράτηγον τῆς ᾿Αβάρων δυνάμεως, ἐδίδου καὶ ἀντελάμβανε λόγους. ὁ δὲ ᾿Αψὶχ τοὺς λεγομένους Καταράκτας ἀπὸ ῾Ρω-8.5.7 μαίων ἐνεχείρει δουλώσασθαι. δυσανασχετοῦντος δὲ τοῦ στρατηγοῦ μὴ τοιαύταις συνθήκαις ζωπυρεῖν τὴν εἰρήνην, ἑκατέρα διαλύεται δύναμις, καὶ ὁ μὲν Χαγάνος ἐπὶ τὴν λεγομένην Κωνσταντίολαν ἐχώρησεν, οἱ δὲ ῾Ρωμαῖοι ἐπὶ τὰς Θρᾳκῴας διατριβὰς ἐπανέζευξαν. 8.5.8 Τοῦ δὲ