1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

81

τῷ γυναίῳ καὶ ἑτέρας 5.12.7 θείας κρείττονος ἐπιφοιτήσεως ἔλλαμψις· ἄγγελος γὰρ ἐφεστήκει αὐτῇ τήν τε μορφὴν καὶ τὴν ἐσθῆτα λαμπηδόνος φαιδρότερος, καὶ πάλιν αὐτῇ τὴν τῶν φθασάντων θέαν ἐδείκνυε προηγόρευέ τε καὶ τὸν ὅσον οὔπω τοῦ συνευνέτου 5.12.8 θάνατον. ὁ μὲν οὖν τοῦ γυναίου γαμέτης καταλύει τὸν βίον κατὰ τὴν τοῦ ἀγγέλου προαναγόρευσιν, τὸ δὲ γύναιον τὴν Βαβυλωνίαν καταλιπὸν πρὸς τὴν Νίσιβιν γίνεται, τοῖς τε τῶν Χριστιανῶν ἱερεῦσι περιτυχὸν ἀνθωμολογεῖτο τὰ 5.12. μεγαλεῖα τοῦ πνεύματος. μυεῖται γοῦν παρ' αὐτῶν ταῦτα δὴ τὰ τῶν Χριστιανῶν θεῖα ὄντως καὶ ἀπόρρητα δόγματα. ἐπεὶ δὲ τοῖς μάγοις τοῦτο κατάδηλον γέγονεν, ἐς ἀναζήτησιν 5.12.10 γίνονται τοῦ γυναίου. ἧκον γοῦν εἰς τὴν Νίσιβιν, καὶ τὰ μὲν πρεσβύτερα τῆς ἀξιώσεως ἐν κολακείαις αὐτοῖς παρεσκεύαστο ἐντεῦθεν ἀποβουκολῆσαι πειρωμένοις τὴν ἄνθρωπον· ἐπεὶ δὲ νικῶνται, καὶ ὁ λόγος αὐτοῖς ἀδρανής, ἐν 5.12.11 εἱρκτῇ σκληρᾷ τὸ γύναιον χρόνῳ πολλῷ κατακλείουσιν. τοῦ 5.12.11 τοίνυν πάντα θεοῦ περισκοποῦντος καὶ ἀμάρτυρον ἑαυτὸν ἐν οὐδενὶ χρόνῳ καταλιμπάνοντος, ἐπικουρίᾳ τοῦ ἐπιστατοῦντος ἀγγέλου αὕτη τῆς φυλακῆς ἐξεχώρησε καὶ ἐς τὴν 5.12.12 ῾Ρωμαίων ἀφίκετο γῆν. ἡ μὲν οὖν ἄχρι τῶν ῾Ιεροσολύμων ἐπελθοῦσα διεκήρυττε τὴν ἐπιφανῆ τοῦ θεοῦ καὶ ἀδιήγητον μεγαλειότητα, εὐχάς τε ἀποδομένη ἐν τῷ παναγεῖ μνημείῳ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, τόν τε σταυρὸν τῶν παθημάτων κατασεβασθεῖσα τῷ προσκυνή5.12.13 ματι ἐς τὴν ῾Ιερὰν ἐπανέδραμε πόλιν. πολλά τε περὶ τῶν ἐσομένων τῷ Χοσρόῃ προαναγορεύσασα τήν τε προσχώρησιν αὐτοῦ ῾Ρωμαίοις πρὸ τῆς τῶν πραγμάτων ἐνάρξεως καταμηνύσασα, βίον τε ἰσάγγελον πολιτευσαμένη, καὶ ὡς πρέπει ἁγίοις τὰ εἰς ψυχὴν καὶ τὸ σῶμα ὁρῶντα, ἀπέστη τῶν τῇδε τὸν τῆς καρτερίας στέφανον ἀκηράτοις ἀναδησομένη τροπαίοις. 5.13.1 ῾Ο δὲ τοῦ ῾Ρωμαϊκοῦ βασιλεὺς σωματοφύλακας ἐς Χοσρόην ἐξέπεμπεν. ἐς νοῦν τοίνυν βαλόμενος ὁ τῶν Περσῶν βασιλεὺς τὴν ἄνωθεν αὐτῷ τῆς ἐπικουρίας γεγονυῖαν ῥοπήν, τῷ ἐν μάρτυσιν ἐπιφανεστάτῳ Σεργίῳ σταυρὸν 5.13.2 ἐκ χρυσοῦ πεποιημένον λιθοκόλλητον δῶρον ἐξέπεμπεν, ὃν δῆτα Χοσρόης ὁ Καβάδου τὸ ἄστυ παραστησάμενος, λαφυραγωγήσας ἐν τοῖς τῶν Περσῶν ἀνακτόροις ἀπέθετο, ἔτι τῶν ῾Ρωμαϊκῶν σκήπτρων ᾿Ιουστινιανοῦ τοῦ αὐτοκράτορος ἐπι-βαίνοντος. ἐν τούτῳ γοῦν τῷ σταυρῷ ἕτερον Χοσρόης ἐπὶ τῆς κεφαλῆς ἐξ ἀπέφθου χρυσοῦ σταυρὸν ἐτεκτήνατο τὴν 5.13.3 αἰτίαν ἐντυπώσας ἐν αὐτῷ τοῦ ἀναθήματος. ἐπιστολὴν δὲ δὴ ῾Ελληνικοῖς γράμμασιν ἅμα τῷ κειμηλίῳ ἐς τὸ λεγόμενον Βαρβαρικὸν παρεπέμπετο. ὑπεγέγραπτο δὲ τῇ ἐπιστολῇ καὶ βασιλικὴ ὑποτύπωσις. τὰ δὲ τῆς ἐπιστολῆς ἐν τούτοις δῆτα ἐτύγχανεν ὄντα· οὐκ ἀμείψω γὰρ τῆς λέξεως τὸ ἀρχέτυπον. 5.13.4 "Τοῦτον τὸν σταυρὸν ἐγὼ Χοσρόης βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, ὅτε ἐκ διαβολικῆς ἐνεργείας καὶ κακουργίας τοῦ δυστυχεστάτου Βαράμ, υἱοῦ Βαργουσνᾶς, καὶ τῶν σὺν αὐτῷ καβαλλαρίων εἰς ῾Ρωμανίαν ἀπήλθομεν, καὶ διὰ τὸ ἔρχεσθαι τὸν δυστυχῆ Ζαδεσπράτην ἐκ τοῦ στρατοῦ εἰς τὸ Νισίβιος ἐπὶ τῷ ὑποσῦραι τοὺς καβαλλαρίους τοῦ μέρους τοῦ Νισίβιος εἰς τὸ ἀντᾶραι καὶ συνταράξαι ἐπέμψαμεν καὶ 5.13.5 ἡμεῖς καβαλλαρίους μετὰ ἄρχοντος εἰς τὸ Χαρχάς, καὶ διὰ τῆς τύχης τοῦ ἁγίου Σεργίου τοῦ πανσέπτου καὶ ὀνομαστοῦ, ἐπειδὴ ἠκούσαμεν δοτῆρα εἶναι αὐτὸν τῶν αἰτήσεων, ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἡμῶν, μηνὶ ᾿Ιανουαρίῳ ἑβδόμῃ, ᾐτησάμεθα, ὡς, ἐὰν οἱ καβαλλάριοι ἡμῶν σφάξωσι τὸν Ζαδεσπράτην ἢ χειρώσωνται, σταυρὸν χρυσοῦν διάλιθον εἰς τὸν οἶκον αὐτοῦ πέμπομεν διὰ τὸ πάνσεπτον αὐτοῦ ὄνομα. 5.13.6 καὶ τῇ ἐνάτῃ τοῦ Φεβρουαρίου μηνὸς τὴν κεφαλὴν τοῦ Ζαδεσπράτου ἤνεγκαν ἐπὶ ἡμῶν. ἐπιτυχόντες οὖν τῆς αἰτήσεως ἡμῶν, διὰ τὸ ἕκαστον ἀναμφίβολον εἶναι, εἰς τὸ πάνσεπτον αὐτοῦ ὄνομα τὸν σταυρὸν τὸν παρ' ἡμῶν γενόμενον, μετὰ τοῦ πεμφθέντος σταυροῦ παρὰ ᾿Ιουστινιανοῦ βασιλέως ῾Ρωμαίων εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ καιρῷ τῆς ἀμιξίας