1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

28

Μῆδοι ὥσπερ ἐπὶ σκοπῷ· τηλικαύτη τις 2..12 ἦν Λατίνων ἡ μετὰ τῆς ἀκοσμίας ἀπόδρασις. τοιγαροῦν βάλλεται καὶ μία τῶν κλινοφόρων ἡμιόνων τοῦ στρατηγοῦ βέλει βαρβαρικῷ, καὶ τάραχος ἐς τὸ παρευθὺ ἐπανίσταται· παρεμορφοῦτο γὰρ ἡ φήμη ὡς οἷα καὶ τῆς ἀποσκευῆς τοῦ στρατηγοῦ ἁλούσης ὑπὸ τῆς πολεμίας χειρός. μετὰ τοῦτο τὰ βέλη τηνάλλως ἀφίπταντο καὶ μέγιστα ῾Ρωμαίοις διεπόρθμευον τραύ2..13 ματα. ὅμως οὐ συνεπέθετο ἄγαν τῇ ἀποδράσει τὸ βάρβαρον, τοῦτο μὲν καὶ δεδιότες, τοῦτο δὲ καὶ διανοούμενοι μηχανᾶσθαί τι ῾Ρωμαίους καὶ προκαλύμματι ἀποδράσεως περιπέττειν, ὅ τι ἂν εἴη 2..14 αὐτοῖς τὸ πανούργημα. ἐπεὶ δὲ μεσοῦντος ἡλίου ἅπαντες ὡς τὸν στρατηγὸν ἐνηθροίσθησαν, ὕβρεις καὶ ἀποσκώμματα ὡς τὸν Θεόδωρον ὑπὸ τῶν στρατευμάτων συνέρρει. τῷ ὄντι γὰρ οὑτοσὶ τῆς ἐπισκοπῆς τὰς φρουρὰς ἐγκεχείριστο· ὁ δὲ ἐκδοὺς ἑαυτὸν τῇ ῥαστώνῃ κατεραθύμησε τοῦ πόνου, καὶ τὸ 2..15 κακὸν ἐντεῦθεν χώραν ἐλάμβανεν. ἥλω δ' ὑπὸ τοῦ Περσικοῦ καὶ τὰ τῆς ἀποσκευῆς τῶν ῾Ρωμαίων, καὶ περιτυγχάνουσι Πέρσαι μεγίστῳ τινὶ ἀγαθῷ· ὁ λιμὸς γὰρ ἐξέωστο, οἷά τις τύραννος ἀπαραίτητος χαλεπῶς σφίσιν αὐτοῖς ἐπικείμενος. 2..16 ὁ δὲ στρατηγὸς τὸν Νύμφιον ποταμὸν διενήξατο μετὰ μεγίστων κινδύνων διανύσας τὴν ἐπανάζευξιν, καὶ οὕτω λίαν αἰσχρῶς τῆς Περσικῆς ἀπηλλάττετο. τῇ δ' ὑστεραίᾳ τῇ ᾿Αμίδῃ προσομιλήσας πολλὴν ἀποβάλλεται δύναμιν, τοῦ Περσικοῦ τὰ νῶτα 2..17 τῆς ῾Ρωμαίων δυνάμεως περικείροντος. ἀποκαραδοκήσας δ' ὁ Περσῶν στρατηγὸς ... ὑπὸ τὸ ὄρος τὸ ᾿Ιζαλὰ φρούρια ἀνεστήσατο, ναὶ μὴν καὶ τὰ γεγηρακότα ἀνέρρωσε παρειμένα τε καὶ διερρυηκότα τῷ χρόνῳ καὶ τῷ πολέμῳ, ὧν τὸ μὲν προσαγορεύεται Φαθαχών, τὸ δ' ἕτερον ᾿Αλαλεισός, περιέβαλέ τε φρουροὺς ἐν αὐτοῖς τὸ ᾿Ιζαλὰ ὄρος ἐντεῦθεν παρακατέχειν διεγχειρῶν· μετεδίδου τε τῷ ῾Ηρακλείῳ τὸ στράτευμα, αὐτὸς δ' ὑπὸ τῆς λύπης κατακλυζόμενος ἀπόμαχος ἦν. 2.10.1 ῾Ο δ' ῾Ηράκλειος τὸ ὁπλιτικὸν διατάξας κατὰ τὰ παρύπτια τοῦ ᾿Ιζαλὰ στρατοπεδεύεται, μενοῦνγε καὶ τοῦ ποταμοῦ τὰς ὄχθας τοῦ Τίγριδος, ὃς ἀπὸ τῶν ἀρκτῴων τῆς Περσικῆς τῆς βαδίσεως ἀπαρχόμενος τὴν ῾Ρωμαίων γῆν δια-χορεύει καὶ περιπτύσσεται ἀνακολποῦταί τε καὶ περιάγεται καὶ οἷα διπλόην τινὰ τῷ ἰλίγγῳ τῆς περιτροπῆς ἀπεργάζεται, 2.10.2 περιβάλλεται δὲ καί τι τοῦ ὄρους τοῦ ᾿Ιζαλὰ καὶ τὸ ἐπιλεγόμενον Θαμανῶν διανοστῶν ἀγκαλίζεται, εἶτα διεξοδεύεται ἁπαλῷ τῷ ῥείθρῳ διὰ τοῦ Μελαβασῶν ὄρους καὶ ἐς τὴν 2.10.3 μεσημβρίαν διαφοιτῶν κατευνάζεται. τὸ δὲ Μελαβασῶν ὄρος ἔφυ τῆς Μηδικῆς· μετὰ τοῦτο τὰ Καρδούχια ὄρη ἴδοις προκύπτοντα, ὡς γεωγράφοι κηρύττουσιν ἀξιοπιστίαν 2.10.4 ἡμῖν προβαλλόμενοι τὴν κατάληψιν. τοιγαροῦν ἀπολιπὼν τὸ Θαμανῶν ῾Ηράκλειος εἰς τὰ μεσημβρινὰ τῆς Μηδικῆς προσε-χώρησε καὶ ἅπασαν ἐκείνην τὴν γῆν περιτέμνεται, διαπορθμεύεται δὲ καὶ τὸν Τίγριν καὶ ἐς τὸ πρόσω παρελαύνει τὸ στράτευμα, καὶ ἐνεπίμπρα τῆς Μηδικῆς ἐκείνης χώρας ὅσα ἐπίσημα· εἶτα ἐπανῆκεν ἀνὰ τὴν ῾Ρωμαϊκὴν πολιτείαν καὶ τὴν Θεοδοσίου περιπτύσσεται πόλιν καὶ ἀναμίγνυται αὖθις 2.10.5 τοῖς ἀμφὶ τὸν Φιλιππικόν. τούτων δῆτα τελεσιουργηθέντων παρὰ τὴν δόκησιν, ὁ στρατηγὸς τὴν τάφρον διέλυσεν. χειμῶνος γὰρ ἤδη που ἐνεδήμει καιρός, καὶ ἡ ἐγκύκλιος τῶν χρημά2.10.6 των ἐπίδοσις τῷ ῾Ρωμαϊκῷ ἐχεῖτο συντάγματι. ἐπεὶ δ' ἐαρέτιδες ὧραι τὴν περιχθόνιον πόαν ἐξέφυσαν, ἐδίδου ὁ στρατηγὸς τὰς μὲν δύο μοίρας τῆς ῾Ρωμαϊκῆς πάσης δυνάμεως ῾Ηρακλείῳ τῷ ῾Ηρακλείου πατρὶ τοῦ αὐτοκράτορος, τὸν δ' ἅτερον ἀποδασμὸν Θεοδώρῳ τῷ Τουραβδηνῷ καὶ ᾿Ανδρέᾳ· (ἑρμηνεὺς δ' ἄρα οὑτοσὶ τοῦ Σαρακηνικοῦ φύλου τοῦ ἐπικουροῦντος 2.10.7 ῾Ρωμαίοις), προσέταττε δ' ἀπεκδρομῇ καὶ ἐφόδοις προσχρήσασθαι καὶ κατᾶραι αὖθις τῆς Περσῶν πολιτείας. ὑπενόσει γὰρ ὁ στρατηγὸς καὶ πολεμικῆς ἀγωνίας ἐφάπτεσθαι οὐχ οἷός τε ἦν. 2.10.8 Τούτῳ δῆτα τῷ ἐνιαυτῷ Κομεντίολος ἐπὶ τὴν ᾿Αγχίαλον ἧκε συναγείρει τε τὸ στράτευμα τούς τε ἀλκιμωτάτους τοῦ πλήθους διευκρινήσας τῆς ἀχρήστου