De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
χάριτος τὸ Πνεῦμα πλουτήσαντες, καὶ ἀσφαλῆ τὴν ἐλπίδα τῆς εἰς 68.1117 ἀφθαρσίαν ζωῆς, ἐν μακαριότητι καὶ ἁγιασμῷ μεταστοιχειούμενοι πρὸς τὸ ἐν ἀρχαῖς, καὶ ἀνόπιν ὥσπερ ἰόντες, αἰῶνι τῷ μέλλοντι συμμορφούμενοι. Τίς οὖν ἡ πρέπουσα ταῖς νουμηνίαις θυσία, τοῦτ' ἔστι, τῇ ἐν Χριστῷ τε καὶ νοητῇ, καὶ μὴν καὶ ζωῇ τῇ κατ' αἰῶνα τὸν μέλλοντα; Τὸ ἀποθνήσκειν Θεῷ, καὶ ζῇν μὲν οὐκέτι ταῖς ἁμαρτίαις ἐνεχομένους, πολιτείας δὲ τῆς γεωδεστέρας ἀποφοιτῶντες εἰσάπαν, ἵνα Χριστῷ συζήσωμεν. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἡγιασμένοις ἐν Πνεύματι, καὶ ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τὰς τοῦ μέλλοντος αἰῶνος δυνάμεις ἐκπεπαιδευμένοις ἐπιστέλλει λέγων· «Εἰ ἀπεθάνετε ἐν Χριστῷ, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζετε;» Καὶ πάλιν· «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Ὅρα τοίνυν ὡς ἐν διαφόρῳ ποσότητι πνευματικῆς εὐεξίας ἀποθνήσκοντας ἱερῶς τῷ Θεῷ τοὺς εὐδοκιμεῖν εἰωθότας, καὶ τὰ τῆς ἐπιεικείας εὐθὺς ἀποκερδαίνοντας γέρα. Μόσχοι γὰρ δὴ καταθύονται δύο, καὶ εἷς ἐπ' αὐτοῖς κριὸς, καὶ ἑπτὰ ἀμνοὶ, μῶμον οὐκ ἔχοντες. Καὶ διὰ τούτων ἡμῖν ἁπάντων ἡ τῶν ἁγίων πληθὺς καταγράφεται, ὡς ἐν ἀρετῇ μὲν τῇ ὑπερτάτῃ διαπρέπουσα, διά γε τῶν μόσχων, ἐνυφιζάνουσα δὲ ὥσπερ καὶ ἐν δευτέροις, ὡς ἐν τῷ κριῷ, ἐν δέ γε τῇ μείονι καὶ χθαμαλωτέρᾳ πάλιν ἐν τοῖς ἀμνοῖς. ∆ύο γε μὴν οἱ μόσχοι· δύο γὰρ οἱ λαοί· καὶ εἷς διὰ μέσου κριὸς, διὰ τὴν εἰς ἑνότητα τοῖν δυοῖν ἕνωσιν ἐν Χριστῷ. Ἑπτὸ δὲ πάλιν ἀμνοί· ἐν πληρώματι γὰρ τῷ τελειοτάτῳ τῶν ἁγίων ὁ δῆμος. ∆ύο δὲ ὄντες, καὶ εἷς καθ' ἕνωσιν τὴν πνευματικὴν, πληθὺς ἡ τελειοτάτη νοοῖτ' ἂν εἰκότως. Πλατεῖα γὰρ σφόδρα, καὶ ἐν ἁπλότητι τῇ ἐν Χριστῷ, καὶ ἐν νηπιότητι τῇ κατ' αὐτὸν ἡ τῶν πιστευόντων ἀγέλη. Ἄθρει δὲ ὅπως τρία μὲν δέκατα σεμιδάλεως τῷ μόσχῳ τῷ ἑνὶ, τὸ ἀφόρισμα, Καὶ ἐν ἡμίσει τοῦ ἲν, τοῦτ' ἔστι, ξέστων ἓξ, ἔλαιόν τε καὶ οἶνος. Τῷ δέ γε κριῷ, δύο μὲν δέκατα σεμιδάλεως, ἐν δὲ τρίτῳ τοῦ ἲν, τὰ ἐπιχεόμενα. Ἑκάστῳ γε μὴν τῶν ἀμνῶν, ἓν μὲν δέκατον σεμιδάλεως ἡ θυσία, καὶ ἐν τετάρτῳ τοῦ ἲν ἡ σπονδὴ, τοῦτ' ἔστιν, ἔλαιόν τε καὶ οἶνος. Ἰσοστάθμως γὰρ τοῖς ἑκάστου πόνοις, καὶ μὴν καὶ δυνάμεσι ταῖς κατ' ἀρετὴν, τὸ τῆς ζωῆς μέτρον τῆς ὡς ἐν εὐκλείᾳ καὶ μακαριότητί φημι, καὶ μὴν καὶ ἑνότητι παρὰ Θεοῦ, καὶ πνευματικῆς εὐφρασίας, ἀπονεμηθήσεται παρὰ τοῦ τὰ δίκαια κρίνοντος· ἢ γὰρ οὐχὶ ζωῆς μὲν τύπον, ἀποπληροῦν τὴν σεμίδαλιν πλειστάκις εἰρήκαμεν, πιότητος δὲ τὸ ἔλαιον, εὐφρασίας δὲ τῆς νοητῆς, τὸν οἶνον; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Χίμαρος δὲ πάλιν προσεπάγεται ταῖς θυσίαις, ὑπὲρ ἁμαρτιῶν σφαζόμενος, εἰς τύπον Χριστοῦ. ∆εκτὴ γὰρ ἡμῶν ἡ θυσία καὶ ἁνδάνουσα τῷ Θεῷ, διὰ τὸ πάθος τοῦ Χριστοῦ τὸ σωτήριον. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις· «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Οὐκοῦν ἀναγκαίως ταῖς ἡμῶν εὐωδίαις, ἡ Χριστοῦ προσεπάγεται, ἑαυτὴν τρόπον τινὰ συνανακιρνῶσα ταῖς παρ' ἡμῶν, καὶ συναναίρουσα τῷ Πα 68.1120 τρί. ∆εκτοὶ γὰρ οὐχ ἑτέρως ἐσμὲν, πλὴν ὅτι διὰ μόνου Χριστοῦ. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἔν γε τοῖς Σάββασι καὶ νεομηνίαις τὰ ἱερουργούμενα· «Ἐν δέ γε μηνὶ τῷ ἑβδόμῳ,» φησὶ, «μιᾷ τοῦ μηνὸς, ἐπίκλητος ἁγία ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Ἡμέρα σημασίας ἔσται ὑμῖν. Καὶ ποιήσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχον ἕνα ἐκ βοῶν, καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους.» Καὶ τρία μὲν δέκατα σεμιδάλεως ἐπὶ τῷ μόσχῳ, δύο δὲ αὖ ἐπὶ τῷ κριῷ, καὶ ἓν ἐφ' ἑκάστῳ τῶν ἀμνῶν, ἀναλόγως ἑπομένων καὶ τῶν ἐπιχεομένων, ἐλαίου τέ φημι καὶ οἴνου. Ἐν ἡμίσει γὰρ δὴ τοῦ παρ' Ἑβραίοις ἲν, καὶ ἐν τρίτῳ τε καὶ ἐν τετάρτῳ ταυτί. Τίς δ' ἂν νοοῖτο τῆς ἑορτῆς ἡ δύναμις, ὑπέφηνεν εἰπών· «Ἡμέρα σημασίας ἔσται ὑμῖν.» Σημαίνει γὰρ ἡμῖν τὴν ἐσχάτην σάλπιγγα, τὴν διὰ τῆς ἀγγέλου φωνῆς, ὑφ' ᾗ δὴ πάντες ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καθάπερ ἤδη προείπομεν. Προστέταχε