De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καὶ αἰγὶ, τὸν αὐτὸν ὁρίζει νόμον, καὶ ἐν ἴσῳ τρόπῳ καὶ ἐπ' αὐτοῖς τὰ τῆς θυσίας ἐπράττετο, τῆς τῶν ζώων ὡς ἐν μεγέθει διαφορᾶς, τῶν καρποφορεῖν εἰωθότων, τὸ ἐν εὐσεβείᾳ τε καὶ εὐδοκιμήσει μέτρον ὑποφαινούσης ἀστείως· ὁ μὲν γὰρ, πλουσίως καὶ ὑπερφερῶς, ὡς ἔν γε τῷ μόσχῳ, περινοεῖν ἄξιον· ὁ δὲ μέσως, ὡς ἐν προβάτῳ, ὁ δὲ καὶ ὑφειμένως ἔτι· μείων γὰρ αἲξ προβάτου· καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ τὴν εὔκαρπον ἀναφῦναι γῆν ἑκατὸν, καὶ ἑξήκοντα, καὶ τριάκοντα, κατά γε τὴν ἐν τοῖς Εὐαγγελίοις παραβολήν. {ΠΑΛΛ.} Πείθομαι. {ΚΥΡ.} Ὅτι δὲ καὶ ἀναλόγως τοῖς ἑκάστου κατορθώμασιν ἡ τῆς ἀμοιβῆς ἀντέκτισις, καὶ ἰσοπαλεῖς τοῖς ἱδρῶσιν αἱ ἀμοιβαὶ τοῖς ἀνδραγαθεῖν ᾑρημένοις ἐκνεμηθήσονται παρὰ Θεοῦ, πληροφορήσει μὲν καὶ αὐτὸς ὁ Σωτὴρ, τὴν τῶν ταλάντων διανομὴν οὐκ ἐν ἴσῳ τρόπῳ γενέσθαι λέγων, καθιστὰς δὲ τῶν εὐδοκιμούντων, τὸν μὲν ἐπὶ δέκα πόλεων, τὸν δ' ἐπὶ πέντε. Ταλαντεύεται γὰρ ὥσπερ ὁ ἑκάστου βίος, καὶ ἰσοστατήσει που πάντως ταῖς ἡμῶν ἐπιεικείαις ἡ ἀντέκτι 68.1029 σις· οὐδὲν δὲ ἧττον ἡμῖν, ὅπερ ἔφην, καὶ αὐτὸς ὁ διὰ Μωσέως ὑποδείξει νόμος. Ἔφη γὰρ πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ποιήσετε ὁλοκαυτώματα Κυρίῳ, ὁλοκάρπωμα ἢ θυσίαν, μεγαλύναι εὐχὴν ἢ καθ' ἑκούσιον, ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπὸ τῶν προβάτων· καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐτοῦ Κυρίῳ θυσίαν σεμιδάλεως δέκατον τοῦ οἰφὶ ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἲν, καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ἲν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως, ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτον, κάρπωμα, ὀσμὴν εὐωδίας τῷ Κυρίῳ· καὶ τῷ κριῷ, ὅταν ποιῆτε αὐτὸν εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν, ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ τὸ τρίτον τοῦ ἴν· καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ἲν προσοίσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Ἐὰν δὲ ποιῆτε ἀπὸ τῶν βοῶν εἰς ὁλοκαύτωσιν ἢ εἰς θυσίαν μεγαλύναι εὐχὴν ἢ εἰς σωτήριον Κυρίῳ, καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ἲν, καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ἲν, κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Οὕτω ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ, ἢ τῷ κριῷ τῷ ἑνὶ, ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν, κατὰ τὸν ἀριθμὸν, ὧν ἐὰν ποιήσητε, οὕτως ποιήσετε τῷ ἑνὶ, κατὰ τὸν ἀριθμὸν αὐτῶν, πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα προσενέγκας καρπώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν, ἢ ὃς ἂν γένηται ἐν ὑμῖν, ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει κάρπωμα, ὀσμὴν εὐωδίας Κυρίῳ, ὃν τρόπον ποιεῖτε ὑμεῖς, οὕτω ποιήσει ἡ συναγωγὴ Κυρίῳ. Νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσκειμένοις ἐν ὑμῖν· νόμος αἰώνιος εἰς τὰς γενεὰς ὑμῶν, ὡς ὑμεῖς, καὶ ὁ προσήλυτος ἔσται ἔναντι Κυρίου, νόμος εἷς ἔσται, καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν.» {ΠΑΛΛ.} Εἶτα ὅποι ποτὲ ἰσομοιροῦν καὶ ἀνάλογον, ὡς φὴς, ὃ ἂν ἐργάσαιτό τις, καταθρήσαιμεν; {ΚΥΡ.} Οὐ γὰρ ἐπαΐεις, ὦ τᾶν, τοῦ νόμου λέγοντος ἐναργῶς, ὡς εἴπερ τις ἕλοιτο πληροῦν εὐχὰς καὶ ὁλοκαυτώματα, εἰ μὲν ἀμνὸν καταθύοι, δέκατον μὲν τοῦ οἰφὶ σεμιδάλεως, οἴνου δὲ καὶ ἐλαίου τὸ τέταρτον τοῦ ἲν (μέτρα δὲ οἶμαι ταυτὶ κατὰ γλῶτταν Ἑβραίαν) προσεπαγέτω τῷ θυμιάματι· εἰ δὲ κριὸς εἴη, φησὶν, ἐν πλεονασμῷ τὰ ἑπόμενα, τουτέστι, τὸ τρίτον· τρίτου γὰρ ἐν μείοσι, τὸ ὡς ἐν τετάρτῳ μέτρον. Μόσχου δὲ ἀναφερομένου, σεμίδαλίς τε καὶ τὰ λοιπὰ τοῦ τρίτου πάλιν ἐπέκεινα, καὶ ἐν ἡμίσει λοιπόν. {ΚΥΡ.} Ἐπυθόμην· τί οὖν τοῦτό γε; {ΚΥΡ.} Οἶσθα δέ που πάντως, ὅτι ζωῆς μὲν τύπος, ἡ ἐκ πυρῶν σεμίδαλις, ἱλαρότητος δὲ τὸ ἔλαιον· γέ 68.1032 γραπται γὰρ, ὅτι «Τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳ.» Εὐφρασίας δὲ τῆς νοητῆς, τῆς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος σημεῖον, ὁ οἶνος· «Οἶνος γὰρ,» φησὶν, «εὐφραίνει καρδίαν ἀνθρώπου.» {ΠΑΛΛ.} Συνίημι. {ΚΥΡ.} Οὐκοῦν ἀναλόγως, οἷς ἄν τις καρποφορήσειε,