De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρὸν, καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ.» Τελευταῖον γὰρ τῷ κόσμῳ σημεῖον ὁ Χριστοῦ γέγονε θάνατος, καὶ ἡ διὰ τοῦ ὕδατός τε καὶ αἵματος κάθαρσις, προσκειμένου δηλονότι καὶ τοῦ ἁγίου σώματος, ὃ διὰ τῆς ξηρᾶς σημαίνεται· ὅτι δὲ ὕδωρ καὶ αἷμα τῆς ἁγίας ἡμῖν ἐξεδόθη πλευρᾶς, διανυγείσης τῇ λόγχῃ, παρήσω λέγειν, διὰ τὸ πᾶσιν εἶναι γνωριμώτατον. Πλὴν ὅτι σημεῖον ὁ τοῦ Σωτῆρος ὠνόμασται θάνατος, ἀναμάθοι τις ἂν καὶ τοῦτο σαφῶς ἐξ ἱερῶν Γραμμάτων· Φαρισαῖοι μὲν γὰρ οἱ πάντολμοι, καίτοι πολλῶν ἤδη προκατωρθωμένων θαυμάτων, ὡς οὐδενὸς γεγονότος, προσίεσαν λέγοντες τῷ Χριστῷ· «∆ιδάσκαλε,» φασὶν, «θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.» Ὁ δὲ πρὸς αὐτούς· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶςἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.» Οὐκοῦν πρώτη μὲν ἀντίληψις ἡμῖν ἐν Χριστῷ, διὰ νόμου τοῦ κατὰ Μωσέα· «Νόμον γὰρ εἰς βοήθειαν δέδωκε,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἐπελάβετο δὲ τῆς κέρκου Μωσῆς. ∆ευτέρα δὲ κάθαρσις ἐν Χριστῷ δὴ πάλιν διὰ προφητῶν ἁγίων, καὶ διὰ τῆς Ἰωάννου φωνῆς καὶ ἀποστολῆς. Οἱ μὲν γὰρ ἔφασκον· «Λούσασθε, καθαροὶ γένεσθε·» ὁ δὲ εἰς βάπτισμα μετανοίας ἐκάλει. Τρίτον δὲ σημεῖον, ὃ καὶ ἔσχατον εἶναί φασιν, ὁ Χριστοῦ θάνατος, ἐφ' ᾧ καὶ πίστις· «Ἐὰν γὰρ μὴ πιστεύσωσί σοι,» φησὶ, «μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσι τῇ φωνῇ τοῦ σημείου τοῦ δευτέρου.» Ὁρᾷς ὅτι τὴν πίστιν ἀκολουθήσειν εὖ μάλα φησὶν, οὐχὶ τῷ πρώτῳ σημείῳ, τοῦτ' ἔστιν, οὐ τῇ ἀντιλήψει τῇ κατὰ νόμον, οὔτε μὴν τῇ διὰ μέσου καθάρσει, τοῦτ' ἔστι, τῇ διὰ προφητῶν ἁγίων, καὶ Ἰωάννου τυχὸν, μόνῃ δὲ τῇ φωνῇ τοῦ σημείου τοῦ ἐσχάτου. Οὐ γὰρ ἄφωνον τὸ Χριστοῦ μυστήριον, καλεῖ δὲ σύμπαντας τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ὑψηλῷ καὶ διαπρυσίῳ κηρύγματι πρὸς τὴν δι' ὕδατός τε καὶ αἵματος κάθαρσιν, καὶ μὴν καὶ εἰς ζωοποίησιν τὴν κατὰ μετάληψιν τῆς ἁγίας σαρκός. Ὑπηρέτει τοιγαροῦν ὁ νόμος τοῖς περὶ Χριστοῦ προαγγέλμασιν, αὐτὸς δέ ἐστιν οὐ λίαν ἱκανὸς εἰς τὸ ἀνασώζειν δύνασθαί τινας. Παραδείξειε δ' ἂν, οἶμαι, τὶς καὶ τοῦτο σαφῶς ὁμολογοῦντα Μωσέα καὶ διὰ τῆς προκειμένης συγγραφῆς. Καίτοι γὰρ λέγοντος τοῦ Θεοῦ, ὅτι Ἔσομαι μετὰ σοῦ, προαναπείθοντος δὲ θαυματουργίαις αὐτὸν, ἐλιπάρει λέγων· «Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ' οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου. Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ἃ μέλλεις λαλῆσαι. Καὶ εἶπε Μωσῆς· ∆έομαι, Κύριε, 68.252 προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς.» Οὐ γὰρ εὐσθενὴς ὁ νόμος, οὐδὲ ἀποχρώντως ἔχων εἰς τὸ πᾶσαν δύνασθαι διασῶσαι τὴν γῆν, καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἐξελέσθαι τὸν ἄνθρωπον. Οὐκ ἠγνόηκε δὲ ὁ Μωσῆς, ὡς βραδύγλωσσός τε καὶ ἰσχνόφωνος, ἀρξαμένου μάλιστα διαλέγεσθαι πρὸς αὐτὸν τοῦ Θεοῦ, καὶ λόγους ποιεῖσθαι περὶ αὐτοῦ προστάττοντος· «Οὕτως» γὰρ, φησὶν, «ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ἐγώ εἰμι ὁ ὤν. Τοῦτό μου ἐστὶ τὸ ὄνομα.» Βραδύγλωσσος γὰρ ὁ νόμος, πρὸς τὸ διαρθροῦν εὖ μάλα τὸν περὶ τοῦ ὄντος λόγον· οὔτε μὴν οἷός τε μυσταγωγεῖν πρὸς τὴν ἐν ἁγίᾳ Τριάδι προσκυνουμένην σεπτὴν καὶ ἄῤῥητον φύσιν. Ἰσχνόφωνος δὲ πρὸς τοῦτο, μόνοις τε καὶ μόλις τοῖς ἐξ Ἰσραὴλ προσλαλεῖν δυνάμενος, ἀκουόμενός τε κατὰ μόνην τὴν Ἰουδαίαν, καίτοι τῶν ἄλλων ἁπάντων ἐθνῶν οὐδὲ, ὅσον εἰπεῖν, εἰς οὖς ἑλόντων τὸ κήρυγμα. Τοιγάρτοι προγινώσκων ὁ θεσπέσιος Μωσῆς, τὸν διαρκῶς ἔχοντα πρὸς τὸ ἀκριβὲς καὶ ἀπεξεσμένον τοῖς ἀκροωμένοις ἐμποιῆσαι λόγον τὸν περὶ Θεοῦ, καὶ εἰς τὸ πάσῃ ῥᾳδίως διακηρύξαι τῇ γῇ, τοῦτ' ἔστι Χριστόν·