De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ὀλιγωρούντων ἔσθ' ὅτε τινῶν, ὅρκιος ἔστω Θεὸς, μὴ τὸ ἑτέρων ὄνομα παρακομιζέσθω τινῶν. Ἀπερισκέπτως γὰρ ἤδη τινὲς εἰς ἐκλύτους ἰόντες ἐξιτηλίας, ἀδιαφορεῖν ὑποπλάττονται, νὴ τὸν οὐρανὸν, ἢ τὴν δίκην, νὴ τὴν Ἀδράστειαν λέγοντες, νὴ τὸ φῶς, νὴ τὸν λύχνον. Ἕτερά τε ἄττα κατὰ τὸ σφίσι δοκοῦν συλλέγοντες, τάχα που καὶ εὐσεβεῖν οἴονται, τὸ μὲν θεῖον ὄνομα παρωθούμενοι, τῇ δὲ πρεπούσῃ Θεῷ καταχρυσοῦντες δόξῃ τὰ τοῖς αὐτοῦ νεύμασι κεκλημένα πρὸς γένεσιν. Τοιαύτην τινὰ πλάνησιν ἠῤῥωστηκότα κατὰ καιροὺς τὸν Ἰσραὴλ εὑρήσομεν. Ὁμολογουμένως γὰρ τῷ Θεῷ τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀνεδείμαντο 68.473 ναὸν, καὶ ἐπ' αὐτῷ δὴ τούτῳ φρονοῦντες μέγα, καὶ τῶν εἰς εὐσέβειαν αὐχημάτων εἴσω γενέσθαι πεπιστευκότες, καὶ ἀξιολογωτάτην εὖ μάλα τὴν δόξαν ἑλεῖν τῶν σφίσι διηγγελμένων διὰ τοῦ πανσόφου Μωσέως ὀλίγα φροντίσαντες ἀπεριμερίμνως ἡλίσκοντο· ἀλλ' ὅτι τὸ χρῆμα αὐτοῖς οὐ πρὸς εὔκλειαν ἔσται ποθὲν, καὶ γάννυται δὲ οὐχὶ ταῖς ἐκ λίθων οἰκοδομίαις ὁ Θεὸς, ἐδίδασκε λέγων· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μου; λέγει Κύριος.» Ἐμπίπλησι γὰρ τὰ πάντα Θεὸς, καὶ ἐπ-αναπαύεται μὲν οὐρανῷ, διήκει δὲ καὶ ἐπὶ τῆς γῆς· οὐ γὰρ ἐν ποσῷ τὸ θεῖον, ἀλλ' ὥσπερ ἐστὶν ἀπωτάτω φαντασίας σωματικῆς, οὕτω καὶ τόπου καὶ τοῦ πεποσῶσθαι δοκεῖν. Ἐπειδὴ δὲ ἅπαξ Ἰουδαῖοι λέγοντος ἤκουον, Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου, πρὸς ἐννοίας ἰόντες οὐκ ἀσφαλεῖς, ὅρκιον ἐποιοῦντο τὸν οὐρανὸν, θεῖον αὐτὸν ὀνομάζοντες θρόνον, ὁμοίως δὲ καὶ τὴν γῆν, ὡς ὑπὸ πόδας Θεοῦ κειμένην· καὶ μὴν καὶ τὴν Ἱερουσαλὴμ, πόλις γὰρ, ἔφασκον, ἐστὶ τοῦ πάντων κρατοῦντος Θεοῦ, καί τοι τῶν ἀρχαιοτέρων ἁγίων τὸ, Ζῇ Κύριος, ἐν ὅρκου χρείᾳ πεποιημένων. Ἀλλὰ τὴν τῶν Ἰουδαίων ἠλι-θιωτάτην ἔννοιαν κατεκιβδήλευσεν ὁ Σωτὴρ, μὴ δεῖν ἀπόμνυσθαι λέγων, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ Θεοῦ, μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ, μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις τοῦ μεγάλου βασιλέως ἐστίν· ἃ γὰρ ἐκεῖνοι ληροῦντες ἔφασκον, ταῦτα χρησίμως ὁ Σωτὴρ ἐφθέγξατο, πανταχῆ κατάπλαστον, καὶ οὐκ οἶδ' ὅθεν ἐξευρημένον ἐλέγχων αὐτῶν τὸ ἔν γε τούτοις εὐλαβές. Οἰχέσθω δὴ οὖν καὶ ἡ ἐπὶ τῷδε πλάνησις. ∆εδιδάγμεθα γὰρ ἐν ταῖς ὅρκου χρείαις, μηδενὸς μὲν ἑτέρου διαμεμνῆσθαι πώποτε, ποιεῖσθαι δὲ μᾶλλον εἰς πίστιν ἀσφαλῆ καὶ ἀξιόχρεων, τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὔ, οὔ. Ἔφη δὲ καὶ ὁ νόμος· «Εἰ ἀπόλοιτο παρακαταθήκη πρός τινος, ἐξαιτοίη δὲ ὁ δοὺς τὴν ἐπὶ τῷδε πίστιν, ὅρκος ἔσται τοῦ Θεοῦ ἀναμέσον ἀμφοτέρων.» Καὶ ἄνθρωποι μὲν κατὰ τοῦ μείζονος ὀμνύουσιν· ἔφη γὰρ ὧδε Παῦλος ἡμῖν ὁ σοφός· μεῖζον δὲ εἶναί φαμεν ἀνθρώπου, νοοῦντες ὀρθῶς, οὐ τῷ μεγέθει τυχὸν, ἤγουν ἐν συνέσει καὶ σοφίᾳ, καὶ δόξῃ πλεονεκτοῦν, ἀλλ' ὡς τὸ εἶναι τοιῶσδε τυχὸν ἡμῖν. {ΠΑΛΛ.} Οὐ συνίημι ὃ φής. {ΚΥΡ.} Καὶ μὴν, ὦ Παλλάδιε, σαφὴς, ὥς γέ μοι δοκεῖ, καὶ ἐναργὴς ὁ λόγος. Ἢ γὰρ οὐχὶ μεγέθει φαμὲν τῶν ἀνθρωπίνων σωμάτων διενεγκεῖν ἀσυγκρίτως πολλὰ τῶν πεποιημένων, καὶ προσέτι τὸν οὐρανόν; {ΠΑΛΛ.} Καὶ πάνυ. {ΚΥΡ.} Συνέσει δὲ καὶ σοφίᾳ καὶ ἰσχνότητι σωμάτων, οὐχ ὑπερφέρουσιν ἄγγελοι; {ΠΑΛΛ.} Ὑπερφέρουσιν, ἀλλὰ καὶ τιμῇ. {ΚΥΡ.} Λαμπρότητι δὲ καὶ δόξῃ τῇ κατὰ σῶμά φημι, οὐκ ἀπαραβλήτως ἀμείνων ἡλίου φύσις· {ΠΑΛΛ.} Ἀμείνων. 68.476 {ΚΥΡ.} Ἄραρεν οὖν, ὅτι τούτων ἕκαστον ἔχοι ἂν εἰκότως ὡς πρὸς ἡμᾶς τὸ ὑπερτεροῦν, καθ' ὃ πέφυκε νικᾷν. Ὅρκια δὴ οὖν ταυτὶ ποιησόμεθα, παρέντες ὡς περιττὸν, τὸ διαμεμνῆσθαι Θεοῦ; {ΠΑΛΛ.} Οὐδαμῶς. {ΚΥΡ.} Ἔοικεν οὖν ἄρα τὸ κατὰ φύσιν ὑπερτενὲς καὶ ὅλῳ τῷ εἶναι τῶν πεποιημένων διενεγκὸν, τουτέστι, Θεὸν, καὶ ἀνθρώπου μεῖζον εἰπεῖν. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Ἔστω τοιγαροῦν τὸ Ναὶ, καὶ τὸ Οὓ, παρά γε τοῖς ἄριστα βιοῦν ᾑρημένοις, ὅρκου χρεία τε καὶ δύναμις, καὶ διαπεπήχθω ὀρθῶς· ἕψεται γὰρ οὕτω καὶ τὸ πιστεύεσθαι δεῖν. Εἰ δὲ ἀτιμάζοιτο πρός τινος τὸ Ναὶ καὶ τὸ Οὒ, τῶν ὅρκων ἡ χρεία τετράφθω λοιπὸν ἐπὶ τὸ μεῖζον ἢ καθ'