De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
μὲν εἴη τι λείψανον ἐν αὐτῷ, Καταγραφέτω, φησὶν, ὁ ἱερεὺς αὐτοῦ τὴν ἀκαθαρσίαν· μιανεῖ γὰρ αὐτὸν ὁ χρὼς ὁ ζῶν, καὶ λεπρός ἐστιν· ἰσομοιρήσει καὶ τόδε τοῖς εἰς λέπραν αἰτιάμασιν. {ΠΑΛΛ.} Οὐκ ἂν ἔχοιμι νοεῖν ὅ τί ποτέ ἐστιν, ὃ φής. Εἰ γὰρ ἡ ἐκ μέρους λέπρα καταμιανεῖ τινας, πῶς ἀποφήνειε καθαροὺς ἡ εἰσάπαν καὶ ὁλοτελής; {ΚΥΡ.} Ἰσχνομυθία μὲν οὖν, ὦ Παλλάδιε, τὸ χρῆμά ἐστιν, οἰησόμεθα δὲ οὔτι που μαχομένην ὥσπερ καὶ ἀντεξάγουσαν ἡμῖν τὴν θεωρίαν, εἰσφέρειν τοῦ νόμου τὸ ἀκριβές. Ἐφήρμοσται δέ τις ἑκάστῳ λόγος σοφός τε καὶ ἀναγκαῖος, καὶ ἀδιαβλήτως ἔχων· καὶ φέρε λέγωμεν, εἰ δοκεῖ. {ΠΑΛΛ.} Πάνυ μὲν οὖν· ἐρεῖς γὰρ ὡς ἥδιστα δεδιψηκότι μοι. {ΚΥΡ.} Κατὰ διττὸν, οἶμαι, τρόπον τὸν εὐνομώτατον παρά γε τῷ φιλαρέτῳ Θεῷ κατορθώσομεν βίον. Ἢ γὰρ, ζῶντες αὐτῷ τὴν ἐκ παθῶν τε καὶ ἁμαρτίας παραιτούμεθα νέκρωσιν, καὶ τοῦτό ἐστι τὸ μὴ παθεῖν τὴν λέπραν· ζῶντι γὰρ σώματι νεκρότης ἐπισυμβαίνουσα μερικὴ, τὴν λέπραν ἀποτελεῖ· ἤγουν καθ' ἕτερον τρόπον διὰ νεκρώσεως ἀγαθῆς, καὶ τοῦ μηκέτι ζῇν ἀνέχεσθαι κοσμικῶς, καθάπερ τινὰ στέφανον, τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις ἀναδησόμεθα ψῆφον. Γράφει γὰρ ὧδέ τισιν ὁ θεσπέσιος Παῦλος· «Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς εἶναι νεκροὺς μὲν τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ.» Οὐκοῦν ζῶντες μὲν ἐν Χριστῷ, διά γε τοῦ κατορθοῦν ἐπείγεσθαι τὸ αὐτῷ δοκοῦν, τὸ κατανεκροῦσθαι μισήσομεν, δῆλον δὲ, ὅτι πρὸς πάθη καὶ ἁμαρτίας· ἀποθανόντες δὲ τῇ ἁμαρτίᾳ, κατὰ τὸ γεγραμμένον, τὸ ζῇν ἐν αὐτῇ διωσόμεθα, φρονοῦντες ὀρθῶς. {ΠΑΛΛ.} Φράζε δή μοι ταυτὶ καὶ ἔτι σαφῶς· συνίημι γὰρ οὐ λίαν. {ΚΥΡ.} Οὐ γὰρ, ὦ Παλλάδιε, ταύτῃτοί φαμεν, τὸν ὑπὲρ ἡμῶν θάνατον ἀνατλῆναι Χριστὸν, ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι, τουτέστι Χριστῷ; {ΠΑΛΛ.} Φαμὲν ὁμολογουμένως. {ΚΥΡ.} Ζῶμεν οὖν ἄρα Χριστῷ, πολιτευόμενοι μὲν εὐαγγελικῶς, καταμυσαττόμενοι δὲ τὴν ἐξ ἁμαρτίας νέκρωσιν, ἤτοι τὸν ἐκ παθῶν θάνατον. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος ἐπιστέλλει περὶ Χριστοῦ· «Ὃς τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.» Οἶμαι γὰρ δεῖν, τοὺς οἷς ἂν εἴη λόγος τοῦ διαβιῶναι λαμπρῶς, παντὸς τοῦ κατανεκροῦν εἰδότος ἰέναι μακρὰν, καὶ κατορθοῦν εὖ μάλα τὸ ἀπαλλάττεσθαι μολυσμῶν. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Οὐκοῦν, πάθοι ἂν ἥκιστά γε τὸ ὡς ἐν λέπρᾳ 68.988 πάθος, ὁ Χριστῷ μὲν ζῇν ᾑρημένος, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασι κατακολουθῶν, διωθούμενος δὲ τὴν ἐξ ἁμαρτίας νέκρωσιν. {ΠΑΛΛ.} Πείθομαι. {ΚΥΡ.} Καὶ εἷς μὲν οὑτοσὶ τρόπος, εὐαρεστεῖν ἡμᾶς δύνασθαι τῷ Θεῷ, ἕτερός γε μὴν ἐπιτελοῖτ' ἂν ὀρθῶς ὡδίπη πάλιν. Χρὴ γὰρ ἡμᾶς νεκροῦντας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, δοκεῖν πως ἤδη καὶ ἐκτεθνάναι τῇ ἁμαρτίᾳ, καὶ τοῦτο εἰσάπαν, οὐκέτι ζῶντας ἐν αὐτῇ. Καὶ πληροφορήσει λέγων ὁ θεσπέσιος Παῦλος· «Τί οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο, οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;» Ὥσπερ οὖν ἔν γε τῷ ζῇν ἑλέσθαι Χριστῷ, τὸ νεκροῦσθαι μερικῶς ὑπετίθει ταῖς δίκαις ὁ νόμος, οὕτω καὶ ἐν τῷ τεθνάναι τῇ ἁμαρτίᾳ, τὸ ζῇν ἐν αὐτῇ, μολυσμὸς ἂν εἴη πάλιν, καὶ τῆς ἐκ νόμου γραφῆς οὐκ ἀπηλλαγμένος. Ταύτῃτοί φησιν, ὡς εἰ γένοιτο λέπρα καθόλου τοῦ σώματος, καὶ οἱονεὶ νέκρωσις κατὰ παντὸς ἰοῦσα μέλους, κατασημήνειεν ἂν, τὸν ἀποθανόντα τῇ ἁμαρτίᾳ· καὶ μολυσμὸς οὐκέτι τῷ σώματι. Καθαρὸς γάρ ἐστι, φησὶν, ὅλος διόλου τεθνεὼς τῇ ἁμαρτίᾳ, καὶ τόπον οὐδένα παραχωρήσας αὐτῇ, καὶ οἱονεί πως ἐν ἑαυτῷ τὸ ἐναυλίζεσθαι δούς· «Εἰ δὲ δὴ,» φησὶ, «χρὼς ἐν αὐτῷ ζῶν ὁρῷτο πάλιν, μιανεῖ αὐτὸν ὁ χρὼς ὁ ζῶν.» Τὸ γάρ τοι ζῇν ὅλως τῇ ἁμαρτίᾳ κἂν γοῦν ἐκ μέρους, βδελυρὸν ἀποφαίνει τὸν ἠῤῥωστηκότα· «Μικρὰ γὰρ, φησὶ, ζύμη ὅλον τὸ φύραμα ζυμοῖ·» καὶ ἀληθὴς ὁ λόγος. Εἰ δὲ ἀποκατασταίη, φησὶν, ὁ χρὼς ὁ ζῶν, καὶ μεταχοροίη πρὸς λέπραν, λελύσθω τὰ ἐγκλήματα, καθαρός ἐστιν. Ἀπήλλακται γὰρ καὶ τοῦ μερικῶς ἔτι