De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τρίχα· «Λήψεται,» φησὶν, «ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ, ἄρτον τε καὶ λάγανον, καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ εὐξαμένου, καὶ αὖθις ἀναλαβὼν προσοίσει,» φησὶν, «ἐπίθεμα ἔναντι Κυρίου, καὶ ἅγιον ἔσται τῷ ἱερεῖ, καθὰ καὶ τὸ στηθύνιον τοῦ ἀφαιρέματος.» {ΠΑΛΛ.} Εἶτα, τί ἂν βούλοιτο δηλοῦν ὁ νόμος; {ΚΥΡ.} Εἰς τύπον μὲν δὴ τοῦ ἰσχύοντος, ἤτοι τῶν ἐν ἰσχύϊ κατορθωμάτων, ὁ βραχίων ἀεὶ παρά γε τῇ θεοπνεύστῳ Γραφῇ νοεῖται, ζωῆς δὲ δὴ πάλιν ἁγίας τε καὶ καθαρᾶς, ὁ ἄζυμος ἄρτος, καὶ μὲν καὶ τὸ εὔχαρί τε καὶ τὸ ἡδὺ παραδείξειεν ἂν ἐφ' ἑαυτῷ, τὸ λάγανον ἐλαίῳ ματτόμενον, καὶ εἰς πλακοῦντα τελοῦν. Τοῦ δὲ μεσιτεύοντος ἱερέως τὸ πρόσωπον, περιθείη τις ἂν καὶ μάλα εἰκότως τῷ Ἐμμανουήλ. Ὁ τοίνυν ἁγνείαν τὴν ἀνω-τάτω κατωρθωκὼς, καὶ ἀνάθημα λαμπρὸν προσκεκομικὼς τῷ πανάγνῳ Θεῷ, τὰ ἐξ ἰσχύος ἔργα, δῆλον δὲ ὅτι τῆς πνευματικῆς, ὡς ἐν βραχίονι τοῦ κριοῦ, καὶ ζωὴν ἄμωμον, ὡς ἐν ἄρτῳ τῷ ἀζύμῳ νοουμένην, καὶ μέν τοι καὶ τὸ ἡδὺ καὶ τὸ ἐπίχαρι τῆς ἐν ἁγιασμῷ ζωῆς, ὡς ἐν τῷ λαγάνῳ, μονονουχὶ χερσὶν ἰδίαις ἐπιτιθεὶς, ἀναφέρει Θεῷ, διὰ μεσίτου Χριστοῦ, ὃς οἱονεί πως ἀπὸ χειρὸς εἰς χεῖρας δέχεται τὰς δωροφορίας, ταῖς ἀνωτάτω τιμαῖς, κἂν τούτῳ δὴ μάλιστα, τὸν γνήσιον ἀληθῶς καταγεραίρων προσκυνητήν. Ταύτῃτοί φησιν, ὅτι χερσὶν ἐπιθεὶς ἰδίαις, ὁ τὴν ἁγίαν οὕτω καὶ πάναγνον ἀποπεραίνων εὐχὴν, ἐπιδώσει τῷ ἱερεῖ ἐπίθεμα καὶ ἐξαίρετον, καὶ ἐκνεμηθὲν αὐτῷ, καθὰ καὶ τὸ στηθύνιον τοῦ κριοῦ, κατά γε τῷ νομοθέτῃ δοκοῦν. Ὥσπερ δὴ τὸν βραχίονα μήνυσιν εἶναί φαμεν τῶν ἐξ ἰσχύος κατορθωμάτων, ἤγουν τῆς ἰσχύος αὐτῆς, οὕτω καὶ τὸ στηθύνιον τοῦ κριοῦ, φρενός τε καὶ νοῦ. Κεκτήμεθα γὰρ ἐν σπλάγχνοις καὶ ἐν τῷ στήθει τὰς φρένας. Ἀδιαφορεῖ δὲ πολλάκις ἡ θεία Γραφὴ, καὶ ποτὲ μὲν εἰς νοῦ τύπον τὴν κεφαλὴν, ποτὲ δὲ τὸ στῆθος εἰς φρενὸς ποιεῖται δήλωσιν. Ἱερὰ δὴ οὖν καὶ ἐξαίρετα, μόνον δὲ οὐχὶ καὶ ἀπὸ χειρὸς εἰς χεῖρα προσκομιζόμενα, καὶ εὐπαράδεκτα δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τῶν ἁγνιζομένων ἰσχὺς ἡ πνευματικὴ, καὶ μέν τοι καὶ φρένες. Εἴπερ ἔστιν ἀληθὲς εἰπεῖν, ὡς οὐκ ἂν ἑτέρως γένοιτό ποτε κατορθοῦν δύνασθαι τοὺς ἁγίους τὰ ἁνδάνοντα Θεῷ, μὴ οὐχὶ δι' ἰσχύος τῆς πνευματικῆς, καὶ μέν τοι καὶ φρενὸς ἀγαθῆς. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἑφθὸν δὲ προστέταχε λαμβάνεσθαι τὸν βραχίονα, τὸ οἱονεί πως ὠμὸν, καὶ τὸ τοῦ καθήκοντος παράλογον τῆς τῶν ἁγίων ἰσχύος ἀποσοβῶν· οὐ γὰρ ἀποτόμους εἶναι χρὴ τοὺς ἀνακειμένους Θεῷ, οὔτε μὴν ἀκράτῳ κεχρῆσθαι τῷ νῷ, ἀλλ' εὐαφῶς τε καὶ ἁπαλῶς καὶ λίαν εὐτέχνως κατορθοῦν ἐπείγεσθαι τὰ εἰς ἀρετήν. Εἶεν δ' ἂν ὧδε καὶ οὐχ ἑτέρως τῶν ἁγίων τὰ κατορθώματα χρηστὰ καὶ ἐδώδιμα τῷ Θεῷ, τὸ 68.1060 ὠμὸν οὐκ ἔχοντα καὶ ἀπηχθημένον. ∆ιεπύθου δέ που τὸν ἐν ἁγνείαις ἐπὶ τὴν σωτήριον τροφὴν, ὥσπερ ἰδίαν ὀνομάζοντος τοῦ Χριστοῦ καὶ λέγοντος τοῖς ἁγίοις μαθηταῖς· «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.» ∆ιαμέμνησο δὲ ὅτι καὶ καταθύεσθαι μὲν ἐκέλευε τὸν ἀμνὸν, εἰς τύπον Χριστοῦ, προσενομοθέτει δὲ λέγων· «Οὐ φάγεσθε ἀπ' αὐτῶν ὠμὸν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ' ἢ ὀπτὰ πυρί·» τὸ ἀπαράδεκτον, οἶμαί που, καὶ τὸ οἱονείπως εἰς πέψιν οὐκ εὐχερὲς, ὠμὸν εἶναι λέγων. Χρῆναι δὴ οὖν ἄρα φησὶν ἑφθὸν λαμβάνεσθαι τὸν βραχίονα· τοῦ ἀνέφθου σημαίνοντος τὸ μήτε ἡδὺ, μήτε βρώσιμον, ταύτῃτοι καὶ ἀπαράδεκτον. {ΠΑΛΛ.} Ὡς ἰσχνὸς ἄγαν καὶ ἀληθὴς ὁ λόγος. {ΚΥΡ.} Ἀποδοτέον οὖν ἄρα τὰς ὁμολογίας Θεῷ, καὶ ἅπερ ἂν εὔξαιτό τις, διαπεραινέτω μελλήσας οὐδὲν, ὡς τό τοι μὴ δρᾷν τὰ τοιάδε γοργῶς, τῶν ὅτι μάλιστα δεινῶν καὶ σφαλερωτάτων φαίην ἂν ἔγωγε, καὶ αὐτὸ δὲ τὸ Γράμμα τὸ ἱερόν. Εἰ γὰρ εἶναι λογιούμεθα φρονοῦντες ὀρθῶς τῶν ἄγαν ἐκτοπωτάτων, τὸ ψευδοεπείας ἁλῶναι γραφῇ, πῶς οὐκ ἂν γένοιτο τῶν λίαν αἰσχρῶν, ὁμολογῆσαι μέν τι καὶ ὑποσχέσθαι Θεῷ, ψεύσασθαι δὲ μετὰ τοῦτο τὴν ὑπόσχεσιν; Παντὸς μὲν οὖν εὐξαμένου καὶ μελλήσαντος, καὶ γοῦν καὶ εἰσάπαν ἀναδυομένου τὴν ἔκτισιν, καταγράφει τὴν ἁμαρτίαν. Ἀνίησι δὲ τῶν αἰτιαμάτων τοὺς ἔχοντας μὲν παντελῶς ἴδιον οὐδὲν, δεσμῷ δὲ ὥσπερ ἀναγκαίῳ κατεζευγμένους,