De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
εὐωδίας ἀνατεθειμένα, μόσχοι τυχὸν, ἢ ὄϊς, ἀνεκομίζοντο μὲν ἐκ μέρους ἐπὶ τὸ θυσιαστήριον, ἐξαιρουμένων τῶν ἐντοσθίων, ποδῶν, τε καὶ κεφαλῆς, καὶ πιμελῆς, ἔσθ' ὅτε καὶ νεφρῶν· ἔτρεφον δὲ τοῖς λειψάνοις τοὺς ἱερεῖς. «Οἱ γὰρ ἐσθίοντες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶ,» καθὰ καὶ ὁ θε 68.809 σπέσιος ἔφη Παῦλος. Ἦν οὖν ἄρα ἀνάγκη καθιεροῦσθαι Θεῷ τὸ ὑπὸ τοῦ προσκομισθέντος, κατὰ τὸν ἑκάστῳ πρέποντα νόμον, παραμυθεῖσθαι δὲ τῷ λοιπῷ σώματι τῆς θυσίας τοὺς ὑπουργούς. Εἰ δὲ δή τις ὅλον ὥσπερ διόλου τὸ δῶρον ἀπονοσφίσαιτο, καὶ ταῖς ἰδίαις ἀπονενέμηκε χρείαις, τεθυμιακὼς οὐδέν· ὡς ἅγια κατεδηδοκὼς, ἐγράφετο νόμῳ. Τοῦτό τοι δεδράκασιν οἱ Ἡλὶ τοῦ ἱερέως υἱοὶ, πρὸ θυσιῶν ἁρπάζοντες καὶ βεβηλοῦντες τὰ ἱερὰ, καὶ τοῖς εἰς τὸ θύειν ἥκουσιν, ἀνοσιώτατα λέγοντες· «∆ὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ.» Ἀλλ' ἐκεῖνα μὲν ὡς ἑκούσια καὶ γυμνὴν ἔχοντα τὴν ὕβριν, ἀναλόγως ἐκολάζετο. «Εἰ δὲ δὴ γένοιτο, φησὶν, ἢ λήθῃ συνηρπασμένον, ἢ τὸ τοῖς νόμοις δοκοῦν οὐκ ἀκριβῶς ἐγνωκότα, δράσαι τι τοιοῦτον· ζημίαν ὑπομενέτω· καὶ ἀποτιννύτω μὲν τὸ ἴσον ἀμελητί· προσεπαγέτω δὲ τούτῳ καὶ τὸ ἐπίπεμπτον,» τοῦτ' ἔστι, τὴν τοῦ τιμήματος πέμπτην μοῖραν· «καὶ ἀπολύσεται γὰρ οὕτω τὰ ἐγκλήματα, καὶ τὰ ἐκ τῆς ἀγνοίας διακρούσεται βλάβη» Ὅτε τοίνυν τὸ ἀγνοηθὲν, γραφῆς οὐκ ἐλεύθερον, τί ἂν οἴοιτό τις τὸ ἐξ ἀπονοίας καὶ θράσους; Παραιτητέον δὴ οὖν οἷς ἐν φροντίδι τὰ ἱερὰ, μηδὲν πρὸ θυσίας οἰκειοῦσθαι ζητεῖν· ἢ ἴστων, ὅτι δεινὰ πεπλημμεληκότες, ὀφλήσουσι δίκην, καὶ ὑπὸ θείαν ἔσονται κίνησιν. Ἢ οὐκ εἶναι φὴς ἀληθὲς τὸ χρῆμα, ὦ τᾶν; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν. {ΚΥΡ.} Ἁγίους δὲ ὅτι καὶ ἐκνενιμμένους εἶναι χρὴ τοὺς ἱερατεύοντας, ἀποσείεσθαι δὲ καὶ μάλα νεανικῶς τὸ οἱονείπως νεκρὸν καὶ ἀπεψυγμένον φρόνημα, καὶ τὸ μὴ ἔμπνουν εἰς ἀρετὴν, διεσάφει λέγων· «Εἶπον τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν, ἀλλ' ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτῶν, ἐπὶ πατρὶ καὶ μητρὶ, καὶ υἱοῖς καὶ θυγατράσιν, ἐπ' ἀδελφῷ, καὶ ἐπ' ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ, τῇ μὴ ἐκδεδομένῃ ἀνδρὶ, ἐπὶ τούτοις μιανθήσεται. Οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαῷ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ. Καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ, καὶ τὴν ὄψιν τοῦ πώγωνος οὐ ξυρήσονται, καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας. Ἅγιοι ἔσονται τῷ Θεῷ αὐτῶν, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας Κυρίου δῶρα τοῦ Θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσι, καὶ ἔσονται ἅγιοι.» Μίασμα μὲν γὰρ ἀνδρὶ γένοιτ' ἂν παντελῶς οὐδὲν, ὁ ἑτέρου θάνατος, εἰ τόν γε τῆς ἀληθείας πολυπραγμονοίη τις λόγον. Νεκρότης γε μὴν ἡ σωματικὴ, τύπος ἂν εἴη τῆς ἔσω καὶ ἐν ψυχαῖς, ὑφ' ἧς ἀνάγκη καταμιαίνεσθαι τὸν ἀγχοῦ γεγονότα, ἢ κατὰ θέλησιν, ἢ κατὰ ταυτοεργίαν· νεκρῶν γὰρ ἔργων ἀποφοιτᾷν καὶ ὡς ἀπωτάτω φέρεσθαι, πρέποι ἂν ἁγίοις, καὶ τοῖς τὰ τοιάδε κατηῤῥωστηκόσι μὴ εἰς ταυτὸν ἰέναι, καλόν. Γέγραπται γὰρ, ὅτι «Ὁ ἁπτόμενος πίσσης, 68.812 μολυνθήσεται.» Μετάσχοι γὰρ ἂν καὶ μάλα ῥᾳδίως τῆς ἑτέρου φαυλότητος, ὁ κολλᾶσθαι μὴ παραιτούμενος. Ἐφίησι δὲ ὁ νόμος τοῖς ἡγιασμένοις, ἐπὶ πατρὶ καὶ μητρὶ, παισί τε καὶ ἀδελφοῖς, καὶ μέντοι καὶ ἀγχισπόροις ἀνεγκλήτως καταμιαίνεσθαι· διὰ τοῦ καὶ ἀψύχοις σώμασιν ἐπιφοιτᾷν, τῇ πρὸς τὴν φύσιν αἰδοῖ, καὶ τῶν εἰς τύπον ἀλογήσας ἀδικημάτων, ὡς ἂν μὴ δοκοῖεν ἄτεγκτοί τινες εἶναι καὶ ἀγέρωχοί τε καὶ ἀσυμπαθεῖς, οἱ Θεῷ γνώριμοι· καί τοι λέγοντος ἐναργῶς τοῦ νόμου· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται.» Καὶ καθ' ἕτερον δὴ τρόπον τε καὶ λόγον, ἀπεῖρχθαί φαμεν τοῦ χρῆναι πενθεῖν τοὺς ἡγιασμένους· ζωῆς γὰρ ὄντας ἱερουργοὺς, καὶ εἰς τὴν τοῦ θανάτου λύσιν προσκομίζοντας τὰ ἱερὰ τῷ Θεῷ (θανάτου γὰρ λύσις ὁ Χριστοῦ θάνατος, διά τε προβάτων καὶ μόσχων ἀνατυπούμενος), πῶς ἦν ἀκόλουθον ταῖς ἐπὶ θανάτῳ καταβαρύνεσθαι λύπαις; Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος, τοῖς εἰς ἐλπίδα ζωῆς καὶ ἀναστάσεως βεβαπτισμένοις εἰς Χριστὸν, ἐπιστέλλει σαφῶς· «Τοῦτο δὲ λέγω, ἵνα μὴ