De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καὶ ὑφ' ἑτέρου πράττοντας χεῖρα. Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Μωσῆς πρὸς τοὺς ἄρχοντας τῶν φυλῶν τῶν υἱῶν Ἰσραὴλ, λέγων· Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος· Ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν Κυρίῳ, ἢ ὀμόσῃ ὅρκον, ἢ ὁρισμῷ ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ. Πάντα ὅσα ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ ποιήσει. Ἐὰν δὲ εὔξηται γυνὴ εὐχὴν Κυρίῳ, ἢ ὁρίσηται ὁρισμὸν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ ὁ πατὴρ αὐτῆς· καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ. Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ πατὴρ αὐτῆς, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ πάσας τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ στήσονται, καὶ Κύριος καθαριεῖ αὐτὴν, ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτῆς.» Ἀλλ' εἰ καὶ γένοιτο, φησὶν, γυνὴ συνηρμοσμένη κατὰ νόμους ἀνδρὶ, ὁ αὐτὸς κρατείτω νόμος. Χήρας δὲ καὶ ἐκβεβλημένης ἵστησι τοὺς ὁρισμοὺς, καὶ διαπεραίνεσθαι δεῖν πάντη τε καὶ πάντως τὰς ὑποσχέσεις εὖ μάλα φησὶ, πανταχῆ τὸ ἐλεύθερον καὶ ἔξω ζυγοῦ ταῖς αἰτίαις ὑποτιθεὶς, εἰ μὴ δρᾷν ἕλοιτο τὰ ἐπηγγελμένα· τόγε μὴν οὐχ ὧδε ἔχον, ἄπρακτόν τε καὶ ὑφ' ἑτέροις, ἀνιεὶς εἰκότως. Τοῖς γάρτοι κυρίοις, πατρί τε, φημὶ, καὶ ἀνδρὶ, συνθεμένοις μὲν καὶ οἱονεὶ συννεύσασι 68.1061 ταῖς τῶν ὑπὸ χεῖρα καὶ ἐξουσίαν εὐχαῖς, τὴν τῆς δυσσεβείας ἐπιφέρει γραφὴν, εἰ μὴ πληροῦν ἕλοιντο τὰ ἐπηγγελμένα. Ἀποφάσκουσι δὲ καὶ τὸ ἀνεῖσθαι δεῖν ἁμαρτιῶν ἀπονέμει· προαιρέσεως γὰρ, καὶ οὐκ ἀνάγκης καρποὶ τὰ εἰς Θεὸν ἀναθήματα. ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
ΛΟΓΟΣ ΕΠΤΑΚΑΙ∆ΕΚΑΤΟΣ.
Περὶ ἑορτῶν ἁγίων.
Ἁγνείας μὲν δὴ πέρι, καὶ τῶν ἐν εὐχαῖς, καὶ μέντοι καὶ ἱερέων εἰρήσθω τάδε. Χρῆναι δὲ οἶμαι λοιπὸν προσενεγκεῖν εὖ μάλα, τίς ἂν γένοιτο παρὰ Θεοῦ τῶν πόνων ἔκτισις, καὶ πρὸς ὅ τι τετραμμένοι, καταπιανθεῖεν ἂν ταῖς εἰς λῆξιν ἡκούσαις τιμαῖς, καὶ ἐλπίδος ἔσονται τῆς εἰς αἰῶνας μέτοχοι. {ΠΑΛΛ.} Ὡς εὖ γε δὴ φής. {ΚΥΡ.} Πρέποι γὰρ ἂν, ὦ Παλλάδιε, τοῖς τὴν εὐκλεᾶ καὶ ἀπόλεκτον ἐξησκηκόσι ζωὴν, καὶ πολιτείας τῆς ὧδε διαφανοῦς εἰς τοῦτο ἥκουσι μέτρον, ὡς τὴν ἁπασῶν ἀρίστην ψῆφον ἑλεῖν, ἐν εὐημερίαις εἶναι μακραῖς, ἑορτάζοντάς τε καὶ διευθυμουμένους, καὶ πανηγύρεως ἀρχὴν ἔχοντας τὸν Ἐμμανουὴλ, καὶ ἐν ἐλπίσι κειμένους ταῖς ἐρηρεισμέναις. {ΠΑΛΛ.} Πρέποι γὰρ ἂν, καὶ ἀληθὴς ὁ λόγος. {ΚΥΡ.} Βούλει δὴ οὖν, τὰς ἐν τύπῳ καὶ κατὰ νόμον πολυπραγμονῶμεν ἑορτὰς καὶ τῶν ἐν αὐταῖς θυσιῶν τοὺς τρόπους ἀφηγησώμεθα, μεταστοιχειοῦντες, ὡς ἔνι, πρὸς τὸ ἀληθὲς τῶν ἐν αὐταῖς ἐννοιῶν τὴν δύναμιν; {ΠΑΛΛ.} Βουλοίμην ἄν· πῶς γὰρ οὔ; {ΚΥΡ.} Οὐκοῦν ἐπεί τοι σαφῶς ἄριστά τε διεσκέφθαι δοκῶ, φιλοκρινεῖν ὅτι πρέποι καὶ τάδε διενθυμούμενος, φέρε δὴ, φέρε καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο διερευνήσωμεν, πηνίκα τε καὶ ἐπὶ τίσιν ἑορτάζειν ἡμᾶς τὸ Γράμμα δεῖν ἔφη τὸ ἱερόν. Ἴοι γὰρ ἂν οὕτω καὶ κατ' εὐθὺ τοῦ πρέποντος ἡμῖν ὁ λόγος· καὶ μέντοι πρὸς τῷδε, τὸ ἀτέχνως πεποιῆσθαι δοκεῖν οὐκ ἀγεννῶς διακρούσεται. 68.1064 {ΠΑΛΛ.} Ἴθι δὴ οὖν ὅποι φίλον· ὀνήσεις γὰρ καὶ μάλα πλουσίως. {ΚΥΡ.} Συναγηγερμένων ποτὲ κατὰ τὴν ἔρημον ὑπὸ τὸ ὄρος τὸ Χωρὴβ, τῶν ἐξ Ἰσραὴλ, τὸν τῶν πρακτέων ἡμῖν ὁριστὴν διετύπου νόμον ὁ τῶν ὅλων Θεὸς, μυρία δὲ ὅσα καὶ ἐπωφελῆ θεσπίσματα προστεταχὼς, προσετίθει λοιπὸν,